1 καὶ ἀνέστη Ελισουβ ὁ ἱερεὺς ὁ μέγας καὶ οἱ ἀδελφοὶ αὐτου̃ οἱ ἱερει̃ς καὶ ὠ̨κοδόμησαν τὴν πύλην τὴν προβατικήν αὐτοὶ ἡγίασαν αὐτὴν καὶ ἔστησαν θύρας αὐτη̃ς καὶ ἕως πύργου τω̃ν ἑκατὸν ἡγίασαν ἕως πύργου Ανανεηλ |
2 καὶ ἐπὶ χει̃ρας υἱω̃ν ἀνδρω̃ν Ιεριχω καὶ ἐπὶ χει̃ρας υἱω̃ν Ζακχουρ υἱου̃ Αμαρι |
3 καὶ τὴν πύλην τὴν ἰχθυηρὰν ὠ̨κοδόμησαν υἱοὶ Ασανα αὐτοὶ ἐστέγασαν αὐτὴν καὶ ἔστησαν θύρας αὐτη̃ς καὶ κλει̃θρα αὐτη̃ς καὶ μοχλοὺς αὐτη̃ς |
4 καὶ ἐπὶ χει̃ρα αὐτω̃ν κατέσχεν ἀπὸ Ραμωθ υἱὸς Ουρια υἱου̃ Ακως καὶ ἐπὶ χει̃ρα αὐτω̃ν κατέσχεν Μοσολλαμ υἱὸς Βαραχιου υἱου̃ Μασεζεβηλ καὶ ἐπὶ χει̃ρα αὐτω̃ν κατέσχεν Σαδωκ υἱὸς Βαανα |
5 καὶ ἐπὶ χει̃ρα αὐτω̃ν κατέσχοσαν οἱ Θεκωιν καὶ αδωρηεμ οὐκ εἰσήνεγκαν τράχηλον αὐτω̃ν εἰς δουλείαν αὐτω̃ν |
6 καὶ τὴν πύλην του̃ Ισανα ἐκράτησαν Ιοϊδα υἱὸς Φασεκ καὶ Μεσουλαμ υἱὸς Βασωδια αὐτοὶ ἐστέγασαν αὐτὴν καὶ ἔστησαν θύρας αὐτη̃ς καὶ κλει̃θρα αὐτη̃ς καὶ μοχλοὺς αὐτη̃ς |
|
8 καὶ ἐπὶ χει̃ρα αὐτω̃ν ἐκράτησεν Ανανιας υἱὸς του̃ Ρωκεϊμ καὶ κατέλιπον Ιερουσαλημ ἕως του̃ τείχους του̃ πλατέος |
9 καὶ ἐπὶ χει̃ρα αὐτω̃ν ἐκράτησεν Ραφαια ἄρχων ἡμίσους περιχώρου Ιερουσαλημ |
10 καὶ ἐπὶ χει̃ρα αὐτω̃ν ἐκράτησεν Ιεδαια υἱὸς Ερωμαφ καὶ κατέναντι οἰκίας αὐτου̃ καὶ ἐπὶ χει̃ρα αὐτου̃ ἐκράτησεν Ατους υἱὸς Ασβανια |
11 καὶ δεύτερος ἐκράτησεν Μελχιας υἱὸς Ηραμ καὶ Ασουβ υἱὸς Φααθμωαβ καὶ ἕως πύργου τω̃ν θαννουριμ |
12 καὶ ἐπὶ χει̃ρα αὐτου̃ ἐκράτησεν Σαλουμ υἱὸς Αλλωης ἄρχων ἡμίσους περιχώρου Ιερουσαλημ αὐτὸς καὶ αἱ θυγατέρες αὐτου̃ |
13 τὴν πύλην τη̃ς φάραγγος ἐκράτησαν Ανουν καὶ οἱ κατοικου̃ντες Ζανω αὐτοὶ ὠ̨κοδόμησαν αὐτὴν καὶ ἔστησαν θύρας αὐτη̃ς καὶ κλει̃θρα αὐτη̃ς καὶ μοχλοὺς αὐτη̃ς καὶ χιλίους πήχεις ἐν τω̨̃ τείχει ἕως πύλης τη̃ς κοπρίας |
