Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΕΣΔΡΑΣ, κεφαλίς 20

1 καὶ ἐν πα̃σι τούτοις ἡμει̃ς διατιθέμεθα πίστιν καὶ γράφομεν καὶ ἐπισφραγίζουσιν πάντες ἄρχοντες ἡμω̃ν Λευι̃ται ἡμω̃ν ἱερει̃ς ἡμω̃ν
2 καὶ ἐπὶ τω̃ν σφραγιζόντων Νεεμιας υἱὸς Αχαλια καὶ Σεδεκιας
3 υἱὸς Σαραια καὶ Αζαρια καὶ Ιερμια
4 Φασουρ Αμαρια Μελχια
5 Ατους Σεβανι Μαλουχ
6 Ιραμ Μεραμωθ Αβδια
7 Δανιηλ Γαναθων Βαρουχ
8 Μεσουλαμ Αβια Μιαμιν
9 Μααζια Βελγαι Σαμαια οὑ̃τοι ἱερει̃ς
10 καὶ οἱ Λευι̃ται 'Ιησου̃ς υἱὸς Αζανια Βαναιου ἀπὸ υἱω̃ν Ηναδαδ Καδμιηλ
11 καὶ οἱ ἀδελφοὶ αὐτου̃ Σαβανια Ωδουια Καλιτα Φελεϊα Αναν
12 Μιχα Ροωβ Εσεβιας
13 Ζαχωρ Σαραβια Σεβανια
14 Ωδουια υἱοὶ Βανουναι
15 ἄρχοντες του̃ λαου̃ Φορος Φααθμωαβ Ηλαμ Ζαθουια υἱοὶ
16 Βανι Ασγαδ Βηβαι
17 Εδανια Βαγοι Ηδιν
18 Ατηρ Εζεκια Αζουρ
19 Οδουια Ησαμ Βησι
20 Αριφ Αναθωθ Νωβαι
21 Μαγαφης Μεσουλαμ Ηζιρ
22 Μεσωζεβηλ Σαδδουκ Ιεδδουα
23 Φαλτια Αναν Αναια
24 Ωσηε Ανανια Ασουβ
25 Αλωης Φαλαϊ Σωβηκ
26 Ραουμ Εσαβανα Μαασαια
27 καὶ Αϊα Αιναν Ηναν
28 Μαλουχ Ηραμ Βαανα
29 καὶ οἱ κατάλοιποι του̃ λαου̃ οἱ ἱερει̃ς οἱ Λευι̃ται οἱ πυλωροί οἱ ἄ̨δοντες οἱ ναθινιμ καὶ πα̃ς ὁ προσπορευόμενος ἀπὸ λαω̃ν τη̃ς γη̃ς πρὸς νόμον του̃ θεου̃ γυναι̃κες αὐτω̃ν υἱοὶ αὐτω̃ν θυγατέρες αὐτω̃ν πα̃ς ὁ εἰδὼς καὶ συνίων
30 ἐνίσχυον ἐπὶ τοὺς ἀδελφοὺς αὐτω̃ν κατηράσαντο αὐτοὺς καὶ εἰσήλθοσαν ἐν ἀρα̨̃ καὶ ἐν ὅρκω̨ του̃ πορεύεσθαι ἐν νόμω̨ του̃ θεου̃ ὃς ἐδόθη ἐν χειρὶ Μωυση̃ δούλου του̃ θεου̃ καὶ φυλάσσεσθαι καὶ ποιει̃ν πάσας τὰς ἐντολὰς κυρίου ἡμω̃ν καὶ κρίματα αὐτου̃
31 καὶ του̃ μὴ δου̃ναι θυγατέρας ἡμω̃ν τοι̃ς λαοι̃ς τη̃ς γη̃ς καὶ τὰς θυγατέρας αὐτω̃ν οὐ λημψόμεθα τοι̃ς υἱοι̃ς ἡμω̃ν
32 καὶ λαοὶ τη̃ς γη̃ς οἱ φέροντες τοὺς ἀγορασμοὺς καὶ πα̃σαν πρα̃σιν ἐν ἡμέρα̨ του̃ σαββάτου ἀποδόσθαι οὐκ ἀγορω̃μεν παρ' αὐτω̃ν ἐν σαββάτω̨ καὶ ἐν ἡμέρα̨ ἁγία̨ καὶ ἀνήσομεν τὸ ἔτος τὸ ἕβδομον καὶ ἀπαίτησιν πάσης χειρός
