Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΠΡΟΣ ΓΑΛΑΤΑΣ, κεφαλίς 3,  στἰχοι 15-29

15 ἀδελφοί κατὰ ἄνθρωπον λέγω ὅμως ἀνθρώπου κεκυρωμένην διαθήκην οὐδεὶς ἀθετει̃ ἢ ἐπιδιατάσσεται
16 τω̨̃ δὲ ’Αβραὰμ ἐρρέθησαν αἱ ἐπαγγελίαι καὶ τω̨̃ σπέρματι αὐτου̃ οὐ λέγει καὶ τοι̃ς σπέρμασιν ὡς ἐπὶ πολλω̃ν ἀλλ' ὡς ἐφ' ἑνός καὶ τω̨̃ σπέρματί σου ὅς ἐστιν Χριστός
17 του̃το δὲ λέγω διαθήκην προκεκυρωμένην ὑπò του̃ θεου̃ ὁ μετὰ τετρακόσια καὶ τριάκοντα ἔτη γεγονὼς νόμος οὐκ ἀκυροι̃ εἰς τò καταργη̃σαι τὴν ἐπαγγελίαν
18 εἰ γὰρ ἐκ νόμου ἡ κληρονομία οὐκέτι ἐξ ἐπαγγελίας τω̨̃ δὲ ’Αβραὰμ δι' ἐπαγγελίας κεχάρισται ὁ θεός
19 τί οὐ̃ν ὁ νόμος τω̃ν παραβάσεων χάριν προσετέθη ἄχρις οὑ̃ ἔλθη̨ τò σπέρμα ὡ̨̃ ἐπήγγελται διαταγεὶς δι' ἀγγέλων ἐν χειρὶ μεσίτου
20 ὁ δὲ μεσίτης ἑνòς οὐκ ἔστιν ὁ δὲ θεòς εἱ̃ς ἐστιν
21 ὁ οὐ̃ν νόμος κατὰ τω̃ν ἐπαγγελιω̃ν του̃ θεου̃ μὴ γένοιτο εἰ γὰρ ἐδόθη νόμος ὁ δυνάμενος ζω̨οποιη̃σαι ὄντως ἐκ νόμου ἂν ἠ̃ν ἡ δικαιοσύνη
22 ἀλλὰ συνέκλεισεν ἡ γραφὴ τὰ πάντα ὑπò ἁμαρτίαν ἵνα ἡ ἐπαγγελία ἐκ πίστεως ’Ιησου̃ Χριστου̃ δοθη̨̃ τοι̃ς πιστεύουσιν
23 πρò του̃ δὲ ἐλθει̃ν τὴν πίστιν ὑπò νόμον ἐφρουρούμεθα συγκλειόμενοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθη̃ναι
24 ὥστε ὁ νόμος παιδαγωγòς ἡμω̃ν γέγονεν εἰς Χριστόν ἵνα ἐκ πίστεως δικαιωθω̃μεν
25 ἐλθούσης δὲ τη̃ς πίστεως οὐκέτι ὑπò παιδαγωγόν ἐσμεν
26 πάντες γὰρ υἱοὶ θεου̃ ἐστε διὰ τη̃ς πίστεως ἐν Χριστω̨̃ ’Ιησου̃
27 ὅσοι γὰρ εἰς Χριστòν ἐβαπτίσθητε Χριστòν ἐνεδύσασθε
28 οὐκ ἔνι ’Ιουδαι̃ος οὐδὲ ‘Έλλην οὐκ ἔνι δου̃λος οὐδὲ ἐλεύθερος οὐκ ἔνι ἄρσεν καὶ θη̃λυ πάντες γὰρ ὑμει̃ς εἱ̃ς ἐστε ἐν Χριστω̨̃ ’Ιησου̃
29 εἰ δὲ ὑμει̃ς Χριστου̃ ἄρα του̃ ’Αβραὰμ σπέρμα ἐστέ κατ' ἐπαγγελίαν κληρονόμοι
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.