Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΓΕΝΕΣΙΣ, κεφαλίς 26

ἐγένετο δὲ λιμὸς ἐπὶ τη̃ς γη̃ς χωρὶς του̃ λιμου̃ του̃ πρότερον ὃς ἐγένετο ἐν τω̨̃ χρόνω̨ τω̨̃ Αβρααμ ἐπορεύθη δὲ Ισαακ πρὸς Αβιμελεχ βασιλέα Φυλιστιιμ εἰς Γεραρα
ὤφθη δὲ αὐτω̨̃ κύριος καὶ εἰ̃πεν μὴ καταβη̨̃ς εἰς Αἴγυπτον κατοίκησον δὲ ἐν τη̨̃ γη̨̃ ἡ̨̃ ἄν σοι εἴπω
καὶ παροίκει ἐν τη̨̃ γη̨̃ ταύτη̨ καὶ ἔσομαι μετὰ σου̃ καὶ εὐλογήσω σε σοὶ γὰρ καὶ τω̨̃ σπέρματί σου δώσω πα̃σαν τὴν γη̃ν ταύτην καὶ στήσω τὸν ὅρκον μου ὃν ὤμοσα Αβρααμ τω̨̃ πατρί σου
καὶ πληθυνω̃ τὸ σπέρμα σου ὡς τοὺς ἀστέρας του̃ οὐρανου̃ καὶ δώσω τω̨̃ σπέρματί σου πα̃σαν τὴν γη̃ν ταύτην καὶ ἐνευλογηθήσονται ἐν τω̨̃ σπέρματί σου πάντα τὰ ἔθνη τη̃ς γη̃ς
ἀνθ' ὡ̃ν ὑπήκουσεν Αβρααμ ὁ πατήρ σου τη̃ς ἐμη̃ς φωνη̃ς καὶ ἐφύλαξεν τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου καὶ τὰ δικαιώματά μου καὶ τὰ νόμιμά μου
καὶ κατώ̨κησεν Ισαακ ἐν Γεραροις
ἐπηρώτησαν δὲ οἱ ἄνδρες του̃ τόπου περὶ Ρεβεκκας τη̃ς γυναικὸς αὐτου̃ καὶ εἰ̃πεν ἀδελφή μού ἐστιν ἐφοβήθη γὰρ εἰπει̃ν ὅτι γυνή μού ἐστιν μήποτε ἀποκτείνωσιν αὐτὸν οἱ ἄνδρες του̃ τόπου περὶ Ρεβεκκας ὅτι ὡραία τη̨̃ ὄψει ἠ̃ν
ἐγένετο δὲ πολυχρόνιος ἐκει̃ παρακύψας δὲ Αβιμελεχ ὁ βασιλεὺς Γεραρων διὰ τη̃ς θυρίδος εἰ̃δεν τὸν Ισαακ παίζοντα μετὰ Ρεβεκκας τη̃ς γυναικὸς αὐτου̃
ἐκάλεσεν δὲ Αβιμελεχ τὸν Ισαακ καὶ εἰ̃πεν αὐτω̨̃ ἄρα γε γυνή σού ἐστιν τί ὅτι εἰ̃πας ἀδελφή μού ἐστιν εἰ̃πεν δὲ αὐτω̨̃ Ισαακ εἰ̃πα γάρ μήποτε ἀποθάνω δι' αὐτήν
10 εἰ̃πεν δὲ αὐτω̨̃ Αβιμελεχ τί του̃το ἐποίησας ἡμι̃ν μικρου̃ ἐκοιμήθη τις του̃ γένους μου μετὰ τη̃ς γυναικός σου καὶ ἐπήγαγες ἐφ' ἡμα̃ς ἄγνοιαν
11 συνέταξεν δὲ Αβιμελεχ παντὶ τω̨̃ λαω̨̃ αὐτου̃ λέγων πα̃ς ὁ ἁπτόμενος του̃ ἀνθρώπου τούτου ἢ τη̃ς γυναικὸς αὐτου̃ θανάτου ἔνοχος ἔσται
12 ἔσπειρεν δὲ Ισαακ ἐν τη̨̃ γη̨̃ ἐκείνη̨ καὶ εὑ̃ρεν ἐν τω̨̃ ἐνιαυτω̨̃ ἐκείνω̨ ἑκατοστεύουσαν κριθήν εὐλόγησεν δὲ αὐτὸν κύριος
13 καὶ ὑψώθη ὁ ἄνθρωπος καὶ προβαίνων μείζων ἐγίνετο ἕως οὑ̃ μέγας ἐγένετο σφόδρα
14 ἐγένετο δὲ αὐτω̨̃ κτήνη προβάτων καὶ κτήνη βοω̃ν καὶ γεώργια πολλά ