Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΙΕΖΕΚΙΗΛ, κεφαλίς 43

καὶ ἤγαγέν με ἐπὶ τὴν πύλην τὴν βλέπουσαν κατὰ ἀνατολὰς καὶ ἐξήγαγέν με
καὶ ἰδοὺ δόξα θεου̃ Ισραηλ ἤρχετο κατὰ τὴν ὁδὸν τη̃ς πύλης τη̃ς βλεπούσης πρὸς ἀνατολάς καὶ φωνὴ τη̃ς παρεμβολη̃ς ὡς φωνὴ διπλασιαζόντων πολλω̃ν καὶ ἡ γη̃ ἐξέλαμπεν ὡς φέγγος ἀπὸ τη̃ς δόξης κυκλόθεν
καὶ ἡ ὅρασις ἣν εἰ̃δον κατὰ τὴν ὅρασιν ἣν εἰ̃δον ὅτε εἰσεπορευόμην του̃ χρι̃σαι τὴν πόλιν καὶ ἡ ὅρασις του̃ ἅρματος οὑ̃ εἰ̃δον κατὰ τὴν ὅρασιν ἣν εἰ̃δον ἐπὶ του̃ ποταμου̃ του̃ Χοβαρ καὶ πίπτω ἐπὶ πρόσωπόν μου
καὶ δόξα κυρίου εἰση̃λθεν εἰς τὸν οἰ̃κον κατὰ τὴν ὁδὸν τη̃ς πύλης τη̃ς βλεπούσης κατὰ ἀνατολάς
καὶ ἀνέλαβέν με πνευ̃μα καὶ εἰσήγαγέν με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν καὶ ἰδοὺ πλήρης δόξης κυρίου ὁ οἰ̃κος
καὶ ἔστην καὶ ἰδοὺ φωνὴ ἐκ του̃ οἴκου λαλου̃ντος πρός με καὶ ὁ ἀνὴρ εἱστήκει ἐχόμενός μου
καὶ εἰ̃πεν πρός με ἑώρακας υἱὲ ἀνθρώπου τὸν τόπον του̃ θρόνου μου καὶ τὸν τόπον του̃ ἴχνους τω̃ν ποδω̃ν μου ἐν οἱ̃ς κατασκηνώσει τὸ ὄνομά μου ἐν μέσω̨ οἴκου Ισραηλ τὸν αἰω̃να καὶ οὐ βεβηλώσουσιν οὐκέτι οἰ̃κος Ισραηλ τὸ ὄνομα τὸ ἅγιόν μου αὐτοὶ καὶ οἱ ἡγούμενοι αὐτω̃ν ἐν τη̨̃ πορνεία̨ αὐτω̃ν καὶ ἐν τοι̃ς φόνοις τω̃ν ἡγουμένων ἐν μέσω̨ αὐτω̃ν
ἐν τω̨̃ τιθέναι αὐτοὺς τὸ πρόθυρόν μου ἐν τοι̃ς προθύροις αὐτω̃ν καὶ τὰς φλιάς μου ἐχομένας τω̃ν φλιω̃ν αὐτω̃ν καὶ ἔδωκαν τὸν τοι̃χόν μου ὡς συνεχόμενον ἐμου̃ καὶ αὐτω̃ν καὶ ἐβεβήλωσαν τὸ ὄνομα τὸ ἅγιόν μου ἐν ται̃ς ἀνομίαις αὐτω̃ν αἱ̃ς ἐποίουν καὶ ἐξέτριψα αὐτοὺς ἐν θυμω̨̃ μου καὶ ἐν φόνω̨
καὶ νυ̃ν ἀπωσάσθωσαν τὴν πορνείαν αὐτω̃ν καὶ τοὺς φόνους τω̃ν ἡγουμένων αὐτω̃ν ἀπ' ἐμου̃ καὶ κατασκηνώσω ἐν μέσω̨ αὐτω̃ν τὸν αἰω̃να
10 καὶ σύ υἱὲ ἀνθρώπου δει̃ξον τω̨̃ οἴκω̨ Ισραηλ τὸν οἰ̃κον καὶ κοπάσουσιν ἀπὸ τω̃ν ἁμαρτιω̃ν αὐτω̃ν καὶ τὴν ὅρασιν αὐτου̃ καὶ τὴν διάταξιν αὐτου̃
11 καὶ αὐτοὶ λήμψονται τὴν κόλασιν αὐτω̃ν περὶ πάντων ὡ̃ν ἐποίησαν καὶ διαγράψεις τὸν οἰ̃κον καὶ τὰς ἐξόδους αὐτου̃ καὶ τὴν ὑπόστασιν αὐτου̃ καὶ πάντα τὰ προστάγματα αὐτου̃ καὶ πάντα τὰ νόμιμα αὐτου̃ γνωριει̃ς αὐτοι̃ς καὶ διαγράψεις ἐναντίον αὐτω̃ν καὶ φυλάξονται πάντα τὰ δικαιώματά μου καὶ πάντα τὰ προστάγματά μου καὶ ποιήσουσιν αὐτά
12 καὶ τὴν διαγραφὴν του̃ οἴκου ἐπὶ τη̃ς κορυφη̃ς του̃ ὄρους πάντα τὰ ὅρια αὐτου̃ κυκλόθεν ἅγια ἁγίων
