Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΓΕΝΕΣΙΣ, κεφαλίς 17

ἐγένετο δὲ Αβραμ ἐτω̃ν ἐνενήκοντα ἐννέα καὶ ὤφθη κύριος τω̨̃ Αβραμ καὶ εἰ̃πεν αὐτω̨̃ ἐγώ εἰμι ὁ θεός σου εὐαρέστει ἐναντίον ἐμου̃ καὶ γίνου ἄμεμπτος
καὶ θήσομαι τὴν διαθήκην μου ἀνὰ μέσον ἐμου̃ καὶ ἀνὰ μέσον σου̃ καὶ πληθυνω̃ σε σφόδρα
καὶ ἔπεσεν Αβραμ ἐπὶ πρόσωπον αὐτου̃ καὶ ἐλάλησεν αὐτω̨̃ ὁ θεὸς λέγων
καὶ ἐγὼ ἰδοὺ ἡ διαθήκη μου μετὰ σου̃ καὶ ἔση̨ πατὴρ πλήθους ἐθνω̃ν
καὶ οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Αβραμ ἀλλ' ἔσται τὸ ὄνομά σου Αβρααμ ὅτι πατέρα πολλω̃ν ἐθνω̃ν τέθεικά σε
καὶ αὐξανω̃ σε σφόδρα σφόδρα καὶ θήσω σε εἰς ἔθνη καὶ βασιλει̃ς ἐκ σου̃ ἐξελεύσονται
καὶ στήσω τὴν διαθήκην μου ἀνὰ μέσον ἐμου̃ καὶ ἀνὰ μέσον σου̃ καὶ ἀνὰ μέσον του̃ σπέρματός σου μετὰ σὲ εἰς γενεὰς αὐτω̃ν εἰς διαθήκην αἰώνιον εἰ̃ναί σου θεὸς καὶ του̃ σπέρματός σου μετὰ σέ
καὶ δώσω σοι καὶ τω̨̃ σπέρματί σου μετὰ σὲ τὴν γη̃ν ἣν παροικει̃ς πα̃σαν τὴν γη̃ν Χανααν εἰς κατάσχεσιν αἰώνιον καὶ ἔσομαι αὐτοι̃ς θεός
καὶ εἰ̃πεν ὁ θεὸς πρὸς Αβρααμ σὺ δὲ τὴν διαθήκην μου διατηρήσεις σὺ καὶ τὸ σπέρμα σου μετὰ σὲ εἰς τὰς γενεὰς αὐτω̃ν
10 καὶ αὕτη ἡ διαθήκη ἣν διατηρήσεις ἀνὰ μέσον ἐμου̃ καὶ ὑμω̃ν καὶ ἀνὰ μέσον του̃ σπέρματός σου μετὰ σὲ εἰς τὰς γενεὰς αὐτω̃ν περιτμηθήσεται ὑμω̃ν πα̃ν ἀρσενικόν
11 καὶ περιτμηθήσεσθε τὴν σάρκα τη̃ς ἀκροβυστίας ὑμω̃ν καὶ ἔσται ἐν σημείω̨ διαθήκης ἀνὰ μέσον ἐμου̃ καὶ ὑμω̃ν
12 καὶ παιδίον ὀκτὼ ἡμερω̃ν περιτμηθήσεται ὑμι̃ν πα̃ν ἀρσενικὸν εἰς τὰς γενεὰς ὑμω̃ν ὁ οἰκογενὴς τη̃ς οἰκίας σου καὶ ὁ ἀργυρώνητος ἀπὸ παντὸς υἱου̃ ἀλλοτρίου ὃς οὐκ ἔστιν ἐκ του̃ σπέρματός σου
13 περιτομη̨̃ περιτμηθήσεται ὁ οἰκογενὴς τη̃ς οἰκίας σου καὶ ὁ ἀργυρώνητος καὶ ἔσται ἡ διαθήκη μου ἐπὶ τη̃ς σαρκὸς ὑμω̃ν εἰς διαθήκην αἰώνιον
14 καὶ ἀπερίτμητος ἄρσην ὃς οὐ περιτμηθήσεται τὴν σάρκα τη̃ς ἀκροβυστίας αὐτου̃ τη̨̃ ἡμέρα̨ τη̨̃ ὀγδόη̨ ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ του̃ γένους αὐτη̃ς ὅτι τὴν διαθήκην μου διεσκέδασεν
