ΓΕΝΕΣΙΣ,
κεφαλίς 18,
στἰχοι 22-32
22 καὶ ἀποστρέψαντες ἐκει̃θεν οἱ ἄνδρες ἠ̃λθον εἰς Σοδομα Αβρααμ δὲ ἠ̃ν ἑστηκὼς ἐναντίον κυρίου |
23 καὶ ἐγγίσας Αβρααμ εἰ̃πεν μὴ συναπολέση̨ς δίκαιον μετὰ ἀσεβου̃ς καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής |
24 ἐὰν ὠ̃σιν πεντήκοντα δίκαιοι ἐν τη̨̃ πόλει ἀπολει̃ς αὐτούς οὐκ ἀνήσεις πάντα τὸν τόπον ἕνεκεν τω̃ν πεντήκοντα δικαίων ἐὰν ὠ̃σιν ἐν αὐτη̨̃ |
25 μηδαμω̃ς σὺ ποιήσεις ὡς τὸ ῥη̃μα του̃το του̃ ἀποκτει̃ναι δίκαιον μετὰ ἀσεβου̃ς καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής μηδαμω̃ς ὁ κρίνων πα̃σαν τὴν γη̃ν οὐ ποιήσεις κρίσιν |
26 εἰ̃πεν δὲ κύριος ἐὰν εὕρω ἐν Σοδομοις πεντήκοντα δικαίους ἐν τη̨̃ πόλει ἀφήσω πάντα τὸν τόπον δι' αὐτούς |
27 καὶ ἀποκριθεὶς Αβρααμ εἰ̃πεν νυ̃ν ἠρξάμην λαλη̃σαι πρὸς τὸν κύριον ἐγὼ δέ εἰμι γη̃ καὶ σποδός |
28 ἐὰν δὲ ἐλαττονωθω̃σιν οἱ πεντήκοντα δίκαιοι πέντε ἀπολει̃ς ἕνεκεν τω̃ν πέντε πα̃σαν τὴν πόλιν καὶ εἰ̃πεν οὐ μὴ ἀπολέσω ἐὰν εὕρω ἐκει̃ τεσσαράκοντα πέντε |
29 καὶ προσέθηκεν ἔτι λαλη̃σαι πρὸς αὐτὸν καὶ εἰ̃πεν ἐὰν δὲ εὑρεθω̃σιν ἐκει̃ τεσσαράκοντα καὶ εἰ̃πεν οὐ μὴ ἀπολέσω ἕνεκεν τω̃ν τεσσαράκοντα |
30 καὶ εἰ̃πεν μή τι κύριε ἐὰν λαλήσω ἐὰν δὲ εὑρεθω̃σιν ἐκει̃ τριάκοντα καὶ εἰ̃πεν οὐ μὴ ἀπολέσω ἐὰν εὕρω ἐκει̃ τριάκοντα |
31 καὶ εἰ̃πεν ἐπειδὴ ἔχω λαλη̃σαι πρὸς τὸν κύριον ἐὰν δὲ εὑρεθω̃σιν ἐκει̃ εἴκοσι καὶ εἰ̃πεν οὐ μὴ ἀπολέσω ἕνεκεν τω̃ν εἴκοσι |
32 καὶ εἰ̃πεν μή τι κύριε ἐὰν λαλήσω ἔτι ἅπαξ ἐὰν δὲ εὑρεθω̃σιν ἐκει̃ δέκα καὶ εἰ̃πεν οὐ μὴ ἀπολέσω ἕνεκεν τω̃ν δέκα |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.