Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΙΕΖΕΚΙΗΛ, κεφαλίς 40

1 καὶ ἐγένετο ἐν τω̨̃ πέμπτω̨ καὶ εἰκοστω̨̃ ἔτει τη̃ς αἰχμαλωσίας ἡμω̃ν ἐν τω̨̃ πρώτω̨ μηνὶ δεκάτη̨ του̃ μηνὸς ἐν τω̨̃ τεσσαρεσκαιδεκάτω̨ ἔτει μετὰ τὸ ἁλω̃ναι τὴν πόλιν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἐγένετο ἐπ' ἐμὲ χεὶρ κυρίου καὶ ἤγαγέν με
2 ἐν ὁράσει θεου̃ εἰς τὴν γη̃ν του̃ Ισραηλ καὶ ἔθηκέν με ἐπ' ὄρους ὑψηλου̃ σφόδρα καὶ ἐπ' αὐτου̃ ὡσεὶ οἰκοδομὴ πόλεως ἀπέναντι
3 καὶ εἰσήγαγέν με ἐκει̃ καὶ ἰδοὺ ἀνήρ καὶ ἡ ὅρασις αὐτου̃ ἠ̃ν ὡσεὶ ὅρασις χαλκου̃ στίλβοντος καὶ ἐν τη̨̃ χειρὶ αὐτου̃ ἠ̃ν σπαρτίον οἰκοδόμων καὶ κάλαμος μέτρου καὶ αὐτὸς εἱστήκει ἐπὶ τη̃ς πύλης
4 καὶ εἰ̃πεν πρός με ὁ ἀνήρ ἑώρακας υἱὲ ἀνθρώπου ἐν τοι̃ς ὀφθαλμοι̃ς σου ἰδὲ καὶ ἐν τοι̃ς ὠσίν σου ἄκουε καὶ τάξον εἰς τὴν καρδίαν σου πάντα ὅσα ἐγὼ δεικνύω σοι διότι ἕνεκα του̃ δει̃ξαί σοι εἰσελήλυθας ὡ̃δε καὶ δείξεις πάντα ὅσα σὺ ὁρα̨̃ς τω̨̃ οἴκω̨ του̃ Ισραηλ
5 καὶ ἰδοὺ περίβολος ἔξωθεν του̃ οἴκου κύκλω̨ καὶ ἐν τη̨̃ χειρὶ του̃ ἀνδρὸς κάλαμος τὸ μέτρον πηχω̃ν ἓξ ἐν πήχει καὶ παλαιστη̃ς καὶ διεμέτρησεν τὸ προτείχισμα πλάτος ἴσον τω̨̃ καλάμω̨ καὶ τὸ ὕψος αὐτου̃ ἴσον τω̨̃ καλάμω̨
6 καὶ εἰση̃λθεν εἰς τὴν πύλην τὴν βλέπουσαν κατὰ ἀνατολὰς ἐν ἑπτὰ ἀναβαθμοι̃ς καὶ διεμέτρησεν τὸ αιλαμ τη̃ς πύλης ἴσον τω̨̃ καλάμω̨
7 καὶ τὸ θεε ἴσον τω̨̃ καλάμω̨ τὸ μη̃κος καὶ ἴσον τω̨̃ καλάμω̨ τὸ πλάτος καὶ τὸ αιλαμ ἀνὰ μέσον του̃ θαιηλαθα πηχω̃ν ἓξ καὶ τὸ θεε τὸ δεύτερον ἴσον τω̨̃ καλάμω̨ τὸ πλάτος καὶ ἴσον τω̨̃ καλάμω̨ τὸ μη̃κος καὶ τὸ αιλαμ πήχεων πέντε
8 καὶ τὸ θεε τὸ τρίτον ἴσον τω̨̃ καλάμω̨ τὸ πλάτος καὶ ἴσον τω̨̃ καλάμω̨ τὸ μη̃κος
9 καὶ τὸ αιλαμ του̃ πυλω̃νος πλησίον του̃ αιλαμ τη̃ς πύλης πηχω̃ν ὀκτὼ καὶ τὰ αιλευ πηχω̃ν δύο καὶ τὸ αιλαμ τη̃ς πύλης ἔσωθεν
10 καὶ τὰ θεε τη̃ς πύλης θεε κατέναντι τρει̃ς ἔνθεν καὶ τρει̃ς ἔνθεν καὶ μέτρον ἓν τοι̃ς τρισὶν καὶ μέτρον ἓν τοι̃ς αιλαμ ἔνθεν καὶ ἔνθεν
11 καὶ διεμέτρησεν τὸ πλάτος τη̃ς θύρας του̃ πυλω̃νος πηχω̃ν δέκα καὶ τὸ εὐ̃ρος του̃ πυλω̃νος πηχω̃ν δέκα τριω̃ν
12 καὶ πη̃χυς ἐπισυναγόμενος ἐπὶ πρόσωπον τω̃ν θεϊμ ἔνθεν καὶ ἔνθεν καὶ τὸ θεε πηχω̃ν ἓξ ἔνθεν καὶ πηχω̃ν ἓξ ἔνθεν
13 καὶ διεμέτρησεν τὴν πύλην ἀπὸ του̃ τοίχου του̃ θεε ἐπὶ τὸν τοι̃χον του̃ θεε πλάτος πήχεις εἴκοσι πέντε αὕτη πύλη ἐπὶ πύλην
14 καὶ τὸ αἴθριον του̃ αιλαμ τη̃ς πύλης ἑξήκοντα πήχεις εἴκοσι θεϊμ τη̃ς πύλης κύκλω̨
15 καὶ τὸ αἴθριον τη̃ς πύλης ἔξωθεν εἰς τὸ αἴθριον αιλαμ τη̃ς πύλης ἔσωθεν πηχω̃ν πεντήκοντα
16 καὶ θυρίδες κρυπταὶ ἐπὶ τὰ θεϊμ καὶ ἐπὶ τὰ αιλαμ ἔσωθεν τη̃ς πύλης τη̃ς αὐλη̃ς κυκλόθεν καὶ ὡσαύτως τοι̃ς αιλαμ θυρίδες κύκλω̨ ἔσωθεν καὶ ἐπὶ τὸ αιλαμ φοίνικες ἔνθεν καὶ ἔνθεν
17 καὶ εἰσήγαγέν με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν καὶ ἰδοὺ παστοφόρια καὶ περίστυλα κύκλω̨ τη̃ς αὐλη̃ς τριάκοντα παστοφόρια ἐν τοι̃ς περιστύλοις
18 καὶ αἱ στοαὶ κατὰ νώτου τω̃ν πυλω̃ν κατὰ τὸ μη̃κος τω̃ν πυλω̃ν τὸ περίστυλον τὸ ὑποκάτω
19 καὶ διεμέτρησεν τὸ πλάτος τη̃ς αὐλη̃ς ἀπὸ του̃ αἰθρίου τη̃ς πύλης τη̃ς ἐξωτέρας ἔσωθεν ἐπὶ τὸ αἴθριον τη̃ς πύλης τη̃ς βλεπούσης ἔξω πήχεις ἑκατόν τη̃ς βλεπούσης κατ' ἀνατολάς καὶ εἰσήγαγέν με ἐπὶ βορρα̃ν
20 καὶ ἰδοὺ πύλη βλέπουσα πρὸς βορρα̃ν τη̨̃ αὐλη̨̃ τη̨̃ ἐξωτέρα̨ καὶ διεμέτρησεν αὐτήν τό τε μη̃κος αὐτη̃ς καὶ τὸ πλάτος
21 καὶ τὰ θεε τρει̃ς ἔνθεν καὶ τρει̃ς ἔνθεν καὶ τὰ αιλευ καὶ τὰ αιλαμμω καὶ τοὺς φοίνικας αὐτη̃ς καὶ ἐγένετο κατὰ τὰ μέτρα τη̃ς πύλης τη̃ς βλεπούσης κατὰ ἀνατολὰς πηχω̃ν πεντήκοντα τὸ μη̃κος αὐτη̃ς καὶ πηχω̃ν εἴκοσι πέντε τὸ εὐ̃ρος αὐτη̃ς
22 καὶ αἱ θυρίδες αὐτη̃ς καὶ τὰ αιλαμμω καὶ οἱ φοίνικες αὐτη̃ς καθὼς ἡ πύλη ἡ βλέπουσα κατὰ ἀνατολάς καὶ ἐν ἑπτὰ κλιμακτη̃ρσιν ἀνέβαινον ἐπ' αὐτήν καὶ τὰ αιλαμμω ἔσωθεν
23 καὶ πύλη τη̨̃ αὐλη̨̃ τη̨̃ ἐσωτέρα̨ βλέπουσα ἐπὶ πύλην του̃ βορρα̃ ὃν τρόπον τη̃ς πύλης τη̃ς βλεπούσης κατὰ ἀνατολάς καὶ διεμέτρησεν τὴν αὐλὴν ἀπὸ πύλης ἐπὶ πύλην πήχεις ἑκατόν
24 καὶ ἤγαγέν με κατὰ νότον καὶ ἰδοὺ πύλη βλέπουσα πρὸς νότον καὶ διεμέτρησεν αὐτὴν καὶ τὰ θεε καὶ τὰ αιλευ καὶ τὰ αιλαμμω κατὰ τὰ μέτρα ταυ̃τα
25 καὶ αἱ θυρίδες αὐτη̃ς καὶ τὰ αιλαμμω κυκλόθεν καθὼς αἱ θυρίδες του̃ αιλαμ πηχω̃ν πεντήκοντα τὸ μη̃κος αὐτη̃ς καὶ πηχω̃ν εἴκοσι πέντε τὸ εὐ̃ρος αὐτη̃ς
26 καὶ ἑπτὰ κλιμακτη̃ρες αὐτη̨̃ καὶ αιλαμμω ἔσωθεν καὶ φοίνικες αὐτη̨̃ εἱ̃ς ἔνθεν καὶ εἱ̃ς ἔνθεν ἐπὶ τὰ αιλευ
27 καὶ πύλη κατέναντι πύλης τη̃ς αὐλη̃ς τη̃ς ἐσωτέρας πρὸς νότον καὶ διεμέτρησεν τὴν αὐλὴν ἀπὸ πύλης ἐπὶ πύλην πήχεις ἑκατὸν τὸ εὐ̃ρος πρὸς νότον
28 καὶ εἰσήγαγέν με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν τη̃ς πύλης τη̃ς πρὸς νότον καὶ διεμέτρησεν τὴν πύλην κατὰ τὰ μέτρα ταυ̃τα
29 καὶ τὰ θεε καὶ τὰ αιλευ καὶ τὰ αιλαμμω κατὰ τὰ μέτρα ταυ̃τα καὶ θυρίδες αὐτη̨̃ καὶ τω̨̃ αιλαμμω κύκλω̨ πήχεις πεντήκοντα τὸ μη̃κος αὐτη̃ς καὶ τὸ εὐ̃ρος πήχεις εἴκοσι πέντε
30 ...
31 καὶ αιλαμμω εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν καὶ φοίνικες τω̨̃ αιλευ καὶ ὀκτὼ κλιμακτη̃ρες
32 καὶ εἰσήγαγέν με εἰς τὴν πύλην τὴν βλέπουσαν κατὰ ἀνατολὰς καὶ διεμέτρησεν αὐτὴν κατὰ τὰ μέτρα ταυ̃τα
33 καὶ τὰ θεε καὶ τὰ αιλευ καὶ τὰ αιλαμμω κατὰ τὰ μέτρα ταυ̃τα καὶ θυρίδες αὐτη̨̃ καὶ τω̨̃ αιλαμμω κύκλω̨ πήχεις πεντήκοντα μη̃κος αὐτη̃ς καὶ εὐ̃ρος πήχεις εἴκοσι πέντε
34 καὶ αιλαμμω εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν καὶ φοίνικες ἐπὶ του̃ αιλευ ἔνθεν καὶ ἔνθεν καὶ ὀκτὼ κλιμακτη̃ρες αὐτη̨̃
35 καὶ εἰσήγαγέν με εἰς τὴν πύλην τὴν πρὸς βορρα̃ν καὶ διεμέτρησεν κατὰ τὰ μέτρα ταυ̃τα
36 καὶ τὰ θεε καὶ τὰ αιλευ καὶ τὰ αιλαμμω καὶ θυρίδες αὐτη̨̃ κύκλω̨ καὶ τω̨̃ αιλαμμω αὐτη̃ς πήχεις πεντήκοντα μη̃κος αὐτη̃ς καὶ εὐ̃ρος πήχεις εἴκοσι πέντε
37 καὶ τὰ αιλαμμω εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν καὶ φοίνικες τω̨̃ αιλευ ἔνθεν καὶ ἔνθεν καὶ ὀκτὼ κλιμακτη̃ρες αὐτη̨̃
38 τὰ παστοφόρια αὐτη̃ς καὶ τὰ θυρώματα αὐτη̃ς καὶ τὰ αιλαμμω αὐτη̃ς ἐπὶ τη̃ς πύλης
39 τη̃ς δευτέρας ἔκρυσις ὅπως σφάζωσιν ἐν αὐτη̨̃ τὰ ὑπὲρ ἁμαρτίας καὶ ὑπὲρ ἀγνοίας
40 καὶ κατὰ νώτου του̃ ῥόακος τω̃ν ὁλοκαυτωμάτων τη̃ς βλεπούσης πρὸς βορρα̃ν δύο τράπεζαι πρὸς ἀνατολὰς καὶ κατὰ νώτου τη̃ς δευτέρας καὶ του̃ αιλαμ τη̃ς πύλης δύο τράπεζαι κατὰ ἀνατολάς
41 τέσσαρες ἔνθεν καὶ τέσσαρες ἔνθεν κατὰ νώτου τη̃ς πύλης ἐπ' αὐτὰς σφάξουσι τὰ θύματα κατέναντι τω̃ν ὀκτὼ τραπεζω̃ν τω̃ν θυμάτων
42 καὶ τέσσαρες τράπεζαι τω̃ν ὁλοκαυτωμάτων λίθιναι λελαξευμέναι πήχεος καὶ ἡμίσους τὸ πλάτος καὶ πήχεων δύο καὶ ἡμίσους τὸ μη̃κος καὶ ἐπὶ πη̃χυν τὸ ὕψος ἐπ' αὐτὰς ἐπιθήσουσιν τὰ σκεύη ἐν οἱ̃ς σφάζουσιν ἐκει̃ τὰ ὁλοκαυτώματα καὶ τὰ θύματα
43 καὶ παλαιστὴν ἕξουσιν γει̃σος λελαξευμένον ἔσωθεν κύκλω̨ καὶ ἐπὶ τὰς τραπέζας ἐπάνωθεν στέγας του̃ καλύπτεσθαι ἀπὸ του̃ ὑετου̃ καὶ ἀπὸ τη̃ς ξηρασίας
44 καὶ εἰσήγαγέν με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν καὶ ἰδοὺ δύο ἐξέδραι ἐν τη̨̃ αὐλη̨̃ τη̨̃ ἐσωτέρα̨ μία κατὰ νώτου τη̃ς πύλης τη̃ς βλεπούσης πρὸς βορρα̃ν φέρουσα πρὸς νότον καὶ μία κατὰ νώτου τη̃ς πύλης τη̃ς πρὸς νότον βλεπούσης δὲ πρὸς βορρα̃ν
45 καὶ εἰ̃πεν πρός με ἡ ἐξέδρα αὕτη ἡ βλέπουσα πρὸς νότον τοι̃ς ἱερευ̃σι τοι̃ς φυλάσσουσι τὴν φυλακὴν του̃ οἴκου
46 καὶ ἡ ἐξέδρα ἡ βλέπουσα πρὸς βορρα̃ν τοι̃ς ἱερευ̃σι τοι̃ς φυλάσσουσι τὴν φυλακὴν του̃ θυσιαστηρίου ἐκει̃νοί εἰσιν οἱ υἱοὶ Σαδδουκ οἱ ἐγγίζοντες ἐκ του̃ Λευι πρὸς κύριον λειτουργει̃ν αὐτω̨̃
47 καὶ διεμέτρησεν τὴν αὐλὴν μη̃κος πήχεων ἑκατὸν καὶ εὐ̃ρος πήχεων ἑκατὸν ἐπὶ τὰ τέσσαρα μέρη αὐτη̃ς καὶ τὸ θυσιαστήριον ἀπέναντι του̃ οἴκου
48 καὶ εἰσήγαγέν με εἰς τὸ αιλαμ του̃ οἴκου καὶ διεμέτρησεν τὸ αιλ του̃ αιλαμ πηχω̃ν πέντε τὸ πλάτος ἔνθεν καὶ πηχω̃ν πέντε ἔνθεν καὶ τὸ εὐ̃ρος του̃ θυρώματος πηχω̃ν δέκα τεσσάρων καὶ ἐπωμίδες τη̃ς θύρας του̃ αιλαμ πηχω̃ν τριω̃ν ἔνθεν καὶ πηχω̃ν τριω̃ν ἔνθεν
49 καὶ τὸ μη̃κος του̃ αιλαμ πηχω̃ν εἴκοσι καὶ τὸ εὐ̃ρος πηχω̃ν δώδεκα καὶ ἐπὶ δέκα ἀναβαθμω̃ν ἀνέβαινον ἐπ' αὐτό καὶ στυ̃λοι ἠ̃σαν ἐπὶ τὸ αιλαμ εἱ̃ς ἔνθεν καὶ εἱ̃ς ἔνθεν