14 καὶ τὴν πύλην τη̃ς κοπρίας ἐκράτησεν Μελχια υἱὸς Ρηχαβ ἄρχων περιχώρου Βηθαχαρμ αὐτὸς καὶ οἱ υἱοὶ αὐτου̃ καὶ ἐσκέπασαν αὐτὴν καὶ ἔστησαν θύρας αὐτη̃ς καὶ κλει̃θρα αὐτη̃ς καὶ μοχλοὺς αὐτη̃ς |
15 καὶ τὸ τει̃χος κολυμβήθρας τω̃ν κωδίων τη̨̃ κουρα̨̃ του̃ βασιλέως καὶ ἕως τω̃ν κλιμάκων τω̃ν καταβαινουσω̃ν ἀπὸ πόλεως Δαυιδ |
16 ὀπίσω αὐτου̃ ἐκράτησεν Νεεμιας υἱὸς Αζαβουχ ἄρχων ἡμίσους περιχώρου Βηθσουρ ἕως κήπου τάφου Δαυιδ καὶ ἕως τη̃ς κολυμβήθρας τη̃ς γεγονυίας καὶ ἕως Βηθαγγαβαριμ |
17 ὀπίσω αὐτου̃ ἐκράτησαν οἱ Λευι̃ται Ραουμ υἱὸς Βανι ἐπὶ χει̃ρα αὐτου̃ ἐκράτησεν Ασαβια ἄρχων ἡμίσους περιχώρου Κεϊλα τω̨̃ περιχώρω̨ αὐτου̃ |
18 μετ' αὐτὸν ἐκράτησαν ἀδελφοὶ αὐτω̃ν Βενι υἱὸς Ηναδαδ ἄρχων ἡμίσους περιχώρου Κεϊλα |
19 καὶ ἐκράτησεν ἐπὶ χει̃ρα αὐτου̃ Αζουρ υἱὸς 'Ιησου̃ ἄρχων του̃ Μασφε μέτρον δεύτερον πύργου ἀναβάσεως τη̃ς συναπτούσης τη̃ς γωνίας |
20 μετ' αὐτὸν ἐκράτησεν Βαρουχ υἱὸς Ζαβου μέτρον δεύτερον ἀπὸ τη̃ς γωνίας ἕως θύρας Βηθελισουβ του̃ ἱερέως του̃ μεγάλου |
21 μετ' αὐτὸν ἐκράτησεν Μεραμωθ υἱὸς Ουρια υἱου̃ Ακως μέτρον δεύτερον ἀπὸ θύρας Βηθελισουβ ἕως ἐκλείψεως Βηθελισουβ |
22 καὶ μετ' αὐτὸν ἐκράτησαν οἱ ἱερει̃ς ἄνδρες Αχεχαρ |
23 καὶ μετ' αὐτὸν ἐκράτησεν Βενιαμιν καὶ Ασουβ κατέναντι οἴκου αὐτω̃ν μετ' αὐτὸν ἐκράτησεν Αζαρια υἱὸς Μαασηα υἱου̃ Ανανια ἐχόμενα οἴκου αὐτου̃ |
24 μετ' αὐτὸν ἐκράτησεν Βανι υἱὸς Ηναδαδ μέτρον δεύτερον ἀπὸ Βηθαζαρια ἕως τη̃ς γωνίας καὶ ἕως τη̃ς καμπη̃ς |
25 Φαλαλ υἱου̃ Ευζαι ἐξ ἐναντίας τη̃ς γωνίας καὶ ὁ πύργος ὁ ἐξέχων ἐκ του̃ οἴκου του̃ βασιλέως ὁ ἀνώτερος ὁ τη̃ς αὐλη̃ς τη̃ς φυλακη̃ς καὶ μετ' αὐτὸν Φαδαια υἱὸς Φορος |