33 καὶ στήσομεν ἐφ' ἡμα̃ς ἐντολὰς δου̃ναι ἐφ' ἡμα̃ς τρίτον του̃ διδράχμου κατ' ἐνιαυτὸν εἰς δουλείαν οἴκου θεου̃ ἡμω̃ν
34 εἰς ἄρτους του̃ προσώπου καὶ θυσίαν του̃ ἐνδελεχισμου̃ καὶ εἰς ὁλοκαύτωμα του̃ ἐνδελεχισμου̃ τω̃ν σαββάτων τω̃ν νουμηνιω̃ν εἰς τὰς ἑορτὰς καὶ εἰς τὰ ἅγια καὶ τὰ περὶ ἁμαρτίας ἐξιλάσασθαι περὶ Ισραηλ καὶ εἰς ἔργα οἴκου θεου̃ ἡμω̃ν
35 καὶ κλήρους ἐβάλομεν περὶ κλήρου ξυλοφορίας οἱ ἱερει̃ς καὶ οἱ Λευι̃ται καὶ ὁ λαός ἐνέγκαι εἰς οἰ̃κον θεου̃ ἡμω̃ν εἰς οἰ̃κον πατριω̃ν ἡμω̃ν εἰς καιροὺς ἀπὸ χρόνων ἐνιαυτὸν κατ' ἐνιαυτόν ἐκκαυ̃σαι ἐπὶ τὸ θυσιαστήριον κυρίου θεου̃ ἡμω̃ν ὡς γέγραπται ἐν τω̨̃ νόμω̨
36 καὶ ἐνέγκαι τὰ πρωτογενήματα τη̃ς γη̃ς ἡμω̃ν καὶ πρωτογενήματα καρπου̃ παντὸς ξύλου ἐνιαυτὸν κατ' ἐνιαυτὸν εἰς οἰ̃κον κυρίου
37 καὶ τὰ πρωτότοκα υἱω̃ν ἡμω̃ν καὶ κτηνω̃ν ἡμω̃ν ὡς γέγραπται ἐν τω̨̃ νόμω̨ καὶ τὰ πρωτότοκα βοω̃ν ἡμω̃ν καὶ ποιμνίων ἡμω̃ν ἐνέγκαι εἰς οἰ̃κον θεου̃ ἡμω̃ν τοι̃ς ἱερευ̃σιν τοι̃ς λειτουργου̃σιν ἐν οἴκω̨ θεου̃ ἡμω̃ν
38 καὶ τὴν ἀπαρχὴν σίτων ἡμω̃ν καὶ τὸν καρπὸν παντὸς ξύλου οἴνου καὶ ἐλαίου οἴσομεν τοι̃ς ἱερευ̃σιν εἰς γαζοφυλάκιον οἴκου του̃ θεου̃ καὶ δεκάτην γη̃ς ἡμω̃ν τοι̃ς Λευίταις καὶ αὐτοὶ οἱ Λευι̃ται δεκατου̃ντες ἐν πάσαις πόλεσιν δουλείας ἡμω̃ν
39 καὶ ἔσται ὁ ἱερεὺς υἱὸς Ααρων μετὰ του̃ Λευίτου ἐν τη̨̃ δεκάτη̨ του̃ Λευίτου καὶ οἱ Λευι̃ται ἀνοίσουσιν τὴν δεκάτην τη̃ς δεκάτης εἰς οἰ̃κον θεου̃ ἡμω̃ν εἰς τὰ γαζοφυλάκια εἰς οἰ̃κον του̃ θεου̃
40 ὅτι εἰς τοὺς θησαυροὺς εἰσοίσουσιν οἱ υἱοὶ Ισραηλ καὶ οἱ υἱοὶ του̃ Λευι τὰς ἀπαρχὰς του̃ σίτου καὶ του̃ οἴνου καὶ του̃ ἐλαίου καὶ ἐκει̃ σκεύη τὰ ἅγια καὶ οἱ ἱερει̃ς οἱ λειτουργοὶ καὶ οἱ πυλωροὶ καὶ οἱ ἄ̨δοντες καὶ οὐκ ἐγκαταλείψομεν τὸν οἰ̃κον του̃ θεου̃ ἡμω̃ν

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.