ΙΕΖΕΚΙΗΛ, κεφαλίς 41

1 καὶ εἰσήγαγέν με εἰς τὸν ναόν ὡ̨̃ διεμέτρησεν τὸ αιλαμ πηχω̃ν ἓξ τὸ πλάτος ἔνθεν καὶ πηχω̃ν ἓξ τὸ εὐ̃ρος του̃ αιλαμ ἔνθεν
2 καὶ τὸ εὐ̃ρος του̃ πυλω̃νος πηχω̃ν δέκα καὶ ἐπωμίδες του̃ πυλω̃νος πηχω̃ν πέντε ἔνθεν καὶ πηχω̃ν πέντε ἔνθεν καὶ διεμέτρησεν τὸ μη̃κος αὐτου̃ πηχω̃ν τεσσαράκοντα καὶ τὸ εὐ̃ρος πηχω̃ν εἴκοσι
3 καὶ εἰση̃λθεν εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν καὶ διεμέτρησεν τὸ αιλ του̃ θυρώματος πηχω̃ν δύο καὶ τὸ θύρωμα πηχω̃ν ἓξ καὶ τὰς ἐπωμίδας του̃ θυρώματος πηχω̃ν ἑπτὰ ἔνθεν καὶ πηχω̃ν ἑπτὰ ἔνθεν
4 καὶ διεμέτρησεν τὸ μη̃κος τω̃ν θυρω̃ν πηχω̃ν τεσσαράκοντα καὶ εὐ̃ρος πηχω̃ν εἴκοσι κατὰ πρόσωπον του̃ ναου̃ καὶ εἰ̃πεν του̃το τὸ ἅγιον τω̃ν ἁγίων
5 καὶ διεμέτρησεν τὸν τοι̃χον του̃ οἴκου πηχω̃ν ἓξ καὶ τὸ εὐ̃ρος τη̃ς πλευρα̃ς πηχω̃ν τεσσάρων κυκλόθεν
6 καὶ τὰ πλευρὰ πλευρὸν ἐπὶ πλευρὸν τριάκοντα καὶ τρει̃ς δίς καὶ διάστημα ἐν τω̨̃ τοίχω̨ του̃ οἴκου ἐν τοι̃ς πλευροι̃ς κύκλω̨ του̃ εἰ̃ναι τοι̃ς ἐπιλαμβανομένοις ὁρα̃ν ὅπως τὸ παράπαν μὴ ἅπτωνται τω̃ν τοίχων του̃ οἴκου
7 καὶ τὸ εὐ̃ρος τη̃ς ἀνωτέρας τω̃ν πλευρω̃ν κατὰ τὸ πρόσθεμα ἐκ του̃ τοίχου πρὸς τὴν ἀνωτέραν κύκλω̨ του̃ οἴκου ὅπως διαπλατύνηται ἄνωθεν καὶ ἐκ τω̃ν κάτωθεν ἀναβαίνωσιν ἐπὶ τὰ ὑπερω̨̃α καὶ ἐκ τω̃ν μέσων ἐπὶ τὰ τριώροφα
8 καὶ τὸ θραελ του̃ οἴκου ὕψος κύκλω̨ διάστημα τω̃ν πλευρω̃ν ἴσον τω̨̃ καλάμω̨ πήχεων ἓξ διάστημα
9 καὶ εὐ̃ρος του̃ τοίχου τη̃ς πλευρα̃ς ἔξωθεν πηχω̃ν πέντε καὶ τὰ ἀπόλοιπα ἀνὰ μέσον τω̃ν πλευρω̃ν του̃ οἴκου
10 καὶ ἀνὰ μέσον τω̃ν ἐξεδρω̃ν εὐ̃ρος πηχω̃ν εἴκοσι τὸ περιφερὲς τω̨̃ οἴκω̨ κύκλω̨
11 καὶ αἱ θύραι τω̃ν ἐξεδρω̃ν ἐπὶ τὸ ἀπόλοιπον τη̃ς θύρας τη̃ς μια̃ς τη̃ς πρὸς βορρα̃ν καὶ ἡ θύρα ἡ μία πρὸς νότον καὶ τὸ εὐ̃ρος του̃ φωτὸς του̃ ἀπολοίπου πηχω̃ν πέντε πλάτος κυκλόθεν
12 καὶ τὸ διορίζον κατὰ πρόσωπον του̃ ἀπολοίπου ὡς πρὸς θάλασσαν πηχω̃ν ἑβδομήκοντα πλάτος του̃ τοίχου του̃ διορίζοντος πήχεων πέντε εὐ̃ρος κυκλόθεν καὶ μη̃κος αὐτου̃ πήχεων ἐνενήκοντα
13 καὶ διεμέτρησεν κατέναντι του̃ οἴκου μη̃κος πηχω̃ν ἑκατόν καὶ τὰ ἀπόλοιπα καὶ τὰ διορίζοντα καὶ οἱ τοι̃χοι αὐτω̃ν μη̃κος πηχω̃ν ἑκατόν
14 καὶ τὸ εὐ̃ρος κατὰ πρόσωπον του̃ οἴκου καὶ τὰ ἀπόλοιπα κατέναντι πηχω̃ν ἑκατόν
15 καὶ διεμέτρησεν μη̃κος του̃ διορίζοντος κατὰ πρόσωπον του̃ ἀπολοίπου τω̃ν κατόπισθεν του̃ οἴκου ἐκείνου καὶ τὰ ἀπόλοιπα ἔνθεν καὶ ἔνθεν πήχεων ἑκατὸν τὸ μη̃κος καὶ ὁ ναὸς καὶ αἱ γωνίαι καὶ τὸ αιλαμ τὸ ἐξώτερον
16 πεφατνωμένα καὶ αἱ θυρίδες δικτυωταί ὑποφαύσεις κύκλω̨ τοι̃ς τρισὶν ὥστε διακύπτειν καὶ ὁ οἰ̃κος καὶ τὰ πλησίον ἐξυλωμένα κύκλω̨ καὶ τὸ ἔδαφος καὶ ἐκ του̃ ἐδάφους ἕως τω̃ν θυρίδων καὶ αἱ θυρίδες ἀναπτυσσόμεναι τρισσω̃ς εἰς τὸ διακύπτειν
17 καὶ ἕως πλησίον τη̃ς ἐσωτέρας καὶ ἕως τη̃ς ἐξωτέρας καὶ ἐφ' ὅλον τὸν τοι̃χον κύκλω̨ ἐν τω̨̃ ἔσωθεν καὶ ἐν τω̨̃ ἔξωθεν
18 γεγλυμμένα χερουβιν καὶ φοίνικες ἀνὰ μέσον χερουβ καὶ χερουβ δύο πρόσωπα τω̨̃ χερουβ
19 πρόσωπον ἀνθρώπου πρὸς τὸν φοίνικα ἔνθεν καὶ ἔνθεν καὶ πρόσωπον λέοντος πρὸς τὸν φοίνικα ἔνθεν καὶ ἔνθεν διαγεγλυμμένος ὅλος ὁ οἰ̃κος κυκλόθεν
20 ἐκ του̃ ἐδάφους ἕως του̃ φατνώματος τὰ χερουβιν καὶ οἱ φοίνικες διαγεγλυμμένοι
21 καὶ τὸ ἅγιον καὶ ὁ ναὸς ἀναπτυσσόμενος τετράγωνα κατὰ πρόσωπον τω̃ν ἁγίων ὅρασις ὡς ὄψις
22 θυσιαστηρίου ξυλίνου πηχω̃ν τριω̃ν τὸ ὕψος αὐτου̃ καὶ τὸ μη̃κος πηχω̃ν δύο καὶ τὸ εὐ̃ρος πηχω̃ν δύο καὶ κέρατα εἰ̃χεν καὶ ἡ βάσις αὐτου̃ καὶ οἱ τοι̃χοι αὐτου̃ ξύλινοι καὶ εἰ̃πεν πρός με αὕτη ἡ τράπεζα ἡ πρὸ προσώπου κυρίου
23 καὶ δύο θυρώματα τω̨̃ ναω̨̃ καὶ τω̨̃ ἁγίω̨
24 δύο θυρώματα τοι̃ς δυσὶ θυρώμασι τοι̃ς στροφωτοι̃ς δύο θυρώματα τω̨̃ ἑνὶ καὶ δύο θυρώματα τη̨̃ θύρα̨ τη̨̃ δευτέρα̨
25 καὶ γλυφὴ ἐπ' αὐτω̃ν καὶ ἐπὶ τὰ θυρώματα του̃ ναου̃ χερουβιν καὶ φοίνικες κατὰ τὴν γλυφὴν τω̃ν ἁγίων καὶ σπουδαι̃α ξύλα κατὰ πρόσωπον του̃ αιλαμ ἔξωθεν
26 καὶ θυρίδες κρυπταί καὶ διεμέτρησεν ἔνθεν καὶ ἔνθεν εἰς τὰ ὀροφώματα του̃ αιλαμ καὶ τὰ πλευρὰ του̃ οἴκου ἐζυγωμένα