26 καὶ οἱ ναθινιμ ἠ̃σαν οἰκου̃ντες ἐν τω̨̃ Ωφαλ ἕως κήπου πύλης του̃ ὕδατος εἰς ἀνατολάς καὶ ὁ πύργος ὁ ἐξέχων |
27 μετ' αὐτὸν ἐκράτησαν οἱ Θεκωιν μέτρον δεύτερον ἐξ ἐναντίας του̃ πύργου του̃ μεγάλου του̃ ἐξέχοντος καὶ ἕως του̃ τείχους του̃ Οφλα |
28 ἀνώτερον πύλης τω̃ν ἵππων ἐκράτησαν οἱ ἱερει̃ς ἀνὴρ ἐξ ἐναντίας οἴκου αὐτου̃ |
29 μετ' αὐτὸν ἐκράτησεν Σαδδουκ υἱὸς Εμμηρ ἐξ ἐναντίας οἴκου αὐτου̃ καὶ μετ' αὐτὸν ἐκράτησεν Σαμαια υἱὸς Σεχενια φύλαξ τη̃ς πύλης τη̃ς ἀνατολη̃ς |
30 μετ' αὐτὸν ἐκράτησεν Ανανια υἱὸς Σελεμια καὶ Ανουμ υἱὸς Σελεφ ὁ ἕκτος μέτρον δεύτερον μετ' αὐτὸν ἐκράτησεν Μεσουλαμ υἱὸς Βαρχια ἐξ ἐναντίας γαζοφυλακίου αὐτου̃ |
31 μετ' αὐτὸν ἐκράτησεν Μελχια υἱὸς του̃ Σαραφι ἕως Βηθαναθινιμ καὶ οἱ ῥοποπω̃λαι ἀπέναντι πύλης του̃ Μαφεκαδ καὶ ἕως ἀναβάσεως τη̃ς καμπη̃ς |
32 καὶ ἀνὰ μέσον ἀναβάσεως τη̃ς πύλης τη̃ς προβατικη̃ς ἐκράτησαν οἱ χαλκει̃ς καὶ οἱ ῥοποπω̃λαι |
33 καὶ ἐγένετο ἡνίκα ἤκουσεν Σαναβαλλατ ὅτι ἡμει̃ς οἰκοδομου̃μεν τὸ τει̃χος καὶ πονηρὸν ἠ̃ν αὐτω̨̃ καὶ ὠργίσθη ἐπὶ πολὺ καὶ ἐξεγέλα ἐπὶ τοι̃ς Ιουδαίοις |
34 καὶ εἰ̃πεν ἐνώπιον τω̃ν ἀδελφω̃ν αὐτου̃ αὕτη ἡ δύναμις Σομορων ὅτι οἱ Ιουδαι̃οι οὑ̃τοι οἰκοδομου̃σιν τὴν ἑαυτω̃ν πόλιν |
35 καὶ Τωβιας ὁ αμμανίτης ἐχόμενα αὐτου̃ ἠ̃λθεν καὶ εἰ̃παν πρὸς ἑαυτούς μὴ θυσιάσουσιν ἢ φάγονται ἐπὶ του̃ τόπου αὐτω̃ν οὐχὶ ἀναβήσεται ἀλώπηξ καὶ καθελει̃ τὸ τει̃χος λίθων αὐτω̃ν |
36 ἄκουσον ὁ θεὸς ἡμω̃ν ὅτι ἐγενήθημεν εἰς μυκτηρισμόν καὶ ἐπίστρεψον ὀνειδισμὸν αὐτω̃ν εἰς κεφαλὴν αὐτω̃ν καὶ δὸς αὐτοὺς εἰς μυκτηρισμὸν ἐν γη̨̃ αἰχμαλωσίας |
37 καὶ μὴ καλύψη̨ς ἐπὶ ἀνομίαν |