Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΕΣΔΡΑΣ, κεφαλίς 4

καὶ ἤκουσαν οἱ θλίβοντες Ιουδα καὶ Βενιαμιν ὅτι οἱ υἱοὶ τη̃ς ἀποικίας οἰκοδομου̃σιν οἰ̃κον τω̨̃ κυρίω̨ θεω̨̃ Ισραηλ
καὶ ἤγγισαν πρὸς Ζοροβαβελ καὶ πρὸς τοὺς ἄρχοντας τω̃ν πατριω̃ν καὶ εἰ̃παν αὐτοι̃ς οἰκοδομήσομεν μεθ' ὑμω̃ν ὅτι ὡς ὑμει̃ς ἐκζητου̃μεν τω̨̃ θεω̨̃ ὑμω̃ν καὶ αὐτω̨̃ ἡμει̃ς θυσιάζομεν ἀπὸ ἡμερω̃ν Ασαραδδων βασιλέως Ασσουρ του̃ ἐνέγκαντος ἡμα̃ς ὡ̃δε
καὶ εἰ̃πεν πρὸς αὐτοὺς Ζοροβαβελ καὶ 'Ιησου̃ς καὶ οἱ κατάλοιποι τω̃ν ἀρχόντων τω̃ν πατριω̃ν του̃ Ισραηλ οὐχ ἡμι̃ν καὶ ὑμι̃ν του̃ οἰκοδομη̃σαι οἰ̃κον τω̨̃ θεω̨̃ ἡμω̃ν ὅτι ἡμει̃ς αὐτοὶ ἐπὶ τὸ αὐτὸ οἰκοδομήσομεν τω̨̃ κυρίω̨ θεω̨̃ ἡμω̃ν ὡς ἐνετείλατο ἡμι̃ν Κυ̃ρος ὁ βασιλεὺς Περσω̃ν
καὶ ἠ̃ν ὁ λαὸς τη̃ς γη̃ς ἐκλύων τὰς χει̃ρας του̃ λαου̃ Ιουδα καὶ ἐνεπόδιζον αὐτοὺς του̃ οἰκοδομει̃ν
καὶ μισθούμενοι ἐπ' αὐτοὺς βουλευόμενοι του̃ διασκεδάσαι βουλὴν αὐτω̃ν πάσας τὰς ἡμέρας Κύρου βασιλέως Περσω̃ν καὶ ἕως βασιλείας Δαρείου βασιλέως Περσω̃ν
καὶ ἐν βασιλεία̨ Ασουηρου ἐν ἀρχη̨̃ βασιλείας αὐτου̃ ἔγραψαν ἐπιστολὴν ἐπὶ οἰκου̃ντας Ιουδα καὶ Ιερουσαλημ
καὶ ἐν ἡμέραις Αρθασασθα ἔγραψεν ἐν εἰρήνη̨ Μιθραδάτη̨ Ταβεηλ σὺν καὶ τοι̃ς λοιποι̃ς συνδούλοις αὐτου̃ πρὸς Αρθασασθα βασιλέα Περσω̃ν ἔγραψεν ὁ φορολόγος γραφὴν Συριστὶ καὶ ἡρμηνευμένην
Ραουμ βααλταμ καὶ Σαμσαι ὁ γραμματεὺς ἔγραψαν ἐπιστολὴν μίαν κατὰ Ιερουσαλημ τω̨̃ Αρθασασθα βασιλει̃
τάδε ἔκρινεν Ραουμ βααλταμ καὶ Σαμσαι ὁ γραμματεὺς καὶ οἱ κατάλοιποι σύνδουλοι ἡμω̃ν Διναι̃οι Αφαρσαθαχαι̃οι Ταρφαλλαι̃οι Αφαρσαι̃οι Αρχυαι̃οι Βαβυλώνιοι Σουσαναχαι̃οι οἵ εἰσιν Ηλαμαι̃οι
10 καὶ οἱ κατάλοιποι ἐθνω̃ν ὡ̃ν ἀπώ̨κισεν Ασενναφαρ ὁ μέγας καὶ ὁ τίμιος καὶ κατώ̨κισεν αὐτοὺς ἐν πόλεσιν τη̃ς Σομορων καὶ τὸ κατάλοιπον πέραν του̃ ποταμου̃
11 αὕτη ἡ διαταγὴ τη̃ς ἐπιστολη̃ς ἡ̃ς ἀπέστειλαν πρὸς αὐτόν πρὸς Αρθασασθα βασιλέα παι̃δές σου ἄνδρες πέραν του̃ ποταμου̃
12 γνωστὸν ἔστω τω̨̃ βασιλει̃ ὅτι οἱ Ιουδαι̃οι ἀναβάντες ἀπὸ σου̃ ἐφ' ἡμα̃ς ἤλθοσαν εἰς Ιερουσαλημ τὴν πόλιν τὴν ἀποστάτιν καὶ πονηρὰν οἰκοδομου̃σιν καὶ τὰ τείχη αὐτη̃ς κατηρτισμένοι εἰσίν καὶ θεμελίους αὐτη̃ς ἀνύψωσαν