ΙΕΖΕΚΙΗΛ, κεφαλίς 42

1 καὶ ἐξήγαγέν με εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν κατὰ ἀνατολὰς κατέναντι τη̃ς πύλης τη̃ς πρὸς βορρα̃ν καὶ εἰσήγαγέν με καὶ ἰδοὺ ἐξέδραι πέντε ἐχόμεναι του̃ ἀπολοίπου καὶ ἐχόμεναι του̃ διορίζοντος πρὸς βορρα̃ν
2 ἐπὶ πήχεις ἑκατὸν μη̃κος πρὸς βορρα̃ν καὶ τὸ πλάτος πεντήκοντα πήχεων
3 διαγεγραμμέναι ὃν τρόπον αἱ πύλαι τη̃ς αὐλη̃ς τη̃ς ἐσωτέρας καὶ ὃν τρόπον τὰ περίστυλα τη̃ς αὐλη̃ς τη̃ς ἐξωτέρας ἐστιχισμέναι ἀντιπρόσωποι στοαὶ τρισσαί
4 καὶ κατέναντι τω̃ν ἐξεδρω̃ν περίπατος πηχω̃ν δέκα τὸ πλάτος ἐπὶ πήχεις ἑκατὸν τὸ μη̃κος καὶ τὰ θυρώματα αὐτω̃ν πρὸς βορρα̃ν
5 καὶ οἱ περίπατοι οἱ ὑπερω̨̃οι ὡσαύτως ὅτι ἐξείχετο τὸ περίστυλον ἐξ αὐτου̃ ἐκ του̃ ὑποκάτωθεν περιστύλου καὶ τὸ διάστημα οὕτως περίστυλον καὶ διάστημα καὶ οὕτως στοαί
6 διότι τριπλαι̃ ἠ̃σαν καὶ στύλους οὐκ εἰ̃χον καθὼς οἱ στυ̃λοι τω̃ν ἐξωτέρων διὰ του̃το ἐξείχοντο τω̃ν ὑποκάτωθεν καὶ τω̃ν μέσων ἀπὸ τη̃ς γη̃ς
7 καὶ φω̃ς ἔξωθεν ὃν τρόπον αἱ ἐξέδραι τη̃ς αὐλη̃ς τη̃ς ἐξωτέρας αἱ βλέπουσαι ἀπέναντι τω̃ν ἐξεδρω̃ν τω̃ν πρὸς βορρα̃ν μη̃κος πήχεων πεντήκοντα
8 ὅτι τὸ μη̃κος τω̃ν ἐξεδρω̃ν τω̃ν βλεπουσω̃ν εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν πηχω̃ν πεντήκοντα καὶ αὑ̃ταί εἰσιν ἀντιπρόσωποι ταύταις τὸ πα̃ν πηχω̃ν ἑκατόν
9 καὶ αἱ θύραι τω̃ν ἐξεδρω̃ν τούτων τη̃ς εἰσόδου τη̃ς πρὸς ἀνατολὰς του̃ εἰσπορεύεσθαι δι' αὐτω̃ν ἐκ τη̃ς αὐλη̃ς τη̃ς ἐξωτέρας
10 κατὰ τὸ φω̃ς του̃ ἐν ἀρχη̨̃ περιπάτου καὶ τὰ πρὸς νότον κατὰ πρόσωπον του̃ νότου κατὰ πρόσωπον του̃ ἀπολοίπου καὶ κατὰ πρόσωπον του̃ διορίζοντος ἐξέδραι
11 καὶ ὁ περίπατος κατὰ πρόσωπον αὐτω̃ν κατὰ τὰ μέτρα τω̃ν ἐξεδρω̃ν τω̃ν πρὸς βορρα̃ν καὶ κατὰ τὸ μη̃κος αὐτω̃ν καὶ κατὰ τὸ εὐ̃ρος αὐτω̃ν καὶ κατὰ πάσας τὰς ἐξόδους αὐτω̃ν καὶ κατὰ πάσας τὰς ἐπιστροφὰς αὐτω̃ν καὶ κατὰ τὰ φω̃τα αὐτω̃ν καὶ κατὰ τὰ θυρώματα αὐτω̃ν
12 τω̃ν ἐξεδρω̃ν τω̃ν πρὸς νότον καὶ κατὰ τὰ θυρώματα ἀπ' ἀρχη̃ς του̃ περιπάτου ὡς ἐπὶ φω̃ς διαστήματος καλάμου καὶ κατ' ἀνατολὰς του̃ εἰσπορεύεσθαι δι' αὐτω̃ν
13 καὶ εἰ̃πεν πρός με αἱ ἐξέδραι αἱ πρὸς βορρα̃ν καὶ αἱ ἐξέδραι αἱ πρὸς νότον αἱ οὐ̃σαι κατὰ πρόσωπον τω̃ν διαστημάτων αὑ̃ταί εἰσιν αἱ ἐξέδραι του̃ ἁγίου ἐν αἱ̃ς φάγονται ἐκει̃ οἱ ἱερει̃ς υἱοὶ Σαδδουκ οἱ ἐγγίζοντες πρὸς κύριον τὰ ἅγια τω̃ν ἁγίων καὶ ἐκει̃ θήσουσιν τὰ ἅγια τω̃ν ἁγίων καὶ τὴν θυσίαν καὶ τὰ περὶ ἁμαρτίας καὶ τὰ περὶ ἀγνοίας διότι ὁ τόπος ἅγιος
14 οὐκ εἰσελεύσονται ἐκει̃ πάρεξ τω̃ν ἱερέων οὐκ ἐξελεύσονται ἐκ του̃ ἁγίου εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν ὅπως διὰ παντὸς ἅγιοι ὠ̃σιν οἱ προσάγοντες καὶ μὴ ἅπτωνται του̃ στολισμου̃ αὐτω̃ν ἐν οἱ̃ς λειτουργου̃σιν ἐν αὐτοι̃ς διότι ἅγιά ἐστιν καὶ ἐνδύσονται ἱμάτια ἕτερα ὅταν ἅπτωνται του̃ λαου̃
15 καὶ συνετελέσθη ἡ διαμέτρησις του̃ οἴκου ἔσωθεν καὶ ἐξήγαγέν με καθ' ὁδὸν τη̃ς πύλης τη̃ς βλεπούσης πρὸς ἀνατολὰς καὶ διεμέτρησεν τὸ ὑπόδειγμα του̃ οἴκου κυκλόθεν ἐν διατάξει
16 καὶ ἔστη κατὰ νώτου τη̃ς πύλης τη̃ς βλεπούσης κατὰ ἀνατολὰς καὶ διεμέτρησεν πεντακοσίους ἐν τω̨̃ καλάμω̨ του̃ μέτρου
17 καὶ ἐπέστρεψεν πρὸς βορρα̃ν καὶ διεμέτρησεν τὸ κατὰ πρόσωπον του̃ βορρα̃ πήχεις πεντακοσίους ἐν τω̨̃ καλάμω̨ του̃ μέτρου
18 καὶ ἐπέστρεψεν πρὸς θάλασσαν καὶ διεμέτρησεν τὸ κατὰ πρόσωπον τη̃ς θαλάσσης πεντακοσίους ἐν τω̨̃ καλάμω̨ του̃ μέτρου
19 καὶ ἐπέστρεψεν πρὸς νότον καὶ διεμέτρησεν κατέναντι του̃ νότου πεντακοσίους ἐν τω̨̃ καλάμω̨ του̃ μέτρου
20 τὰ τέσσαρα μέρη του̃ αὐτου̃ καλάμου καὶ διέταξεν αὐτὸν καὶ περίβολον αὐτω̃ν κύκλω̨ πεντακοσίων πρὸς ἀνατολὰς καὶ πεντακοσίων πηχω̃ν εὐ̃ρος του̃ διαστέλλειν ἀνὰ μέσον τω̃ν ἁγίων καὶ ἀνὰ μέσον του̃ προτειχίσματος του̃ ἐν διατάξει του̃ οἴκου

