Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΕΣΔΡΑΣ, κεφαλίς 7

1 καὶ μετὰ τὰ ῥήματα ταυ̃τα ἐν βασιλεία̨ Αρθασασθα βασιλέως Περσω̃ν ἀνέβη Εσδρας υἱὸς Σαραιου υἱου̃ Αζαριου υἱου̃ Ελκια
2 υἱου̃ Σαλουμ υἱου̃ Σαδδουκ υἱου̃ Αχιτωβ
3 υἱου̃ Σαμαρια υἱου̃ Εσρια υἱου̃ Μαρερωθ
4 υἱου̃ Ζαραια υἱου̃ Σαουια υἱου̃ Βοκκι
5 υἱου̃ Αβισουε υἱου̃ Φινεες υἱου̃ Ελεαζαρ υἱου̃ Ααρων του̃ ἱερέως του̃ πρώτου
6 αὐτὸς Εσδρας ἀνέβη ἐκ Βαβυλω̃νος καὶ αὐτὸς γραμματεὺς ταχὺς ἐν νόμω̨ Μωυση̃ ὃν ἔδωκεν κύριος ὁ θεὸς Ισραηλ καὶ ἔδωκεν αὐτω̨̃ ὁ βασιλεύς ὅτι χεὶρ κυρίου θεου̃ αὐτου̃ ἐπ' αὐτὸν ἐν πα̃σιν οἱ̃ς ἐζήτει αὐτός
7 καὶ ἀνέβησαν ἀπὸ υἱω̃ν Ισραηλ καὶ ἀπὸ τω̃ν ἱερέων καὶ ἀπὸ τω̃ν Λευιτω̃ν καὶ οἱ ἄ̨δοντες καὶ οἱ πυλωροὶ καὶ οἱ ναθινιμ εἰς Ιερουσαλημ ἐν ἔτει ἑβδόμω̨ τω̨̃ Αρθασασθα τω̨̃ βασιλει̃
8 καὶ ἤλθοσαν εἰς Ιερουσαλημ τω̨̃ μηνὶ τω̨̃ πέμπτω̨ του̃το ἔτος ἕβδομον τω̨̃ βασιλει̃
9 ὅτι ἐν μια̨̃ του̃ μηνὸς του̃ πρώτου αὐτὸς ἐθεμελίωσεν τὴν ἀνάβασιν τὴν ἀπὸ Βαβυλω̃νος ἐν δὲ τη̨̃ πρώτη̨ του̃ μηνὸς του̃ πέμπτου ἤλθοσαν εἰς Ιερουσαλημ ὅτι χεὶρ θεου̃ αὐτου̃ ἠ̃ν ἀγαθὴ ἐπ' αὐτόν
10 ὅτι Εσδρας ἔδωκεν ἐν καρδία̨ αὐτου̃ ζητη̃σαι τὸν νόμον καὶ ποιει̃ν καὶ διδάσκειν ἐν Ισραηλ προστάγματα καὶ κρίματα
11 καὶ αὕτη ἡ διασάφησις του̃ διατάγματος οὑ̃ ἔδωκεν Αρθασασθα τω̨̃ Εσδρα τω̨̃ ἱερει̃ τω̨̃ γραμματει̃ βιβλίου λόγων ἐντολω̃ν κυρίου καὶ προσταγμάτων αὐτου̃ ἐπὶ τὸν Ισραηλ
12 Αρθασασθα βασιλεὺς βασιλέων Εσδρα γραμματει̃ νόμου του̃ θεου̃ του̃ οὐρανου̃ τετέλεσται ὁ λόγος καὶ ἡ ἀπόκρισις
13 ἀπ' ἐμου̃ ἐτέθη γνώμη ὅτι πα̃ς ὁ ἑκουσιαζόμενος ἐν βασιλεία̨ μου ἀπὸ λαου̃ Ισραηλ καὶ ἱερέων καὶ Λευιτω̃ν πορευθη̃ναι εἰς Ιερουσαλημ μετὰ σου̃ πορευθη̃ναι
14 ἀπὸ προσώπου του̃ βασιλέως καὶ τω̃ν ἑπτὰ συμβούλων ἀπεστάλη ἐπισκέψασθαι ἐπὶ τὴν Ιουδαίαν καὶ εἰς Ιερουσαλημ νόμω̨ θεου̃ αὐτω̃ν τω̨̃ ἐν χειρί σου
15 καὶ εἰς οἰ̃κον κυρίου ἀργύριον καὶ χρυσίον ὃ ὁ βασιλεὺς καὶ οἱ σύμβουλοι ἡκουσιάσθησαν τω̨̃ θεω̨̃ του̃ Ισραηλ τω̨̃ ἐν Ιερουσαλημ κατασκηνου̃ντι
16 καὶ πα̃ν ἀργύριον καὶ χρυσίον ὅ τι ἐὰν εὕρη̨ς ἐν πάση̨ χώρα̨ Βαβυλω̃νος μετὰ ἑκουσιασμου̃ του̃ λαου̃ καὶ ἱερέων τω̃ν ἑκουσιαζομένων εἰς οἰ̃κον θεου̃ τὸν ἐν Ιερουσαλημ