13 νυ̃ν οὐ̃ν γνωστὸν ἔστω τω̨̃ βασιλει̃ ὅτι ἐὰν ἡ πόλις ἐκείνη ἀνοικοδομηθη̨̃ καὶ τὰ τείχη αὐτη̃ς καταρτισθω̃σιν φόροι οὐκ ἔσονταί σοι οὐδὲ δώσουσιν καὶ του̃το βασιλει̃ς κακοποιει̃
14 καὶ ἀσχημοσύνην βασιλέως οὐκ ἔξεστιν ἡμι̃ν ἰδει̃ν διὰ του̃το ἐπέμψαμεν καὶ ἐγνωρίσαμεν τω̨̃ βασιλει̃
15 ἵνα ἐπισκέψηται ἐν βιβλίω̨ ὑπομνηματισμου̃ τω̃ν πατέρων σου καὶ εὑρήσεις καὶ γνώση̨ ὅτι ἡ πόλις ἐκείνη πόλις ἀποστάτις καὶ κακοποιου̃σα βασιλει̃ς καὶ χώρας καὶ φυγάδια δούλων ἐν μέσω̨ αὐτη̃ς ἀπὸ χρόνων αἰω̃νος διὰ ταυ̃τα ἡ πόλις αὕτη ἠρημώθη
16 γνωρίζομεν οὐ̃ν ἡμει̃ς τω̨̃ βασιλει̃ ὅτι ἐὰν ἡ πόλις ἐκείνη οἰκοδομηθη̨̃ καὶ τὰ τείχη αὐτη̃ς καταρτισθη̨̃ οὐκ ἔστιν σοι εἰρήνη
17 καὶ ἀπέστειλεν ὁ βασιλεὺς πρὸς Ραουμ βααλταμ καὶ Σαμσαι γραμματέα καὶ τοὺς καταλοίπους συνδούλους αὐτω̃ν τοὺς οἰκου̃ντας ἐν Σαμαρεία̨ καὶ τοὺς καταλοίπους πέραν του̃ ποταμου̃ εἰρήνην καί φησιν
18 ὁ φορολόγος ὃν ἀπεστείλατε πρὸς ἡμα̃ς ἐκλήθη ἔμπροσθεν ἐμου̃
19 καὶ παρ' ἐμου̃ ἐτέθη γνώμη καὶ ἐπεσκεψάμεθα καὶ εὕραμεν ὅτι ἡ πόλις ἐκείνη ἀφ' ἡμερω̃ν αἰω̃νος ἐπὶ βασιλει̃ς ἐπαίρεται καὶ ἀποστάσεις καὶ φυγάδια γίνονται ἐν αὐτη̨̃
20 καὶ βασιλει̃ς ἰσχυροὶ γίνονται ἐπὶ Ιερουσαλημ καὶ ἐπικρατου̃ντες ὅλης τη̃ς ἑσπέρας του̃ ποταμου̃ καὶ φόροι πλήρεις καὶ μέρος δίδοται αὐτοι̃ς
21 καὶ νυ̃ν θέτε γνώμην καταργη̃σαι τοὺς ἄνδρας ἐκείνους καὶ ἡ πόλις ἐκείνη οὐκ οἰκοδομηθήσεται ἔτι ὅπως ἀπὸ τη̃ς γνώμης
22 πεφυλαγμένοι ἠ̃τε ἄνεσιν ποιη̃σαι περὶ τούτου μήποτε πληθυνθη̨̃ ἀφανισμὸς εἰς κακοποίησιν βασιλευ̃σιν
23 τότε ὁ φορολόγος του̃ Αρθασασθα βασιλέως ἀνέγνω ἐνώπιον Ραουμ καὶ Σαμσαι γραμματέως καὶ συνδούλων αὐτω̃ν καὶ ἐπορεύθησαν σπουδη̨̃ εἰς Ιερουσαλημ καὶ ἐν Ιουδα καὶ κατήργησαν αὐτοὺς ἐν ἵπποις καὶ δυνάμει
24 τότε ἤργησεν τὸ ἔργον οἴκου του̃ θεου̃ του̃ ἐν Ιερουσαλημ καὶ ἠ̃ν ἀργου̃ν ἕως δευτέρου ἔτους τη̃ς βασιλείας Δαρείου του̃ βασιλέως Περσω̃ν
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.