Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΠΡΟΣ ΓΑΛΑΤΑΣ, κεφαλίς 5

τη̨̃ ἐλευθερία̨ ἡμα̃ς Χριστòς ἠλευθέρωσεν στήκετε οὐ̃ν καὶ μὴ πάλιν ζυγω̨̃ δουλείας ἐνέχεσθε
ἴδε ἐγὼ Παυ̃λος λέγω ὑμι̃ν ὅτι ἐὰν περιτέμνησθε Χριστòς ὑμα̃ς οὐδὲν ὠφελήσει
μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπω̨ περιτεμνομένω̨ ὅτι ὀφειλέτης ἐστὶν ὅλον τòν νόμον ποιη̃σαι
κατηργήθητε ἀπò Χριστου̃ οἵτινες ἐν νόμω̨ δικαιου̃σθε τη̃ς χάριτος ἐξεπέσατε
ἡμει̃ς γὰρ πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα
ἐν γὰρ Χριστω̨̃ ’Ιησου̃ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία ἀλλὰ πίστις δι' ἀγάπης ἐνεργουμένη
ἐτρέχετε καλω̃ς τίς ὑμα̃ς ἐνέκοψεν τη̨̃ ἀληθεία̨ μὴ πείθεσθαι
ἡ πεισμονὴ οὐκ ἐκ του̃ καλου̃ντος ὑμα̃ς
μικρὰ ζύμη ὅλον τò φύραμα ζυμοι̃
10 ἐγὼ πέποιθα εἰς ὑμα̃ς ἐν κυρίω̨ ὅτι οὐδὲν ἄλλο φρονήσετε ὁ δὲ ταράσσων ὑμα̃ς βαστάσει τò κρίμα ὅστις ἐὰν ἠ̨̃
11 ἐγὼ δέ ἀδελφοί εἰ περιτομὴν ἔτι κηρύσσω τί ἔτι διώκομαι ἄρα κατήργηται τò σκάνδαλον του̃ σταυρου̃
12 ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατου̃ντες ὑμα̃ς
13 ὑμει̃ς γὰρ ἐπ' ἐλευθερία̨ ἐκλήθητε ἀδελφοί μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τη̨̃ σαρκί ἀλλὰ διὰ τη̃ς ἀγάπης δουλεύετε ἀλλήλοις
14 ὁ γὰρ πα̃ς νόμος ἐν ἑνὶ λόγω̨ πεπλήρωται ἐν τω̨̃ ἀγαπήσεις τòν πλησίον σου ὡς σεαυτόν
15 εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε βλέπετε μὴ ὑπ' ἀλλήλων ἀναλωθη̃τε
16 λέγω δέ πνεύματι περιπατει̃τε καὶ ἐπιθυμίαν σαρκòς οὐ μὴ τελέσητε
17 ἡ γὰρ σὰρξ ἐπιθυμει̃ κατὰ του̃ πνεύματος τò δὲ πνευ̃μα κατὰ τη̃ς σαρκός ταυ̃τα γὰρ ἀλλήλοις ἀντίκειται ἵνα μὴ ἃ ἐὰν θέλητε ταυ̃τα ποιη̃τε
18 εἰ δὲ πνεύματι ἄγεσθε οὐκ ἐστὲ ὑπò νόμον
19 φανερὰ δέ ἐστιν τὰ ἔργα τη̃ς σαρκός ἅτινά ἐστιν πορνεία ἀκαθαρσία ἀσέλγεια
20 εἰδωλολατρία φαρμακεία ἔχθραι ἔρις ζη̃λος θυμοί ἐριθείαι διχοστασίαι αἱρέσεις
21 φθόνοι μέθαι κω̃μοι καὶ τὰ ὅμοια τούτοις ἃ προλέγω ὑμι̃ν καθὼς προει̃πον ὅτι οἱ τὰ τοιαυ̃τα πράσσοντες βασιλείαν θεου̃ οὐ κληρονομήσουσιν
22 ὁ δὲ καρπòς του̃ πνεύματός ἐστιν ἀγάπη χαρά εἰρήνη μακροθυμία χρηστότης ἀγαθωσύνη πίστις
23 πραΰτης ἐγκράτεια κατὰ τω̃ν τοιούτων οὐκ ἔστιν νόμος
24 οἱ δὲ του̃ Χριστου̃ ’Ιησου̃ τὴν σάρκα ἐσταύρωσαν σὺν τοι̃ς παθήμασιν καὶ ται̃ς ἐπιθυμίαις
25 εἰ ζω̃μεν πνεύματι πνεύματι καὶ στοιχω̃μεν
26 μὴ γινώμεθα κενόδοξοι ἀλλήλους προκαλούμενοι ἀλλήλοις φθονου̃ντες
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.