15 εἰ̃πεν δὲ ὁ θεὸς τω̨̃ Αβρααμ Σαρα ἡ γυνή σου οὐ κληθήσεται τὸ ὄνομα αὐτη̃ς Σαρα ἀλλὰ Σαρρα ἔσται τὸ ὄνομα αὐτη̃ς
16 εὐλογήσω δὲ αὐτὴν καὶ δώσω σοι ἐξ αὐτη̃ς τέκνον καὶ εὐλογήσω αὐτόν καὶ ἔσται εἰς ἔθνη καὶ βασιλει̃ς ἐθνω̃ν ἐξ αὐτου̃ ἔσονται
17 καὶ ἔπεσεν Αβρααμ ἐπὶ πρόσωπον καὶ ἐγέλασεν καὶ εἰ̃πεν ἐν τη̨̃ διανοία̨ αὐτου̃ λέγων εἰ τω̨̃ ἑκατονταετει̃ γενήσεται καὶ εἰ Σαρρα ἐνενήκοντα ἐτω̃ν οὐ̃σα τέξεται
18 εἰ̃πεν δὲ Αβρααμ πρὸς τὸν θεόν Ισμαηλ οὑ̃τος ζήτω ἐναντίον σου
19 εἰ̃πεν δὲ ὁ θεὸς τω̨̃ Αβρααμ ναί ἰδοὺ Σαρρα ἡ γυνή σου τέξεταί σοι υἱόν καὶ καλέσεις τὸ ὄνομα αὐτου̃ Ισαακ καὶ στήσω τὴν διαθήκην μου πρὸς αὐτὸν εἰς διαθήκην αἰώνιον καὶ τω̨̃ σπέρματι αὐτου̃ μετ' αὐτόν
20 περὶ δὲ Ισμαηλ ἰδοὺ ἐπήκουσά σου ἰδοὺ εὐλόγησα αὐτὸν καὶ αὐξανω̃ αὐτὸν καὶ πληθυνω̃ αὐτὸν σφόδρα δώδεκα ἔθνη γεννήσει καὶ δώσω αὐτὸν εἰς ἔθνος μέγα
21 τὴν δὲ διαθήκην μου στήσω πρὸς Ισαακ ὃν τέξεταί σοι Σαρρα εἰς τὸν καιρὸν του̃τον ἐν τω̨̃ ἐνιαυτω̨̃ τω̨̃ ἑτέρω̨
22 συνετέλεσεν δὲ λαλω̃ν πρὸς αὐτὸν καὶ ἀνέβη ὁ θεὸς ἀπὸ Αβρααμ
23 καὶ ἔλαβεν Αβρααμ Ισμαηλ τὸν υἱὸν αὐτου̃ καὶ πάντας τοὺς οἰκογενει̃ς αὐτου̃ καὶ πάντας τοὺς ἀργυρωνήτους καὶ πα̃ν ἄρσεν τω̃ν ἀνδρω̃ν τω̃ν ἐν τω̨̃ οἴκω̨ Αβρααμ καὶ περιέτεμεν τὰς ἀκροβυστίας αὐτω̃ν ἐν τω̨̃ καιρω̨̃ τη̃ς ἡμέρας ἐκείνης καθὰ ἐλάλησεν αὐτω̨̃ ὁ θεός
24 Αβρααμ δὲ ἠ̃ν ἐνενήκοντα ἐννέα ἐτω̃ν ἡνίκα περιέτεμεν τὴν σάρκα τη̃ς ἀκροβυστίας αὐτου̃
25 Ισμαηλ δὲ ὁ υἱὸς αὐτου̃ ἐτω̃ν δέκα τριω̃ν ἠ̃ν ἡνίκα περιετμήθη τὴν σάρκα τη̃ς ἀκροβυστίας αὐτου̃
26 ἐν τω̨̃ καιρω̨̃ τη̃ς ἡμέρας ἐκείνης περιετμήθη Αβρααμ καὶ Ισμαηλ ὁ υἱὸς αὐτου̃
27 καὶ πάντες οἱ ἄνδρες του̃ οἴκου αὐτου̃ καὶ οἱ οἰκογενει̃ς καὶ οἱ ἀργυρώνητοι ἐξ ἀλλογενω̃ν ἐθνω̃ν περιέτεμεν αὐτούς
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.