ΓΕΝΕΣΙΣ,
κεφαλίς 16
1 Σαρα δὲ ἡ γυνὴ Αβραμ οὐκ ἔτικτεν αὐτω̨̃ ἠ̃ν δὲ αὐτη̨̃ παιδίσκη Αἰγυπτία ἡ̨̃ ὄνομα Αγαρ |
2 εἰ̃πεν δὲ Σαρα πρὸς Αβραμ ἰδοὺ συνέκλεισέν με κύριος του̃ μὴ τίκτειν εἴσελθε οὐ̃ν πρὸς τὴν παιδίσκην μου ἵνα τεκνοποιήση̨ς ἐξ αὐτη̃ς ὑπήκουσεν δὲ Αβραμ τη̃ς φωνη̃ς Σαρας |
3 καὶ λαβου̃σα Σαρα ἡ γυνὴ Αβραμ Αγαρ τὴν Αἰγυπτίαν τὴν ἑαυτη̃ς παιδίσκην μετὰ δέκα ἔτη του̃ οἰκη̃σαι Αβραμ ἐν γη̨̃ Χανααν καὶ ἔδωκεν αὐτὴν Αβραμ τω̨̃ ἀνδρὶ αὐτη̃ς αὐτω̨̃ γυναι̃κα |
4 καὶ εἰση̃λθεν πρὸς Αγαρ καὶ συνέλαβεν καὶ εἰ̃δεν ὅτι ἐν γαστρὶ ἔχει καὶ ἠτιμάσθη ἡ κυρία ἐναντίον αὐτη̃ς |
5 εἰ̃πεν δὲ Σαρα πρὸς Αβραμ ἀδικου̃μαι ἐκ σου̃ ἐγὼ δέδωκα τὴν παιδίσκην μου εἰς τὸν κόλπον σου ἰδου̃σα δὲ ὅτι ἐν γαστρὶ ἔχει ἠτιμάσθην ἐναντίον αὐτη̃ς κρίναι ὁ θεὸς ἀνὰ μέσον ἐμου̃ καὶ σου̃ |
6 εἰ̃πεν δὲ Αβραμ πρὸς Σαραν ἰδοὺ ἡ παιδίσκη σου ἐν ται̃ς χερσίν σου χρω̃ αὐτη̨̃ ὡς ἄν σοι ἀρεστὸν ἠ̨̃ καὶ ἐκάκωσεν αὐτὴν Σαρα καὶ ἀπέδρα ἀπὸ προσώπου αὐτη̃ς |
7 εὑ̃ρεν δὲ αὐτὴν ἄγγελος κυρίου ἐπὶ τη̃ς πηγη̃ς του̃ ὕδατος ἐν τη̨̃ ἐρήμω̨ ἐπὶ τη̃ς πηγη̃ς ἐν τη̨̃ ὁδω̨̃ Σουρ |
8 καὶ εἰ̃πεν αὐτη̨̃ ὁ ἄγγελος κυρίου Αγαρ παιδίσκη Σαρας πόθεν ἔρχη̨ καὶ που̃ πορεύη̨ καὶ εἰ̃πεν ἀπὸ προσώπου Σαρας τη̃ς κυρίας μου ἐγὼ ἀποδιδράσκω |
9 εἰ̃πεν δὲ αὐτη̨̃ ὁ ἄγγελος κυρίου ἀποστράφητι πρὸς τὴν κυρίαν σου καὶ ταπεινώθητι ὑπὸ τὰς χει̃ρας αὐτη̃ς |
10 καὶ εἰ̃πεν αὐτη̨̃ ὁ ἄγγελος κυρίου πληθύνων πληθυνω̃ τὸ σπέρμα σου καὶ οὐκ ἀριθμηθήσεται ἀπὸ του̃ πλήθους |
11 καὶ εἰ̃πεν αὐτη̨̃ ὁ ἄγγελος κυρίου ἰδοὺ σὺ ἐν γαστρὶ ἔχεις καὶ τέξη̨ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτου̃ Ισμαηλ ὅτι ἐπήκουσεν κύριος τη̨̃ ταπεινώσει σου |
12 οὑ̃τος ἔσται ἄγροικος ἄνθρωπος αἱ χει̃ρες αὐτου̃ ἐπὶ πάντας καὶ αἱ χει̃ρες πάντων ἐπ' αὐτόν καὶ κατὰ πρόσωπον πάντων τω̃ν ἀδελφω̃ν αὐτου̃ κατοικήσει |
13 καὶ ἐκάλεσεν Αγαρ τὸ ὄνομα κυρίου του̃ λαλου̃ντος πρὸς αὐτήν σὺ ὁ θεὸς ὁ ἐπιδών με ὅτι εἰ̃πεν καὶ γὰρ ἐνώπιον εἰ̃δον ὀφθέντα μοι |
14 ἕνεκεν τούτου ἐκάλεσεν τὸ φρέαρ Φρέαρ οὑ̃ ἐνώπιον εἰ̃δον ἰδοὺ ἀνὰ μέσον Καδης καὶ ἀνὰ μέσον Βαραδ |
15 καὶ ἔτεκεν Αγαρ τω̨̃ Αβραμ υἱόν καὶ ἐκάλεσεν Αβραμ τὸ ὄνομα του̃ υἱου̃ αὐτου̃ ὃν ἔτεκεν αὐτω̨̃ Αγαρ Ισμαηλ |
16 Αβραμ δὲ ἠ̃ν ὀγδοήκοντα ἓξ ἐτω̃ν ἡνίκα ἔτεκεν Αγαρ τὸν Ισμαηλ τω̨̃ Αβραμ |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.