Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΠΡΟΣ ΓΑΛΑΤΑΣ, κεφαλίς 2

ἔπειτα διὰ δεκατεσσάρων ἐτω̃ν πάλιν ἀνέβην εἰς ‘Ιεροσόλυμα μετὰ Βαρναβα̃ συμπαραλαβὼν καὶ Τίτον
ἀνέβην δὲ κατὰ ἀποκάλυψιν καὶ ἀνεθέμην αὐτοι̃ς τò εὐαγγέλιον ὃ κηρύσσω ἐν τοι̃ς ἔθνεσιν κατ' ἰδίαν δὲ τοι̃ς δοκου̃σιν μή πως εἰς κενòν τρέχω ἢ ἔδραμον
ἀλλ' οὐδὲ Τίτος ὁ σὺν ἐμοί ‘Έλλην ὤν ἠναγκάσθη περιτμηθη̃ναι
διὰ δὲ τοὺς παρεισάκτους ψευδαδέλφους οἵτινες παρειση̃λθον κατασκοπη̃σαι τὴν ἐλευθερίαν ἡμω̃ν ἣν ἔχομεν ἐν Χριστω̨̃ ’Ιησου̃ ἵνα ἡμα̃ς καταδουλώσουσιν
οἱ̃ς οὐδὲ πρòς ὥραν εἴξαμεν τη̨̃ ὑποταγη̨̃ ἵνα ἡ ἀλήθεια του̃ εὐαγγελίου διαμείνη̨ πρòς ὑμα̃ς
ἀπò δὲ τω̃ν δοκούντων εἰ̃ναί τι ὁποι̃οί ποτε ἠ̃σαν οὐδέν μοι διαφέρει πρόσωπον ὁ θεòς ἀνθρώπου οὐ λαμβάνει ἐμοὶ γὰρ οἱ δοκου̃ντες οὐδὲν προσανέθεντο
ἀλλὰ τοὐναντίον ἰδόντες ὅτι πεπίστευμαι τò εὐαγγέλιον τη̃ς ἀκροβυστίας καθὼς Πέτρος τη̃ς περιτομη̃ς
ὁ γὰρ ἐνεργήσας Πέτρω̨ εἰς ἀποστολὴν τη̃ς περιτομη̃ς ἐνήργησεν καὶ ἐμοὶ εἰς τὰ ἔθνη
καὶ γνόντες τὴν χάριν τὴν δοθει̃σάν μοι ’Ιάκωβος καὶ Κηφα̃ς καὶ ’Ιωάννης οἱ δοκου̃ντες στυ̃λοι εἰ̃ναι δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρναβα̨̃ κοινωνίας ἵνα ἡμει̃ς εἰς τὰ ἔθνη αὐτοὶ δὲ εἰς τὴν περιτομήν
10 μόνον τω̃ν πτωχω̃ν ἵνα μνημονεύωμεν ὃ καὶ ἐσπούδασα αὐτò του̃το ποιη̃σαι
11 ὅτε δὲ ἠ̃λθεν Κηφα̃ς εἰς ’Αντιόχειαν κατὰ πρόσωπον αὐτω̨̃ ἀντέστην ὅτι κατεγνωσμένος ἠ̃ν
12 πρò του̃ γὰρ ἐλθει̃ν τινας ἀπò ’Ιακώβου μετὰ τω̃ν ἐθνω̃ν συνήσθιεν ὅτε δὲ ἠ̃λθον ὑπέστελλεν καὶ ἀφώριζεν ἑαυτόν φοβούμενος τοὺς ἐκ περιτομη̃ς
13 καὶ συνυπεκρίθησαν αὐτω̨̃ καὶ οἱ λοιποὶ ’Ιουδαι̃οι ὥστε καὶ Βαρναβα̃ς συναπήχθη αὐτω̃ν τη̨̃ ὑποκρίσει
14 ἀλλ' ὅτε εἰ̃δον ὅτι οὐκ ὀρθοποδου̃σιν πρòς τὴν ἀλήθειαν του̃ εὐαγγελίου εἰ̃πον τω̨̃ Κηφα̨̃ ἔμπροσθεν πάντων εἰ σὺ ’Ιουδαι̃ος ὑπάρχων ἐθνικω̃ς καὶ οὐχὶ ’Ιουδαϊκω̃ς ζη̨̃ς πω̃ς τὰ ἔθνη ἀναγκάζεις ἰουδαΐζειν
15 ἡμει̃ς φύσει ’Ιουδαι̃οι καὶ οὐκ ἐξ ἐθνω̃ν ἁμαρτωλοί
16 εἰδότες δὲ ὅτι οὐ δικαιου̃ται ἄνθρωπος ἐξ ἔργων νόμου ἐὰν μὴ διὰ πίστεως ’Ιησου̃ Χριστου̃ καὶ ἡμει̃ς εἰς Χριστòν ’Ιησου̃ν ἐπιστεύσαμεν ἵνα δικαιωθω̃μεν ἐκ πίστεως Χριστου̃ καὶ οὐκ ἐξ ἔργων νόμου ὅτι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πα̃σα σάρξ
17 εἰ δὲ ζητου̃ντες δικαιωθη̃ναι ἐν Χριστω̨̃ εὑρέθημεν καὶ αὐτοὶ ἁμαρτωλοί ἀ̃ρα Χριστòς ἁμαρτίας διάκονος μὴ γένοιτο
18 εἰ γὰρ ἃ κατέλυσα ταυ̃τα πάλιν οἰκοδομω̃ παραβάτην ἐμαυτòν συνιστάνω
19 ἐγὼ γὰρ διὰ νόμου νόμω̨ ἀπέθανον ἵνα θεω̨̃ ζήσω Χριστω̨̃ συνεσταύρωμαι
20 ζω̃ δὲ οὐκέτι ἐγώ ζη̨̃ δὲ ἐν ἐμοὶ Χριστός ὃ δὲ νυ̃ν ζω̃ ἐν σαρκί ἐν πίστει ζω̃ τη̨̃ του̃ υἱου̃ του̃ θεου̃ του̃ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτòν ὑπὲρ ἐμου̃
21 οὐκ ἀθετω̃ τὴν χάριν του̃ θεου̃ εἰ γὰρ διὰ νόμου δικαιοσύνη ἄρα Χριστòς δωρεὰν ἀπέθανεν
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.