ΙΕΖΕΚΙΗΛ, κεφαλίς 43

1 καὶ ἤγαγέν με ἐπὶ τὴν πύλην τὴν βλέπουσαν κατὰ ἀνατολὰς καὶ ἐξήγαγέν με
2 καὶ ἰδοὺ δόξα θεου̃ Ισραηλ ἤρχετο κατὰ τὴν ὁδὸν τη̃ς πύλης τη̃ς βλεπούσης πρὸς ἀνατολάς καὶ φωνὴ τη̃ς παρεμβολη̃ς ὡς φωνὴ διπλασιαζόντων πολλω̃ν καὶ ἡ γη̃ ἐξέλαμπεν ὡς φέγγος ἀπὸ τη̃ς δόξης κυκλόθεν
3 καὶ ἡ ὅρασις ἣν εἰ̃δον κατὰ τὴν ὅρασιν ἣν εἰ̃δον ὅτε εἰσεπορευόμην του̃ χρι̃σαι τὴν πόλιν καὶ ἡ ὅρασις του̃ ἅρματος οὑ̃ εἰ̃δον κατὰ τὴν ὅρασιν ἣν εἰ̃δον ἐπὶ του̃ ποταμου̃ του̃ Χοβαρ καὶ πίπτω ἐπὶ πρόσωπόν μου
4 καὶ δόξα κυρίου εἰση̃λθεν εἰς τὸν οἰ̃κον κατὰ τὴν ὁδὸν τη̃ς πύλης τη̃ς βλεπούσης κατὰ ἀνατολάς
5 καὶ ἀνέλαβέν με πνευ̃μα καὶ εἰσήγαγέν με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν καὶ ἰδοὺ πλήρης δόξης κυρίου ὁ οἰ̃κος
6 καὶ ἔστην καὶ ἰδοὺ φωνὴ ἐκ του̃ οἴκου λαλου̃ντος πρός με καὶ ὁ ἀνὴρ εἱστήκει ἐχόμενός μου
7 καὶ εἰ̃πεν πρός με ἑώρακας υἱὲ ἀνθρώπου τὸν τόπον του̃ θρόνου μου καὶ τὸν τόπον του̃ ἴχνους τω̃ν ποδω̃ν μου ἐν οἱ̃ς κατασκηνώσει τὸ ὄνομά μου ἐν μέσω̨ οἴκου Ισραηλ τὸν αἰω̃να καὶ οὐ βεβηλώσουσιν οὐκέτι οἰ̃κος Ισραηλ τὸ ὄνομα τὸ ἅγιόν μου αὐτοὶ καὶ οἱ ἡγούμενοι αὐτω̃ν ἐν τη̨̃ πορνεία̨ αὐτω̃ν καὶ ἐν τοι̃ς φόνοις τω̃ν ἡγουμένων ἐν μέσω̨ αὐτω̃ν
8 ἐν τω̨̃ τιθέναι αὐτοὺς τὸ πρόθυρόν μου ἐν τοι̃ς προθύροις αὐτω̃ν καὶ τὰς φλιάς μου ἐχομένας τω̃ν φλιω̃ν αὐτω̃ν καὶ ἔδωκαν τὸν τοι̃χόν μου ὡς συνεχόμενον ἐμου̃ καὶ αὐτω̃ν καὶ ἐβεβήλωσαν τὸ ὄνομα τὸ ἅγιόν μου ἐν ται̃ς ἀνομίαις αὐτω̃ν αἱ̃ς ἐποίουν καὶ ἐξέτριψα αὐτοὺς ἐν θυμω̨̃ μου καὶ ἐν φόνω̨
9 καὶ νυ̃ν ἀπωσάσθωσαν τὴν πορνείαν αὐτω̃ν καὶ τοὺς φόνους τω̃ν ἡγουμένων αὐτω̃ν ἀπ' ἐμου̃ καὶ κατασκηνώσω ἐν μέσω̨ αὐτω̃ν τὸν αἰω̃να
10 καὶ σύ υἱὲ ἀνθρώπου δει̃ξον τω̨̃ οἴκω̨ Ισραηλ τὸν οἰ̃κον καὶ κοπάσουσιν ἀπὸ τω̃ν ἁμαρτιω̃ν αὐτω̃ν καὶ τὴν ὅρασιν αὐτου̃ καὶ τὴν διάταξιν αὐτου̃
11 καὶ αὐτοὶ λήμψονται τὴν κόλασιν αὐτω̃ν περὶ πάντων ὡ̃ν ἐποίησαν καὶ διαγράψεις τὸν οἰ̃κον καὶ τὰς ἐξόδους αὐτου̃ καὶ τὴν ὑπόστασιν αὐτου̃ καὶ πάντα τὰ προστάγματα αὐτου̃ καὶ πάντα τὰ νόμιμα αὐτου̃ γνωριει̃ς αὐτοι̃ς καὶ διαγράψεις ἐναντίον αὐτω̃ν καὶ φυλάξονται πάντα τὰ δικαιώματά μου καὶ πάντα τὰ προστάγματά μου καὶ ποιήσουσιν αὐτά
12 καὶ τὴν διαγραφὴν του̃ οἴκου ἐπὶ τη̃ς κορυφη̃ς του̃ ὄρους πάντα τὰ ὅρια αὐτου̃ κυκλόθεν ἅγια ἁγίων
13 καὶ ταυ̃τα τὰ μέτρα του̃ θυσιαστηρίου ἐν πήχει του̃ πήχεος καὶ παλαιστη̃ς κόλπωμα βάθος ἐπὶ πη̃χυν καὶ πη̃χυς τὸ εὐ̃ρος καὶ γει̃σος ἐπὶ τὸ χει̃λος αὐτου̃ κυκλόθεν σπιθαμη̃ς καὶ του̃το τὸ ὕψος του̃ θυσιαστηρίου
14 ἐκ βάθους τη̃ς ἀρχη̃ς του̃ κοιλώματος αὐτου̃ πρὸς τὸ ἱλαστήριον τὸ μέγα τὸ ὑποκάτωθεν πηχω̃ν δύο καὶ τὸ εὐ̃ρος πήχεος καὶ ἀπὸ του̃ ἱλαστηρίου του̃ μικρου̃ ἐπὶ τὸ ἱλαστήριον τὸ μέγα πήχεις τέσσαρες καὶ εὐ̃ρος πη̃χυς
15 καὶ τὸ αριηλ πηχω̃ν τεσσάρων καὶ ἀπὸ του̃ αριηλ καὶ ὑπεράνω τω̃ν κεράτων πη̃χυς
16 καὶ τὸ αριηλ πηχω̃ν δώδεκα μήκους ἐπὶ πήχεις δώδεκα πλάτους τετράγωνον ἐπὶ τὰ τέσσαρα μέρη αὐτου̃
17 καὶ τὸ ἱλαστη̃ριον πηχω̃ν δέκα τεσσάρων τὸ μη̃κος ἐπὶ πήχεις δέκα τέσσαρας τὸ εὐ̃ρος ἐπὶ τέσσαρα μέρη αὐτου̃ καὶ τὸ γει̃σος αὐτω̨̃ κυκλόθεν κυκλούμενον αὐτω̨̃ ἥμισυ πήχεος καὶ τὸ κύκλωμα αὐτου̃ πη̃χυς κυκλόθεν καὶ οἱ κλιμακτη̃ρες αὐτου̃ βλέποντες κατ' ἀνατολάς
18 καὶ εἰ̃πεν πρός με υἱὲ ἀνθρώπου τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ ταυ̃τα τὰ προστάγματα του̃ θυσιαστηρίου ἐν ἡμέρα̨ ποιήσεως αὐτου̃ του̃ ἀναφέρειν ἐπ' αὐτου̃ ὁλοκαυτώματα καὶ προσχέειν πρὸς αὐτὸ αἱ̃μα
19 καὶ δώσεις τοι̃ς ἱερευ̃σι τοι̃ς Λευίταις τοι̃ς ἐκ του̃ σπέρματος Σαδδουκ τοι̃ς ἐγγίζουσι πρός με λέγει κύριος ὁ θεός του̃ λειτουργει̃ν μοι μόσχον ἐκ βοω̃ν περὶ ἁμαρτίας
20 καὶ λήμψονται ἐκ του̃ αἵματος αὐτου̃ καὶ ἐπιθήσουσιν ἐπὶ τὰ τέσσαρα κέρατα του̃ θυσιαστηρίου καὶ ἐπὶ τὰς τέσσαρας γωνίας του̃ ἱλαστηρίου καὶ ἐπὶ τὴν βάσιν κύκλω̨ καὶ ἐξιλάσονται αὐτό
21 καὶ λήμψονται τὸν μόσχον τὸν περὶ ἁμαρτίας καὶ κατακαυθήσεται ἐν τω̨̃ ἀποκεχωρισμένω̨ του̃ οἴκου ἔξωθεν τω̃ν ἁγίων
22 καὶ τη̨̃ ἡμέρα̨ τη̨̃ δευτέρα̨ λήμψονται ἐρίφους δύο αἰγω̃ν ἀμώμους ὑπὲρ ἁμαρτίας καὶ ἐξιλάσονται τὸ θυσιαστήριον καθότι ἐξιλάσαντο ἐν τω̨̃ μόσχω̨
23 καὶ μετὰ τὸ συντελέσαι σε τὸν ἐξιλασμὸν προσοίσουσι μόσχον ἐκ βοω̃ν ἄμωμον καὶ κριὸν ἐκ προβάτων ἄμωμον
24 καὶ προσοίσετε ἐναντίον κυρίου καὶ ἐπιρρίψουσιν οἱ ἱερει̃ς ἐπ' αὐτὰ ἅλα καὶ ἀνοίσουσιν αὐτὰ ὁλοκαυτώματα τω̨̃ κυρίω̨
25 ἑπτὰ ἡμέρας ποιήσεις ἔριφον ὑπὲρ ἁμαρτίας καθ' ἡμέραν καὶ μόσχον ἐκ βοω̃ν καὶ κριὸν ἐκ προβάτων ἄμωμα ποιήσουσιν
26 ἑπτὰ ἡμέρας καὶ ἐξιλάσονται τὸ θυσιαστήριον καὶ καθαριου̃σιν αὐτὸ καὶ πλήσουσιν χει̃ρας αὐτω̃ν
27 καὶ ἔσται ἀπὸ τη̃ς ἡμέρας τη̃ς ὀγδόης καὶ ἐπέκεινα ποιήσουσιν οἱ ἱερει̃ς ἐπὶ τὸ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμω̃ν καὶ τὰ του̃ σωτηρίου ὑμω̃ν καὶ προσδέξομαι ὑμα̃ς λέγει κύριος

