ΠΡΟΣ ΓΑΛΑΤΑΣ,
κεφαλίς 2,
στἰχοι 1-10
1 ἔπειτα διὰ δεκατεσσάρων ἐτω̃ν πάλιν ἀνέβην εἰς ‘Ιεροσόλυμα μετὰ Βαρναβα̃ συμπαραλαβὼν καὶ Τίτον |
2 ἀνέβην δὲ κατὰ ἀποκάλυψιν καὶ ἀνεθέμην αὐτοι̃ς τò εὐαγγέλιον ὃ κηρύσσω ἐν τοι̃ς ἔθνεσιν κατ' ἰδίαν δὲ τοι̃ς δοκου̃σιν μή πως εἰς κενòν τρέχω ἢ ἔδραμον |
3 ἀλλ' οὐδὲ Τίτος ὁ σὺν ἐμοί ‘Έλλην ὤν ἠναγκάσθη περιτμηθη̃ναι |
4 διὰ δὲ τοὺς παρεισάκτους ψευδαδέλφους οἵτινες παρειση̃λθον κατασκοπη̃σαι τὴν ἐλευθερίαν ἡμω̃ν ἣν ἔχομεν ἐν Χριστω̨̃ ’Ιησου̃ ἵνα ἡμα̃ς καταδουλώσουσιν |
5 οἱ̃ς οὐδὲ πρòς ὥραν εἴξαμεν τη̨̃ ὑποταγη̨̃ ἵνα ἡ ἀλήθεια του̃ εὐαγγελίου διαμείνη̨ πρòς ὑμα̃ς |
6 ἀπò δὲ τω̃ν δοκούντων εἰ̃ναί τι ὁποι̃οί ποτε ἠ̃σαν οὐδέν μοι διαφέρει πρόσωπον ὁ θεòς ἀνθρώπου οὐ λαμβάνει ἐμοὶ γὰρ οἱ δοκου̃ντες οὐδὲν προσανέθεντο |
7 ἀλλὰ τοὐναντίον ἰδόντες ὅτι πεπίστευμαι τò εὐαγγέλιον τη̃ς ἀκροβυστίας καθὼς Πέτρος τη̃ς περιτομη̃ς |
8 ὁ γὰρ ἐνεργήσας Πέτρω̨ εἰς ἀποστολὴν τη̃ς περιτομη̃ς ἐνήργησεν καὶ ἐμοὶ εἰς τὰ ἔθνη |
9 καὶ γνόντες τὴν χάριν τὴν δοθει̃σάν μοι ’Ιάκωβος καὶ Κηφα̃ς καὶ ’Ιωάννης οἱ δοκου̃ντες στυ̃λοι εἰ̃ναι δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρναβα̨̃ κοινωνίας ἵνα ἡμει̃ς εἰς τὰ ἔθνη αὐτοὶ δὲ εἰς τὴν περιτομήν |
10 μόνον τω̃ν πτωχω̃ν ἵνα μνημονεύωμεν ὃ καὶ ἐσπούδασα αὐτò του̃το ποιη̃σαι |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.