13 καὶ ταυ̃τα τὰ μέτρα του̃ θυσιαστηρίου ἐν πήχει του̃ πήχεος καὶ παλαιστη̃ς κόλπωμα βάθος ἐπὶ πη̃χυν καὶ πη̃χυς τὸ εὐ̃ρος καὶ γει̃σος ἐπὶ τὸ χει̃λος αὐτου̃ κυκλόθεν σπιθαμη̃ς καὶ του̃το τὸ ὕψος του̃ θυσιαστηρίου
14 ἐκ βάθους τη̃ς ἀρχη̃ς του̃ κοιλώματος αὐτου̃ πρὸς τὸ ἱλαστήριον τὸ μέγα τὸ ὑποκάτωθεν πηχω̃ν δύο καὶ τὸ εὐ̃ρος πήχεος καὶ ἀπὸ του̃ ἱλαστηρίου του̃ μικρου̃ ἐπὶ τὸ ἱλαστήριον τὸ μέγα πήχεις τέσσαρες καὶ εὐ̃ρος πη̃χυς
15 καὶ τὸ αριηλ πηχω̃ν τεσσάρων καὶ ἀπὸ του̃ αριηλ καὶ ὑπεράνω τω̃ν κεράτων πη̃χυς
16 καὶ τὸ αριηλ πηχω̃ν δώδεκα μήκους ἐπὶ πήχεις δώδεκα πλάτους τετράγωνον ἐπὶ τὰ τέσσαρα μέρη αὐτου̃
17 καὶ τὸ ἱλαστη̃ριον πηχω̃ν δέκα τεσσάρων τὸ μη̃κος ἐπὶ πήχεις δέκα τέσσαρας τὸ εὐ̃ρος ἐπὶ τέσσαρα μέρη αὐτου̃ καὶ τὸ γει̃σος αὐτω̨̃ κυκλόθεν κυκλούμενον αὐτω̨̃ ἥμισυ πήχεος καὶ τὸ κύκλωμα αὐτου̃ πη̃χυς κυκλόθεν καὶ οἱ κλιμακτη̃ρες αὐτου̃ βλέποντες κατ' ἀνατολάς
18 καὶ εἰ̃πεν πρός με υἱὲ ἀνθρώπου τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ ταυ̃τα τὰ προστάγματα του̃ θυσιαστηρίου ἐν ἡμέρα̨ ποιήσεως αὐτου̃ του̃ ἀναφέρειν ἐπ' αὐτου̃ ὁλοκαυτώματα καὶ προσχέειν πρὸς αὐτὸ αἱ̃μα
19 καὶ δώσεις τοι̃ς ἱερευ̃σι τοι̃ς Λευίταις τοι̃ς ἐκ του̃ σπέρματος Σαδδουκ τοι̃ς ἐγγίζουσι πρός με λέγει κύριος ὁ θεός του̃ λειτουργει̃ν μοι μόσχον ἐκ βοω̃ν περὶ ἁμαρτίας
20 καὶ λήμψονται ἐκ του̃ αἵματος αὐτου̃ καὶ ἐπιθήσουσιν ἐπὶ τὰ τέσσαρα κέρατα του̃ θυσιαστηρίου καὶ ἐπὶ τὰς τέσσαρας γωνίας του̃ ἱλαστηρίου καὶ ἐπὶ τὴν βάσιν κύκλω̨ καὶ ἐξιλάσονται αὐτό
21 καὶ λήμψονται τὸν μόσχον τὸν περὶ ἁμαρτίας καὶ κατακαυθήσεται ἐν τω̨̃ ἀποκεχωρισμένω̨ του̃ οἴκου ἔξωθεν τω̃ν ἁγίων
22 καὶ τη̨̃ ἡμέρα̨ τη̨̃ δευτέρα̨ λήμψονται ἐρίφους δύο αἰγω̃ν ἀμώμους ὑπὲρ ἁμαρτίας καὶ ἐξιλάσονται τὸ θυσιαστήριον καθότι ἐξιλάσαντο ἐν τω̨̃ μόσχω̨
23 καὶ μετὰ τὸ συντελέσαι σε τὸν ἐξιλασμὸν προσοίσουσι μόσχον ἐκ βοω̃ν ἄμωμον καὶ κριὸν ἐκ προβάτων ἄμωμον
24 καὶ προσοίσετε ἐναντίον κυρίου καὶ ἐπιρρίψουσιν οἱ ἱερει̃ς ἐπ' αὐτὰ ἅλα καὶ ἀνοίσουσιν αὐτὰ ὁλοκαυτώματα τω̨̃ κυρίω̨
25 ἑπτὰ ἡμέρας ποιήσεις ἔριφον ὑπὲρ ἁμαρτίας καθ' ἡμέραν καὶ μόσχον ἐκ βοω̃ν καὶ κριὸν ἐκ προβάτων ἄμωμα ποιήσουσιν
26 ἑπτὰ ἡμέρας καὶ ἐξιλάσονται τὸ θυσιαστήριον καὶ καθαριου̃σιν αὐτὸ καὶ πλήσουσιν χει̃ρας αὐτω̃ν
27 καὶ ἔσται ἀπὸ τη̃ς ἡμέρας τη̃ς ὀγδόης καὶ ἐπέκεινα ποιήσουσιν οἱ ἱερει̃ς ἐπὶ τὸ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμω̃ν καὶ τὰ του̃ σωτηρίου ὑμω̃ν καὶ προσδέξομαι ὑμα̃ς λέγει κύριος
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.