ΙΕΖΕΚΙΗΛ, κεφαλίς 44

1 καὶ ἐπέστρεψέν με κατὰ τὴν ὁδὸν τη̃ς πύλης τω̃ν ἁγίων τη̃ς ἐξωτέρας τη̃ς βλεπούσης κατ' ἀνατολάς καὶ αὕτη ἠ̃ν κεκλεισμένη
2 καὶ εἰ̃πεν κύριος πρός με ἡ πύλη αὕτη κεκλεισμένη ἔσται οὐκ ἀνοιχθήσεται καὶ οὐδεὶς μὴ διέλθη̨ δι' αὐτη̃ς ὅτι κύριος ὁ θεὸς του̃ Ισραηλ εἰσελεύσεται δι' αὐτη̃ς καὶ ἔσται κεκλεισμένη
3 διότι ὁ ἡγούμενος οὑ̃τος καθήσεται ἐν αὐτη̨̃ του̃ φαγει̃ν ἄρτον ἐναντίον κυρίου κατὰ τὴν ὁδὸν αιλαμ τη̃ς πύλης εἰσελεύσεται καὶ κατὰ τὴν ὁδὸν αὐτου̃ ἐξελεύσεται
4 καὶ εἰσήγαγέν με κατὰ τὴν ὁδὸν τη̃ς πύλης τη̃ς πρὸς βορρα̃ν κατέναντι του̃ οἴκου καὶ εἰ̃δον καὶ ἰδοὺ πλήρης δόξης ὁ οἰ̃κος κυρίου καὶ πίπτω ἐπὶ πρόσωπόν μου
5 καὶ εἰ̃πεν κύριος πρός με υἱὲ ἀνθρώπου τάξον εἰς τὴν καρδίαν σου καὶ ἰδὲ τοι̃ς ὀφθαλμοι̃ς σου καὶ τοι̃ς ὠσίν σου ἄκουε πάντα ὅσα ἐγὼ λαλω̃ μετὰ σου̃ κατὰ πάντα τὰ προστάγματα οἴκου κυρίου καὶ κατὰ πάντα τὰ νόμιμα αὐτου̃ καὶ τάξεις τὴν καρδίαν σου εἰς τὴν εἴσοδον του̃ οἴκου κατὰ πάσας τὰς ἐξόδους αὐτου̃ ἐν πα̃σι τοι̃ς ἁγίοις
6 καὶ ἐρει̃ς πρὸς τὸν οἰ̃κον τὸν παραπικραίνοντα πρὸς τὸν οἰ̃κον του̃ Ισραηλ τάδε λέγει κύριος ὁ θεός ἱκανούσθω ὑμι̃ν ἀπὸ πασω̃ν τω̃ν ἀνομιω̃ν ὑμω̃ν οἰ̃κος Ισραηλ
7 του̃ εἰσαγαγει̃ν ὑμα̃ς υἱοὺς ἀλλογενει̃ς ἀπεριτμήτους καρδία̨ καὶ ἀπεριτμήτους σαρκὶ του̃ γίνεσθαι ἐν τοι̃ς ἁγίοις μου καὶ ἐβεβήλουν αὐτὰ ἐν τω̨̃ προσφέρειν ὑμα̃ς ἄρτους στέαρ καὶ αἱ̃μα καὶ παρεβαίνετε τὴν διαθήκην μου ἐν πάσαις ται̃ς ἀνομίαις ὑμω̃ν
8 καὶ διετάξατε του̃ φυλάσσειν φυλακὰς ἐν τοι̃ς ἁγίοις μου
9 διὰ του̃το τάδε λέγει κύριος ὁ θεός πα̃ς υἱὸς ἀλλογενὴς ἀπερίτμητος καρδία̨ καὶ ἀπερίτμητος σαρκὶ οὐκ εἰσελεύσεται εἰς τὰ ἅγιά μου ἐν πα̃σιν υἱοι̃ς ἀλλογενω̃ν τω̃ν ὄντων ἐν μέσω̨ οἴκου Ισραηλ
10 ἀλλ' ἢ οἱ Λευι̃ται οἵτινες ἀφήλαντο ἀπ' ἐμου̃ ἐν τω̨̃ πλανα̃σθαι τὸν Ισραηλ ἀπ' ἐμου̃ κατόπισθεν τω̃ν ἐνθυμημάτων αὐτω̃ν καὶ λήμψονται ἀδικίαν αὐτω̃ν
11 καὶ ἔσονται ἐν τοι̃ς ἁγίοις μου λειτουργου̃ντες θυρωροὶ ἐπὶ τω̃ν πυλω̃ν του̃ οἴκου καὶ λειτουργου̃ντες τω̨̃ οἴκω̨ οὑ̃τοι σφάξουσιν τὰ ὁλοκαυτώματα καὶ τὰς θυσίας τω̨̃ λαω̨̃ καὶ οὑ̃τοι στήσονται ἐναντίον του̃ λαου̃ του̃ λειτουργει̃ν αὐτοι̃ς
12 ἀνθ' ὡ̃ν ἐλειτούργουν αὐτοι̃ς πρὸ προσώπου τω̃ν εἰδώλων αὐτω̃ν καὶ ἐγένετο τω̨̃ οἴκω̨ Ισραηλ εἰς κόλασιν ἀδικίας ἕνεκα τούτου ἠ̃ρα τὴν χει̃ρά μου ἐπ' αὐτούς λέγει κύριος ὁ θεός
13 καὶ οὐκ ἐγγιου̃σι πρός με του̃ ἱερατεύειν μοι οὐδὲ του̃ προσάγειν πρὸς τὰ ἅγια υἱω̃ν του̃ Ισραηλ οὐδὲ πρὸς τὰ ἅγια τω̃ν ἁγίων μου καὶ λήμψονται ἀτιμίαν αὐτω̃ν ἐν τη̨̃ πλανήσει ἡ̨̃ ἐπλανήθησαν
14 καὶ κατατάξουσιν αὐτοὺς φυλάσσειν φυλακὰς του̃ οἴκου εἰς πάντα τὰ ἔργα αὐτου̃ καὶ εἰς πάντα ὅσα ἂν ποιήσωσιν
15 οἱ ἱερει̃ς οἱ Λευι̃ται οἱ υἱοὶ του̃ Σαδδουκ οἵτινες ἐφυλάξαντο τὰς φυλακὰς τω̃ν ἁγίων μου ἐν τω̨̃ πλανα̃σθαι οἰ̃κον Ισραηλ ἀπ' ἐμου̃ οὑ̃τοι προσάξουσιν πρός με του̃ λειτουργει̃ν μοι καὶ στήσονται πρὸ προσώπου μου του̃ προσφέρειν μοι θυσίαν στέαρ καὶ αἱ̃μα λέγει κύριος ὁ θεός
16 οὑ̃τοι εἰσελεύσονται εἰς τὰ ἅγιά μου καὶ οὑ̃τοι προσελεύσονται πρὸς τὴν τράπεζάν μου του̃ λειτουργει̃ν μοι καὶ φυλάξουσιν τὰς φυλακάς μου
17 καὶ ἔσται ἐν τω̨̃ εἰσπορεύεσθαι αὐτοὺς τὰς πύλας τη̃ς αὐλη̃ς τη̃ς ἐσωτέρας στολὰς λινα̃ς ἐνδύσονται καὶ οὐκ ἐνδύσονται ἐρεα̃ ἐν τω̨̃ λειτουργει̃ν αὐτοὺς ἀπὸ τη̃ς πύλης τη̃ς ἐσωτέρας αὐλη̃ς
18 καὶ κιδάρεις λινα̃ς ἕξουσιν ἐπὶ ται̃ς κεφαλαι̃ς αὐτω̃ν καὶ περισκελη̃ λινα̃ ἕξουσιν ἐπὶ τὰς ὀσφύας αὐτω̃ν καὶ οὐ περιζώσονται βία̨
19 καὶ ἐν τω̨̃ ἐκπορεύεσθαι αὐτοὺς εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν πρὸς τὸν λαὸν ἐκδύσονται τὰς στολὰς αὐτω̃ν ἐν αἱ̃ς αὐτοὶ λειτουργου̃σιν ἐν αὐται̃ς καὶ θήσουσιν αὐτὰς ἐν ται̃ς ἐξέδραις τω̃ν ἁγίων καὶ ἐνδύσονται στολὰς ἑτέρας καὶ οὐ μὴ ἁγιάσωσιν τὸν λαὸν ἐν ται̃ς στολαι̃ς αὐτω̃ν
20 καὶ τὰς κεφαλὰς αὐτω̃ν οὐ ξυρήσονται καὶ τὰς κόμας αὐτω̃ν οὐ ψιλώσουσιν καλύπτοντες καλύψουσιν τὰς κεφαλὰς αὐτω̃ν
21 καὶ οἰ̃νον οὐ μὴ πίωσιν πα̃ς ἱερεὺς ἐν τω̨̃ εἰσπορεύεσθαι αὐτοὺς εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν
22 καὶ χήραν καὶ ἐκβεβλημένην οὐ λήμψονται ἑαυτοι̃ς εἰς γυναι̃κα ἀλλ' ἢ παρθένον ἐκ του̃ σπέρματος Ισραηλ καὶ χήρα ἐὰν γένηται ἐξ ἱερέως λήμψονται
23 καὶ τὸν λαόν μου διδάξουσιν ἀνὰ μέσον ἁγίου καὶ βεβήλου καὶ ἀνὰ μέσον ἀκαθάρτου καὶ καθαρου̃ γνωριου̃σιν αὐτοι̃ς
24 καὶ ἐπὶ κρίσιν αἵματος οὑ̃τοι ἐπιστήσονται του̃ διακρίνειν τὰ δικαιώματά μου δικαιώσουσιν καὶ τὰ κρίματά μου κρινου̃σιν καὶ τὰ νόμιμά μου καὶ τὰ προστάγματά μου ἐν πάσαις ται̃ς ἑορται̃ς μου φυλάξονται καὶ τὰ σάββατά μου ἁγιάσουσιν
25 καὶ ἐπὶ ψυχὴν ἀνθρώπου οὐκ εἰσελεύσονται του̃ μιανθη̃ναι ἀλλ' ἢ ἐπὶ πατρὶ καὶ ἐπὶ μητρὶ καὶ ἐπὶ υἱω̨̃ καὶ ἐπὶ θυγατρὶ καὶ ἐπὶ ἀδελφω̨̃ καὶ ἐπὶ ἀδελφη̨̃ αὐτου̃ ἣ οὐ γέγονεν ἀνδρί μιανθήσεται
26 καὶ μετὰ τὸ καθαρισθη̃ναι αὐτὸν ἑπτὰ ἡμέρας ἐξαριθμήσει αὐτω̨̃
27 καὶ ἡ̨̃ ἂν ἡμέρα̨ εἰσπορεύωνται εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν του̃ λειτουργει̃ν ἐν τω̨̃ ἁγίω̨ προσοίσουσιν ἱλασμόν λέγει κύριος ὁ θεός
28 καὶ ἔσται αὐτοι̃ς εἰς κληρονομίαν ἐγὼ κληρονομία αὐτοι̃ς καὶ κατάσχεσις αὐτοι̃ς οὐ δοθήσεται ἐν τοι̃ς υἱοι̃ς Ισραηλ ὅτι ἐγὼ κατάσχεσις αὐτω̃ν
29 καὶ τὰς θυσίας καὶ τὰ ὑπὲρ ἁμαρτίας καὶ τὰ ὑπὲρ ἀγνοίας οὑ̃τοι φάγονται καὶ πα̃ν ἀφόρισμα ἐν τω̨̃ Ισραηλ αὐτοι̃ς ἔσται
30 ἀπαρχαὶ πάντων καὶ τὰ πρωτότοκα πάντων καὶ τὰ ἀφαιρέματα πάντα ἐκ πάντων τω̃ν ἀπαρχω̃ν ὑμω̃ν τοι̃ς ἱερευ̃σιν ἔσται καὶ τὰ πρωτογενήματα ὑμω̃ν δώσετε τω̨̃ ἱερει̃ του̃ θει̃ναι εὐλογίας ὑμω̃ν ἐπὶ τοὺς οἴκους ὑμω̃ν
31 καὶ πα̃ν θνησιμαι̃ον καὶ θηριάλωτον ἐκ τω̃ν πετεινω̃ν καὶ ἐκ τω̃ν κτηνω̃ν οὐ φάγονται οἱ ἱερει̃ς