17 καὶ πα̃ν προσπορευόμενον του̃τον ἑτοίμως ἔνταξον ἐν βιβλίω̨ τούτω̨ μόσχους κριούς ἀμνοὺς καὶ θυσίας αὐτω̃ν καὶ σπονδὰς αὐτω̃ν καὶ προσοίσεις αὐτὰ ἐπὶ θυσιαστηρίου του̃ οἴκου του̃ θεου̃ ὑμω̃ν του̃ ἐν Ιερουσαλημ
18 καὶ εἴ τι ἐπὶ σὲ καὶ τοὺς ἀδελφούς σου ἀγαθυνθη̨̃ ἐν καταλοίπω̨ του̃ ἀργυρίου καὶ του̃ χρυσίου ποιη̃σαι ὡς ἀρεστὸν τω̨̃ θεω̨̃ ὑμω̃ν ποιήσατε
19 καὶ τὰ σκεύη τὰ διδόμενά σοι εἰς λειτουργίαν οἴκου θεου̃ παράδος ἐνώπιον του̃ θεου̃ ἐν Ιερουσαλημ
20 καὶ κατάλοιπον χρείας οἴκου θεου̃ σου ὃ ἂν φανη̨̃ σοι δου̃ναι δώσεις ἀπὸ οἴκων γάζης βασιλέως
21 καὶ ἀπ' ἐμου̃ ἐγὼ Αρθασασθα βασιλεύς ἔθηκα γνώμην πάσαις ται̃ς γάζαις ται̃ς ἐν πέρα του̃ ποταμου̃ ὅτι πα̃ν ὃ ἂν αἰτήση̨ ὑμα̃ς Εσδρας ὁ ἱερεὺς καὶ γραμματεὺς του̃ νόμου του̃ θεου̃ του̃ οὐρανου̃ ἑτοίμως γιγνέσθω
22 ἕως ἀργυρίου ταλάντων ἑκατὸν καὶ ἕως πυρου̃ κόρων ἑκατὸν καὶ ἕως οἴνου βάδων ἑκατὸν καὶ ἕως ἐλαίου βάδων ἑκατὸν καὶ ἅλας οὑ̃ οὐκ ἔστιν γραφή
23 πα̃ν ὅ ἐστιν ἐν γνώμη̨ θεου̃ του̃ οὐρανου̃ γιγνέσθω προσέχετε μή τις ἐπιχειρήση̨ εἰς οἰ̃κον θεου̃ του̃ οὐρανου̃ μήποτε γένηται ὀργὴ ἐπὶ τὴν βασιλείαν του̃ βασιλέως καὶ τω̃ν υἱω̃ν αὐτου̃
24 καὶ ὑμι̃ν ἐγνώρισται ἐν πα̃σιν τοι̃ς ἱερευ̃σιν καὶ τοι̃ς Λευίταις ἄ̨δουσιν πυλωροι̃ς ναθινιμ καὶ λειτουργοι̃ς οἴκου θεου̃ τούτου φόρος μὴ ἔστω σοι οὐκ ἐξουσιάσεις καταδουλου̃σθαι αὐτούς
25 καὶ σύ Εσδρα ὡς ἡ σοφία του̃ θεου̃ ἐν χειρί σου κατάστησον γραμματει̃ς καὶ κριτάς ἵνα ὠ̃σιν κρίνοντες παντὶ τω̨̃ λαω̨̃ τω̨̃ ἐν πέρα του̃ ποταμου̃ πα̃σιν τοι̃ς εἰδόσιν νόμον του̃ θεου̃ σου καὶ τω̨̃ μὴ εἰδότι γνωριει̃τε
26 καὶ πα̃ς ὃς ἂν μὴ ἠ̨̃ ποιω̃ν νόμον του̃ θεου̃ καὶ νόμον του̃ βασιλέως ἑτοίμως τὸ κρίμα ἔσται γιγνόμενον ἐξ αὐτου̃ ἐάν τε εἰς θάνατον ἐάν τε εἰς παιδείαν ἐάν τε εἰς ζημίαν του̃ βίου ἐάν τε εἰς δεσμά
27 εὐλογητὸς κύριος ὁ θεὸς τω̃ν πατέρων ἡμω̃ν ὃς ἔδωκεν οὕτως ἐν καρδία̨ του̃ βασιλέως του̃ δοξάσαι τὸν οἰ̃κον κυρίου τὸν ἐν Ιερουσαλημ
28 καὶ ἐπ' ἐμὲ ἔκλινεν ἔλεος ἐν ὀφθαλμοι̃ς του̃ βασιλέως καὶ τω̃ν συμβούλων αὐτου̃ καὶ πάντων τω̃ν ἀρχόντων του̃ βασιλέως τω̃ν ἐπηρμένων καὶ ἐγὼ ἐκραταιώθην ὡς χεὶρ θεου̃ ἡ ἀγαθὴ ἐπ' ἐμέ καὶ συνη̃ξα ἀπὸ Ισραηλ ἄρχοντας ἀναβη̃ναι μετ' ἐμου̃
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.