ΙΕΖΕΚΙΗΛ, κεφαλίς 45

1 καὶ ἐν τω̨̃ καταμετρει̃σθαι ὑμα̃ς τὴν γη̃ν ἐν κληρονομία̨ ἀφοριει̃τε ἀπαρχὴν τω̨̃ κυρίω̨ ἅγιον ἀπὸ τη̃ς γη̃ς πέντε καὶ εἴκοσι χιλιάδας μη̃κος καὶ εὐ̃ρος εἴκοσι χιλιάδας ἅγιον ἔσται ἐν πα̃σι τοι̃ς ὁρίοις αὐτου̃ κυκλόθεν
2 καὶ ἔσται ἐκ τούτου εἰς ἁγίασμα πεντακόσιοι ἐπὶ πεντακοσίους τετράγωνον κυκλόθεν καὶ πήχεις πεντήκοντα διάστημα αὐτω̨̃ κυκλόθεν
3 καὶ ἐκ ταύτης τη̃ς διαμετρήσεως διαμετρήσεις μη̃κος πέντε καὶ εἴκοσι χιλιάδας καὶ εὐ̃ρος δέκα χιλιάδας καὶ ἐν αὐτη̨̃ ἔσται τὸ ἁγίασμα ἅγια τω̃ν ἁγίων
4 ἀπὸ τη̃ς γη̃ς ἔσται τοι̃ς ἱερευ̃σιν τοι̃ς λειτουργου̃σιν ἐν τω̨̃ ἁγίω̨ καὶ ἔσται τοι̃ς ἐγγίζουσι λειτουργει̃ν τω̨̃ κυρίω̨ καὶ ἔσται αὐτοι̃ς τόπος εἰς οἴκους ἀφωρισμένους τω̨̃ ἁγιασμω̨̃ αὐτω̃ν
5 εἴκοσι καὶ πέντε χιλιάδες μη̃κος καὶ εὐ̃ρος δέκα χιλιάδες ἔσται τοι̃ς Λευίταις τοι̃ς λειτουργου̃σιν τω̨̃ οἴκω̨ αὐτοι̃ς εἰς κατάσχεσιν πόλεις του̃ κατοικει̃ν
6 καὶ τὴν κατάσχεσιν τη̃ς πόλεως δώσεις πέντε χιλιάδας εὐ̃ρος καὶ μη̃κος πέντε καὶ εἴκοσι χιλιάδας ὃν τρόπον ἡ ἀπαρχὴ τω̃ν ἁγίων παντὶ οἴκω̨ Ισραηλ ἔσονται
7 καὶ τω̨̃ ἡγουμένω̨ ἐκ τούτου καὶ ἀπὸ τούτου εἰς τὰς ἀπαρχὰς τω̃ν ἁγίων εἰς κατάσχεσιν τη̃ς πόλεως κατὰ πρόσωπον τω̃ν ἀπαρχω̃ν τω̃ν ἁγίων καὶ κατὰ πρόσωπον τη̃ς κατασχέσεως τη̃ς πόλεως τὰ πρὸς θάλασσαν καὶ ἀπὸ τω̃ν πρὸς θάλασσαν πρὸς ἀνατολάς καὶ τὸ μη̃κος ὡς μία τω̃ν μερίδων ἀπὸ τω̃ν ὁρίων τω̃ν πρὸς θάλασσαν καὶ τὸ μη̃κος ἐπὶ τὰ ὅρια τὰ πρὸς ἀνατολὰς τη̃ς γη̃ς
8 καὶ ἔσται αὐτω̨̃ εἰς κατάσχεσιν ἐν τω̨̃ Ισραηλ καὶ οὐ καταδυναστεύσουσιν οὐκέτι οἱ ἀφηγούμενοι του̃ Ισραηλ τὸν λαόν μου καὶ τὴν γη̃ν κατακληρονομήσουσιν οἰ̃κος Ισραηλ κατὰ φυλὰς αὐτω̃ν
9 τάδε λέγει κύριος θεός ἱκανούσθω ὑμι̃ν οἱ ἀφηγούμενοι του̃ Ισραηλ ἀδικίαν καὶ ταλαιπωρίαν ἀφέλεσθε καὶ κρίμα καὶ δικαιοσύνην ποιήσατε ἐξάρατε καταδυναστείαν ἀπὸ του̃ λαου̃ μου λέγει κύριος θεός
10 ζυγὸς δίκαιος καὶ μέτρον δίκαιον καὶ χοι̃νιξ δικαία ἔστω ὑμι̃ν
11 τὸ μέτρον καὶ ἡ χοι̃νιξ ὁμοίως μία ἔσται του̃ λαμβάνειν τὸ δέκατον του̃ γομορ ἡ χοι̃νιξ καὶ τὸ δέκατον του̃ γομορ τὸ μέτρον πρὸς τὸ γομορ ἔσται ἴσον
12 καὶ τὸ στάθμιον εἴκοσι ὀβολοί οἱ πέντε σίκλοι πέντε καὶ οἱ δέκα σίκλοι δέκα καὶ πεντήκοντα σίκλοι ἡ μνα̃ ἔσται ὑμι̃ν
13 καὶ αὕτη ἡ ἀπαρχή ἣν ἀφοριει̃τε ἕκτον του̃ μέτρου ἀπὸ του̃ γομορ του̃ πυρου̃ καὶ τὸ ἕκτον του̃ οιφι ἀπὸ του̃ κόρου τω̃ν κριθω̃ν
14 καὶ τὸ πρόσταγμα του̃ ἐλαίου κοτύλην ἐλαίου ἀπὸ δέκα κοτυλω̃ν ὅτι αἱ δέκα κοτύλαι εἰσὶν γομορ
15 καὶ πρόβατον ἀπὸ τω̃ν δέκα προβάτων ἀφαίρεμα ἐκ πασω̃ν τω̃ν πατριω̃ν του̃ Ισραηλ εἰς θυσίας καὶ εἰς ὁλοκαυτώματα καὶ εἰς σωτηρίου του̃ ἐξιλάσκεσθαι περὶ ὑμω̃ν λέγει κύριος θεός
16 καὶ πα̃ς ὁ λαὸς δώσει τὴν ἀπαρχὴν ταύτην τω̨̃ ἀφηγουμένω̨ του̃ Ισραηλ
17 καὶ διὰ του̃ ἀφηγουμένου ἔσται τὰ ὁλοκαυτώματα καὶ αἱ θυσίαι καὶ αἱ σπονδαὶ ἔσονται ἐν ται̃ς ἑορται̃ς καὶ ἐν ται̃ς νουμηνίαις καὶ ἐν τοι̃ς σαββάτοις καὶ ἐν πάσαις ται̃ς ἑορται̃ς οἴκου Ισραηλ αὐτὸς ποιήσει τὰ ὑπὲρ ἁμαρτίας καὶ τὴν θυσίαν καὶ τὰ ὁλοκαυτώματα καὶ τὰ του̃ σωτηρίου του̃ ἐξιλάσκεσθαι ὑπὲρ του̃ οἴκου Ισραηλ
18 τάδε λέγει κύριος θεός ἐν τω̨̃ πρώτω̨ μηνὶ μια̨̃ του̃ μηνὸς λήμψεσθε μόσχον ἐκ βοω̃ν ἄμωμον του̃ ἐξιλάσασθαι τὸ ἅγιον
19 καὶ λήμψεται ὁ ἱερεὺς ἀπὸ του̃ αἵματος του̃ ἐξιλασμου̃ καὶ δώσει ἐπὶ τὰς φλιὰς του̃ οἴκου καὶ ἐπὶ τὰς τέσσαρας γωνίας του̃ ἱερου̃ καὶ ἐπὶ τὸ θυσιαστήριον καὶ ἐπὶ τὰς φλιὰς τη̃ς πύλης τη̃ς αὐλη̃ς τη̃ς ἐσωτέρας
20 καὶ οὕτως ποιήσεις ἐν τω̨̃ ἑβδόμω̨ μηνὶ μια̨̃ του̃ μηνὸς λήμψη̨ παρ' ἑκάστου ἀπόμοιραν καὶ ἐξιλάσεσθε τὸν οἰ̃κον
21 καὶ ἐν τω̨̃ πρώτω̨ μηνὶ τεσσαρεσκαιδεκάτη̨ του̃ μηνὸς ἔσται ὑμι̃ν τὸ πασχα ἑορτή ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσθε
22 καὶ ποιήσει ὁ ἀφηγούμενος ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ ὑπὲρ αὑτου̃ καὶ του̃ οἴκου καὶ ὑπὲρ παντὸς του̃ λαου̃ τη̃ς γη̃ς μόσχον ὑπὲρ ἁμαρτίας
23 καὶ τὰς ἑπτὰ ἡμέρας τη̃ς ἑορτη̃ς ποιήσει ὁλοκαυτώματα τω̨̃ κυρίω̨ ἑπτὰ μόσχους καὶ ἑπτὰ κριοὺς ἀμώμους καθ' ἡμέραν τὰς ἑπτὰ ἡμέρας καὶ ὑπὲρ ἁμαρτίας ἔριφον αἰγω̃ν καθ' ἡμέραν
24 καὶ θυσίαν πέμμα τω̨̃ μόσχω̨ καὶ πέμμα τω̨̃ κριω̨̃ ποιήσεις καὶ ἐλαίου τὸ ιν τω̨̃ πέμματι
25 καὶ ἐν τω̨̃ ἑβδόμω̨ μηνὶ πεντεκαιδεκάτη̨ του̃ μηνὸς ἐν τη̨̃ ἑορτη̨̃ ποιήσεις κατὰ τὰ αὐτὰ ἑπτὰ ἡμέρας καθὼς τὰ ὑπὲρ τη̃ς ἁμαρτίας καὶ καθὼς τὰ ὁλοκαυτώματα καὶ καθὼς τὸ μαναα καὶ καθὼς τὸ ἔλαιον

ΙΕΖΕΚΙΗΛ, κεφαλίς 46

1 τάδε λέγει κύριος θεός πύλη ἡ ἐν τη̨̃ αὐλη̨̃ τη̨̃ ἐσωτέρα̨ ἡ βλέπουσα πρὸς ἀνατολὰς ἔσται κεκλεισμένη ἓξ ἡμέρας τὰς ἐνεργούς ἐν δὲ τη̨̃ ἡμέρα̨ τω̃ν σαββάτων ἀνοιχθήσεται καὶ ἐν τη̨̃ ἡμέρα̨ τη̃ς νουμηνίας ἀνοιχθήσεται
2 καὶ εἰσελεύσεται ὁ ἀφηγούμενος κατὰ τὴν ὁδὸν του̃ αιλαμ τη̃ς πύλης τη̃ς ἔξωθεν καὶ στήσεται ἐπὶ τὰ πρόθυρα τη̃ς πύλης καὶ ποιήσουσιν οἱ ἱερει̃ς τὰ ὁλοκαυτώματα αὐτου̃ καὶ τὰ του̃ σωτηρίου αὐτου̃ καὶ προσκυνήσει ἐπὶ του̃ προθύρου τη̃ς πύλης καὶ ἐξελεύσεται καὶ ἡ πύλη οὐ μὴ κλεισθη̨̃ ἕως ἑσπέρας
3 καὶ προσκυνήσει ὁ λαὸς τη̃ς γη̃ς κατὰ τὰ πρόθυρα τη̃ς πύλης ἐκείνης ἐν τοι̃ς σαββάτοις καὶ ἐν ται̃ς νουμηνίαις ἐναντίον κυρίου
4 καὶ τὰ ὁλοκαυτώματα προσοίσει ὁ ἀφηγούμενος τω̨̃ κυρίω̨ ἐν τη̨̃ ἡμέρα̨ τω̃ν σαββάτων ἓξ ἀμνοὺς ἀμώμους καὶ κριὸν ἄμωμον
5 καὶ μαναα πέμμα τω̨̃ κριω̨̃ καὶ τοι̃ς ἀμνοι̃ς θυσίαν δόμα χειρὸς αὐτου̃ καὶ ἐλαίου τὸ ιν τω̨̃ πέμματι
6 καὶ ἐν τη̨̃ ἡμέρα̨ τη̃ς νουμηνίας μόσχον ἄμωμον καὶ ἓξ ἀμνούς καὶ κριὸς ἄμωμος ἔσται
7 καὶ πέμμα τω̨̃ κριω̨̃ καὶ πέμμα τω̨̃ μόσχω̨ ἔσται μαναα καὶ τοι̃ς ἀμνοι̃ς καθὼς ἐὰν ἐκποιη̨̃ ἡ χεὶρ αὐτου̃ καὶ ἐλαίου τὸ ιν τω̨̃ πέμματι
8 καὶ ἐν τω̨̃ εἰσπορεύεσθαι τὸν ἀφηγούμενον κατὰ τὴν ὁδὸν του̃ αιλαμ τη̃ς πύλης εἰσελεύσεται καὶ κατὰ τὴν ὁδὸν τη̃ς πύλης ἐξελεύσεται
9 καὶ ὅταν εἰσπορεύηται ὁ λαὸς τη̃ς γη̃ς ἐναντίον κυρίου ἐν ται̃ς ἑορται̃ς ὁ εἰσπορευόμενος κατὰ τὴν ὁδὸν τη̃ς πύλης τη̃ς πρὸς βορρα̃ν προσκυνει̃ν ἐξελεύσεται κατὰ τὴν ὁδὸν τη̃ς πύλης τη̃ς πρὸς νότον καὶ ὁ εἰσπορευόμενος κατὰ τὴν ὁδὸν τη̃ς πύλης τη̃ς πρὸς νότον ἐξελεύσεται κατὰ τὴν ὁδὸν τη̃ς πύλης τη̃ς πρὸς βορρα̃ν οὐκ ἀναστρέψει κατὰ τὴν πύλην ἣν εἰσελήλυθεν ἀλλ' ἢ κατ' εὐθὺ αὐτη̃ς ἐξελεύσεται
10 καὶ ὁ ἀφηγούμενος ἐν μέσω̨ αὐτω̃ν ἐν τω̨̃ εἰσπορεύεσθαι αὐτοὺς εἰσελεύσεται μετ' αὐτω̃ν καὶ ἐν τω̨̃ ἐκπορεύεσθαι αὐτοὺς ἐξελεύσεται
11 καὶ ἐν ται̃ς ἑορται̃ς καὶ ἐν ται̃ς πανηγύρεσιν ἔσται τὸ μαναα πέμμα τω̨̃ μόσχω̨ καὶ πέμμα τω̨̃ κριω̨̃ καὶ τοι̃ς ἀμνοι̃ς καθὼς ἂν ἐκποιη̨̃ ἡ χεὶρ αὐτου̃ καὶ ἐλαίου τὸ ιν τω̨̃ πέμματι
12 ἐὰν δὲ ποιήση̨ ὁ ἀφηγούμενος ὁμολογίαν ὁλοκαύτωμα σωτηρίου τω̨̃ κυρίω̨ καὶ ἀνοίξει ἑαυτω̨̃ τὴν πύλην τὴν βλέπουσαν κατ' ἀνατολὰς καὶ ποιήσει τὸ ὁλοκαύτωμα αὐτου̃ καὶ τὰ του̃ σωτηρίου αὐτου̃ ὃν τρόπον ποιει̃ ἐν τη̨̃ ἡμέρα̨ τω̃ν σαββάτων καὶ ἐξελεύσεται καὶ κλείσει τὰς θύρας μετὰ τὸ ἐξελθει̃ν αὐτόν
13 καὶ ἀμνὸν ἐνιαύσιον ἄμωμον ποιήσει εἰς ὁλοκαύτωμα καθ' ἡμέραν τω̨̃ κυρίω̨ πρωὶ ποιήσει αὐτόν
14 καὶ μαναα ποιήσει ἐπ' αὐτω̨̃ τὸ πρωὶ ἕκτον του̃ μέτρου καὶ ἐλαίου τὸ τρίτον του̃ ιν του̃ ἀναμει̃ξαι τὴν σεμίδαλιν μαναα τω̨̃ κυρίω̨ πρόσταγμα διὰ παντός
15 ποιήσετε τὸν ἀμνὸν καὶ τὸ μαναα καὶ τὸ ἔλαιον ποιήσετε τὸ πρωὶ ὁλοκαύτωμα διὰ παντός
16 τάδε λέγει κύριος θεός ἐὰν δω̨̃ ὁ ἀφηγούμενος δόμα ἑνὶ ἐκ τω̃ν υἱω̃ν αὐτου̃ ἐκ τη̃ς κληρονομίας αὐτου̃ του̃το τοι̃ς υἱοι̃ς αὐτου̃ ἔσται κατάσχεσις ἐν κληρονομία̨
17 ἐὰν δὲ δω̨̃ δόμα ἑνὶ τω̃ν παίδων αὐτου̃ καὶ ἔσται αὐτω̨̃ ἕως του̃ ἔτους τη̃ς ἀφέσεως καὶ ἀποδώσει τω̨̃ ἀφηγουμένω̨ πλὴν τη̃ς κληρονομίας τω̃ν υἱω̃ν αὐτου̃ αὐτοι̃ς ἔσται
18 καὶ οὐ μὴ λάβη̨ ὁ ἀφηγούμενος ἐκ τη̃ς κληρονομίας του̃ λαου̃ καταδυναστευ̃σαι αὐτούς ἐκ τη̃ς κατασχέσεως αὐτου̃ κατακληρονομήσει τοι̃ς υἱοι̃ς αὐτου̃ ὅπως μὴ διασκορπίζηται ὁ λαός μου ἕκαστος ἐκ τη̃ς κατασχέσεως αὐτου̃
19 καὶ εἰσήγαγέν με εἰς τὴν εἴσοδον τη̃ς κατὰ νώτου τη̃ς πύλης εἰς τὴν ἐξέδραν τω̃ν ἁγίων τω̃ν ἱερέων τὴν βλέπουσαν πρὸς βορρα̃ν καὶ ἰδοὺ τόπος ἐκει̃ κεχωρισμένος
20 καὶ εἰ̃πεν πρός με οὑ̃τος ὁ τόπος ἐστίν οὑ̃ ἑψήσουσιν ἐκει̃ οἱ ἱερει̃ς τὰ ὑπὲρ ἀγνοίας καὶ τὰ ὑπὲρ ἁμαρτίας καὶ ἐκει̃ πέψουσι τὸ μαναα τὸ παράπαν του̃ μὴ ἐκφέρειν εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν του̃ ἁγιάζειν τὸν λαόν
21 καὶ ἐξήγαγέν με εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν καὶ περιήγαγέν με ἐπὶ τὰ τέσσαρα μέρη τη̃ς αὐλη̃ς καὶ ἰδοὺ αὐλὴ κατὰ τὸ κλίτος τη̃ς αὐλη̃ς αὐλὴ κατὰ τὸ κλίτος τη̃ς αὐλη̃ς
22 ἐπὶ τὰ τέσσαρα κλίτη τη̃ς αὐλη̃ς αὐλὴ μικρά μη̃κος πηχω̃ν τεσσαράκοντα καὶ εὐ̃ρος πηχω̃ν τριάκοντα μέτρον ἓν ται̃ς τέσσαρσιν
23 καὶ ἐξέδραι κύκλω̨ ἐν αὐται̃ς κύκλω̨ ται̃ς τέσσαρσιν καὶ μαγειρει̃α γεγονότα ὑποκάτω τω̃ν ἐξεδρω̃ν κύκλω̨
24 καὶ εἰ̃πεν πρός με οὑ̃τοι οἱ οἰ̃κοι τω̃ν μαγειρείων οὑ̃ ἑψήσουσιν ἐκει̃ οἱ λειτουργου̃ντες τω̨̃ οἴκω̨ τὰ θύματα του̃ λαου̃

ΙΕΖΕΚΙΗΛ, κεφαλίς 47

1 καὶ εἰσήγαγέν με ἐπὶ τὰ πρόθυρα του̃ οἴκου καὶ ἰδοὺ ὕδωρ ἐξεπορεύετο ὑποκάτωθεν του̃ αἰθρίου κατ' ἀνατολάς ὅτι τὸ πρόσωπον του̃ οἴκου ἔβλεπεν κατ' ἀνατολάς καὶ τὸ ὕδωρ κατέβαινεν ἀπὸ του̃ κλίτους του̃ δεξιου̃ ἀπὸ νότου ἐπὶ τὸ θυσιαστήριον
2 καὶ ἐξήγαγέν με κατὰ τὴν ὁδὸν τη̃ς πύλης τη̃ς πρὸς βορρα̃ν καὶ περιήγαγέν με τὴν ὁδὸν ἔξωθεν πρὸς τὴν πύλην τη̃ς αὐλη̃ς τη̃ς βλεπούσης κατ' ἀνατολάς καὶ ἰδοὺ τὸ ὕδωρ κατεφέρετο ἀπὸ του̃ κλίτους του̃ δεξιου̃
3 καθὼς ἔξοδος ἀνδρὸς ἐξ ἐναντίας καὶ μέτρον ἐν τη̨̃ χειρὶ αὐτου̃ καὶ διεμέτρησεν χιλίους ἐν τω̨̃ μέτρω̨ καὶ διη̃λθεν ἐν τω̨̃ ὕδατι ὕδωρ ἀφέσεως
4 καὶ διεμέτρησεν χιλίους καὶ διη̃λθεν ἐν τω̨̃ ὕδατι ὕδωρ ἕως τω̃ν μηρω̃ν καὶ διεμέτρησεν χιλίους καὶ διη̃λθεν ὕδωρ ἕως ὀσφύος
5 καὶ διεμέτρησεν χιλίους καὶ οὐκ ἠδύνατο διελθει̃ν ὅτι ἐξύβριζεν τὸ ὕδωρ ὡς ῥοι̃ζος χειμάρρου ὃν οὐ διαβήσονται
6 καὶ εἰ̃πεν πρός με εἰ ἑώρακας υἱὲ ἀνθρώπου καὶ ἤγαγέν με ἐπὶ τὸ χει̃λος του̃ ποταμου̃
7 ἐν τη̨̃ ἐπιστροφη̨̃ μου καὶ ἰδοὺ ἐπὶ του̃ χείλους του̃ ποταμου̃ δένδρα πολλὰ σφόδρα ἔνθεν καὶ ἔνθεν
8 καὶ εἰ̃πεν πρός με τὸ ὕδωρ του̃το τὸ ἐκπορευόμενον εἰς τὴν Γαλιλαίαν τὴν πρὸς ἀνατολὰς καὶ κατέβαινεν ἐπὶ τὴν 'Αραβίαν καὶ ἤρχετο ἕως ἐπὶ τὴν θάλασσαν ἐπὶ τὸ ὕδωρ τη̃ς διεκβολη̃ς καὶ ὑγιάσει τὰ ὕδατα
9 καὶ ἔσται πα̃σα ψυχὴ τω̃ν ζώ̨ων τω̃ν ἐκζεόντων ἐπὶ πάντα ἐφ' ἃ ἂν ἐπέλθη̨ ἐκει̃ ὁ ποταμός ζήσεται καὶ ἔσται ἐκει̃ ἰχθὺς πολὺς σφόδρα ὅτι ἥκει ἐκει̃ τὸ ὕδωρ του̃το καὶ ὑγιάσει καὶ ζήσεται πα̃ν ἐφ' ὃ ἂν ἐπέλθη̨ ὁ ποταμὸς ἐκει̃ ζήσεται
10 καὶ στήσονται ἐκει̃ ἁλεει̃ς ἀπὸ Αινγαδιν ἕως Αιναγαλιμ ψυγμὸς σαγηνω̃ν ἔσται καθ' αὑτὴν ἔσται καὶ οἱ ἰχθύες αὐτη̃ς ὡς οἱ ἰχθύες τη̃ς θαλάσσης τη̃ς μεγάλης πλη̃θος πολὺ σφόδρα
11 καὶ ἐν τη̨̃ διεκβολη̨̃ αὐτου̃ καὶ ἐν τη̨̃ ἐπιστροφη̨̃ αὐτου̃ καὶ ἐν τη̨̃ ὑπεράρσει αὐτου̃ οὐ μὴ ὑγιάσωσιν εἰς ἅλας δέδονται
12 καὶ ἐπὶ του̃ ποταμου̃ ἀναβήσεται ἐπὶ του̃ χείλους αὐτου̃ ἔνθεν καὶ ἔνθεν πα̃ν ξύλον βρώσιμον οὐ μὴ παλαιωθη̨̃ ἐπ' αὐτου̃ οὐδὲ μὴ ἐκλίπη̨ ὁ καρπὸς αὐτου̃ τη̃ς καινότητος αὐτου̃ πρωτοβολήσει διότι τὰ ὕδατα αὐτω̃ν ἐκ τω̃ν ἁγίων ταυ̃τα ἐκπορεύεται καὶ ἔσται ὁ καρπὸς αὐτω̃ν εἰς βρω̃σιν καὶ ἀνάβασις αὐτω̃ν εἰς ὑγίειαν
13 τάδε λέγει κύριος θεός ταυ̃τα τὰ ὅρια κατακληρονομήσετε τη̃ς γη̃ς ται̃ς δώδεκα φυλαι̃ς τω̃ν υἱω̃ν Ισραηλ πρόσθεσις σχοινίσματος
14 καὶ κατακληρονομήσετε αὐτὴν ἕκαστος καθὼς ὁ ἀδελφὸς αὐτου̃ εἰς ἣν ἠ̃ρα τὴν χει̃ρά μου του̃ δου̃ναι αὐτὴν τοι̃ς πατράσιν αὐτω̃ν καὶ πεσει̃ται ἡ γη̃ αὕτη ὑμι̃ν ἐν κληρονομία̨
15 καὶ ταυ̃τα τὰ ὅρια τη̃ς γη̃ς πρὸς βορρα̃ν ἀπὸ τη̃ς θαλάσσης τη̃ς μεγάλης τη̃ς καταβαινούσης καὶ περισχιζούσης τη̃ς εἰσόδου Ημαθ Σεδδαδα
16 Βηρωθα Σεβραιμ Ηλιαμ ἀνὰ μέσον ὁρίων Δαμασκου̃ καὶ ἀνὰ μέσον ὁρίων Ημαθ αὐλὴ του̃ Σαυναν αἵ εἰσιν ἐπάνω τω̃ν ὁρίων Αυρανίτιδος
17 ταυ̃τα τὰ ὅρια ἀπὸ τη̃ς θαλάσσης ἀπὸ τη̃ς αὐλη̃ς του̃ Αιναν ὅρια Δαμασκου̃ καὶ τὰ πρὸς βορρα̃ν
18 καὶ τὰ πρὸς ἀνατολὰς ἀνὰ μέσον τη̃ς Αυρανίτιδος καὶ ἀνὰ μέσον Δαμασκου̃ καὶ ἀνὰ μέσον τη̃ς Γαλααδίτιδος καὶ ἀνὰ μέσον τη̃ς γη̃ς του̃ Ισραηλ ὁ Ιορδάνης διορίζει ἐπὶ τὴν θάλασσαν τὴν πρὸς ἀνατολὰς Φοινικω̃νος ταυ̃τα τὰ πρὸς ἀνατολάς
19 καὶ τὰ πρὸς νότον καὶ λίβα ἀπὸ Θαιμαν καὶ Φοινικω̃νος ἕως ὕδατος Μαριμωθ Καδης παρεκτει̃νον ἐπὶ τὴν θάλασσαν τὴν μεγάλην του̃το τὸ μέρος νότος καὶ λίψ
20 του̃το τὸ μέρος τη̃ς θαλάσσης τη̃ς μεγάλης ὁρίζει ἕως κατέναντι τη̃ς εἰσόδου Ημαθ ἕως εἰσόδου αὐτου̃ ταυ̃τά ἐστιν τὰ πρὸς θάλασσαν Ημαθ
21 καὶ διαμερίσετε τὴν γη̃ν ταύτην αὐτοι̃ς ται̃ς φυλαι̃ς του̃ Ισραηλ
22 βαλει̃τε αὐτὴν ἐν κλήρω̨ ὑμι̃ν καὶ τοι̃ς προσηλύτοις τοι̃ς παροικου̃σιν ἐν μέσω̨ ὑμω̃ν οἵτινες ἐγέννησαν υἱοὺς ἐν μέσω̨ ὑμω̃ν καὶ ἔσονται ὑμι̃ν ὡς αὐτόχθονες ἐν τοι̃ς υἱοι̃ς του̃ Ισραηλ μεθ' ὑμω̃ν φάγονται ἐν κληρονομία̨ ἐν μέσω̨ τω̃ν φυλω̃ν του̃ Ισραηλ
23 καὶ ἔσονται ἐν φυλη̨̃ προσηλύτων ἐν τοι̃ς προσηλύτοις τοι̃ς μετ' αὐτω̃ν ἐκει̃ δώσετε κληρονομίαν αὐτοι̃ς λέγει κύριος θεός

ΙΕΖΕΚΙΗΛ, κεφαλίς 48

1 καὶ ταυ̃τα τὰ ὀνόματα τω̃ν φυλω̃ν ἀπὸ τη̃ς ἀρχη̃ς τη̃ς πρὸς βορρα̃ν κατὰ τὸ μέρος τη̃ς καταβάσεως του̃ περισχίζοντος ἐπὶ τὴν εἴσοδον τη̃ς Ημαθ αὐλη̃ς του̃ Αιναν ὅριον Δαμασκου̃ πρὸς βορρα̃ν κατὰ μέρος Ημαθ αὐλη̃ς καὶ ἔσται αὐτοι̃ς τὰ πρὸς ἀνατολὰς ἕως πρὸς θάλασσαν Δαν μία
2 καὶ ἀπὸ τω̃ν ὁρίων του̃ Δαν τὰ πρὸς ἀνατολὰς ἕως τω̃ν πρὸς θάλασσαν Ασηρ μία
3 καὶ ἀπὸ τω̃ν ὁρίων Ασηρ ἀπὸ τω̃ν πρὸς ἀνατολὰς ἕως τω̃ν πρὸς θάλασσαν Νεφθαλιμ μία
4 καὶ ἀπὸ τω̃ν ὁρίων Νεφθαλι ἀπὸ τω̃ν πρὸς ἀνατολὰς ἕως τω̃ν πρὸς θάλασσαν Μανασση μία
5 καὶ ἀπὸ τω̃ν ὁρίων Μανασση ἀπὸ τω̃ν πρὸς ἀνατολὰς ἕως τω̃ν πρὸς θάλασσαν Εφραιμ μία
6 καὶ ἀπὸ τω̃ν ὁρίων Εφραιμ ἀπὸ τω̃ν πρὸς ἀνατολὰς ἕως τω̃ν πρὸς θάλασσαν Ρουβην μία
7 καὶ ἀπὸ τω̃ν ὁρίων Ρουβην ἀπὸ τω̃ν πρὸς ἀνατολὰς ἕως τω̃ν πρὸς θάλασσαν Ιουδα μία
8 καὶ ἀπὸ τω̃ν ὁρίων Ιουδα ἀπὸ τω̃ν πρὸς ἀνατολὰς ἕως τω̃ν πρὸς θάλασσαν ἔσται ἡ ἀπαρχὴ του̃ ἀφορισμου̃ πέντε καὶ εἴκοσι χιλιάδες εὐ̃ρος καὶ μη̃κος καθὼς μία τω̃ν μερίδων ἀπὸ τω̃ν πρὸς ἀνατολὰς καὶ ἕως τω̃ν πρὸς θάλασσαν καὶ ἔσται τὸ ἅγιον ἐν μέσω̨ αὐτω̃ν
9 ἀπαρχή ἣν ἀφοριου̃σι τω̨̃ κυρίω̨ μη̃κος πέντε καὶ εἴκοσι χιλιάδες καὶ εὐ̃ρος εἴκοσι καὶ πέντε χιλιάδες
10 τούτων ἔσται ἡ ἀπαρχὴ τω̃ν ἁγίων τοι̃ς ἱερευ̃σιν πρὸς βορρα̃ν πέντε καὶ εἴκοσι χιλιάδες καὶ πρὸς θάλασσαν πλάτος δέκα χιλιάδες καὶ πρὸς ἀνατολὰς πλάτος δέκα χιλιάδες καὶ πρὸς νότον μη̃κος εἴκοσι καὶ πέντε χιλιάδες καὶ τὸ ὄρος τω̃ν ἁγίων ἔσται ἐν μέσω̨ αὐτου̃
11 τοι̃ς ἱερευ̃σι τοι̃ς ἡγιασμένοις υἱοι̃ς Σαδδουκ τοι̃ς φυλάσσουσι τὰς φυλακὰς του̃ οἴκου οἵτινες οὐκ ἐπλανήθησαν ἐν τη̨̃ πλανήσει υἱω̃ν Ισραηλ ὃν τρόπον ἐπλανήθησαν οἱ Λευι̃ται
12 καὶ ἔσται αὐτοι̃ς ἡ ἀπαρχὴ δεδομένη ἐκ τω̃ν ἀπαρχω̃ν τη̃ς γη̃ς ἅγιον ἁγίων ἀπὸ τω̃ν ὁρίων τω̃ν Λευιτω̃ν
13 τοι̃ς δὲ Λευίταις τὰ ἐχόμενα τω̃ν ὁρίων τω̃ν ἱερέων μη̃κος πέντε καὶ εἴκοσι χιλιάδες καὶ εὐ̃ρος δέκα χιλιάδες πα̃ν τὸ μη̃κος πέντε καὶ εἴκοσι χιλιάδες καὶ εὐ̃ρος εἴκοσι χιλιάδες
14 οὐ πραθήσεται ἐξ αὐτου̃ οὐδὲ καταμετρηθήσεται οὐδὲ ἀφαιρεθήσεται τὰ πρωτογενήματα τη̃ς γη̃ς ὅτι ἅγιόν ἐστιν τω̨̃ κυρίω̨
15 τὰς δὲ πέντε χιλιάδας τὰς περισσὰς ἐπὶ τω̨̃ πλάτει ἐπὶ ται̃ς πέντε καὶ εἴκοσι χιλιάσιν προτείχισμα ἔσται τη̨̃ πόλει εἰς τὴν κατοικίαν καὶ εἰς διάστημα αὐτου̃ καὶ ἔσται ἡ πόλις ἐν μέσω̨ αὐτου̃
16 καὶ ταυ̃τα τὰ μέτρα αὐτη̃ς ἀπὸ τω̃ν πρὸς βορρα̃ν πεντακόσιοι καὶ τετρακισχίλιοι καὶ ἀπὸ τω̃ν πρὸς νότον πεντακόσιοι καὶ τέσσαρες χιλιάδες καὶ ἀπὸ τω̃ν πρὸς ἀνατολὰς πεντακόσιοι καὶ τέσσαρες χιλιάδες καὶ ἀπὸ τω̃ν πρὸς θάλασσαν τετρακισχιλίους πεντακοσίους
17 καὶ ἔσται διάστημα τη̨̃ πόλει πρὸς βορρα̃ν διακόσιοι πεντήκοντα καὶ πρὸς νότον διακόσιοι καὶ πεντήκοντα καὶ πρὸς ἀνατολὰς διακόσιοι πεντήκοντα καὶ πρὸς θάλασσαν διακόσιοι πεντήκοντα
18 καὶ τὸ περισσὸν του̃ μήκους τὸ ἐχόμενον τω̃ν ἀπαρχω̃ν τω̃ν ἁγίων δέκα χιλιάδες πρὸς ἀνατολὰς καὶ δέκα χιλιάδες πρὸς θάλασσαν καὶ ἔσονται αἱ ἀπαρχαὶ του̃ ἁγίου καὶ ἔσται τὰ γενήματα αὐτη̃ς εἰς ἄρτους τοι̃ς ἐργαζομένοις τὴν πόλιν
19 οἱ δὲ ἐργαζόμενοι τὴν πόλιν ἐργω̃νται αὐτὴν ἐκ πασω̃ν τω̃ν φυλω̃ν του̃ Ισραηλ
20 πα̃σα ἡ ἀπαρχὴ πέντε καὶ εἴκοσι χιλιάδες ἐπὶ πέντε καὶ εἴκοσι χιλιάδας τετράγωνον ἀφοριει̃τε αὐτου̃ τὴν ἀπαρχὴν του̃ ἁγίου ἀπὸ τη̃ς κατασχέσεως τη̃ς πόλεως
21 τὸ δὲ περισσὸν τω̨̃ ἀφηγουμένω̨ ἐκ τούτου καὶ ἐκ τούτου ἀπὸ τω̃ν ἀπαρχω̃ν του̃ ἁγίου καὶ εἰς τὴν κατάσχεσιν τη̃ς πόλεως ἐπὶ πέντε καὶ εἴκοσι χιλιάδας μη̃κος ἕως τω̃ν ὁρίων τω̃ν πρὸς ἀνατολὰς καὶ πρὸς θάλασσαν ἐπὶ πέντε καὶ εἴκοσι χιλιάδας ἕως τω̃ν ὁρίων τω̃ν πρὸς θάλασσαν ἐχόμενα τω̃ν μερίδων του̃ ἀφηγουμένου καὶ ἔσται ἡ ἀπαρχὴ τω̃ν ἁγίων καὶ τὸ ἁγίασμα του̃ οἴκου ἐν μέσω̨ αὐτη̃ς
22 καὶ ἀπὸ τη̃ς κατασχέσεως τω̃ν Λευιτω̃ν καὶ ἀπὸ τη̃ς κατασχέσεως τη̃ς πόλεως ἐν μέσω̨ τω̃ν ἀφηγουμένων ἔσται ἀνὰ μέσον τω̃ν ὁρίων Ιουδα καὶ ἀνὰ μέσον τω̃ν ὁρίων Βενιαμιν τω̃ν ἀφηγουμένων ἔσται
23 καὶ τὸ περισσὸν τω̃ν φυλω̃ν ἀπὸ τω̃ν πρὸς ἀνατολὰς ἕως τω̃ν πρὸς θάλασσαν Βενιαμιν μία
24 καὶ ἀπὸ τω̃ν ὁρίων τω̃ν Βενιαμιν ἀπὸ τω̃ν πρὸς ἀνατολὰς ἕως τω̃ν πρὸς θάλασσαν Συμεων μία
25 καὶ ἀπὸ τω̃ν ὁρίων τω̃ν Συμεων ἀπὸ τω̃ν πρὸς ἀνατολὰς ἕως τω̃ν πρὸς θάλασσαν Ισσαχαρ μία
26 καὶ ἀπὸ τω̃ν ὁρίων τω̃ν Ισσαχαρ ἀπὸ τω̃ν πρὸς ἀνατολὰς ἕως τω̃ν πρὸς θάλασσαν Ζαβουλων μία
27 καὶ ἀπὸ τω̃ν ὁρίων τω̃ν Ζαβουλων ἀπὸ τω̃ν πρὸς ἀνατολὰς ἕως τω̃ν πρὸς θάλασσαν Γαδ μία
28 καὶ ἀπὸ τω̃ν ὁρίων τω̃ν Γαδ ἕως τω̃ν πρὸς λίβα καὶ ἔσται τὰ ὅρια αὐτου̃ ἀπὸ Θαιμαν καὶ ὕδατος Μαριμωθ Καδης κληρονομίας ἕως τη̃ς θαλάσσης τη̃ς μεγάλης
29 αὕτη ἡ γη̃ ἣν βαλει̃τε ἐν κλήρω̨ ται̃ς φυλαι̃ς Ισραηλ καὶ οὑ̃τοι οἱ διαμερισμοὶ αὐτω̃ν λέγει κύριος θεός
30 καὶ αὑ̃ται αἱ διεκβολαὶ τη̃ς πόλεως αἱ πρὸς βορρα̃ν τετρακισχίλιοι καὶ πεντακόσιοι μέτρω̨
31 καὶ αἱ πύλαι τη̃ς πόλεως ἐπ' ὀνόμασιν φυλω̃ν του̃ Ισραηλ πύλαι τρει̃ς πρὸς βορρα̃ν πύλη Ρουβην μία καὶ πύλη Ιουδα μία καὶ πύλη Λευι μία
32 καὶ τὰ πρὸς ἀνατολὰς τετρακισχίλιοι καὶ πεντακόσιοι καὶ πύλαι τρει̃ς πύλη Ιωσηφ μία καὶ πύλη Βενιαμιν μία καὶ πύλη Δαν μία
33 καὶ τὰ πρὸς νότον τετρακισχίλιοι καὶ πεντακόσιοι μέτρω̨ καὶ πύλαι τρει̃ς πύλη Συμεων μία καὶ πύλη Ισσαχαρ μία καὶ πύλη Ζαβουλων μία
34 καὶ τὰ πρὸς θάλασσαν τετρακισχίλιοι καὶ πεντακόσιοι μέτρω̨ καὶ πύλαι τρει̃ς πύλη Γαδ μία καὶ πύλη Ασηρ μία καὶ πύλη Νεφθαλιμ μία
35 κύκλωμα δέκα καὶ ὀκτὼ χιλιάδες καὶ τὸ ὄνομα τη̃ς πόλεως ἀφ' ἡ̃ς ἂν ἡμέρας γένηται ἔσται τὸ ὄνομα αὐτη̃ς

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.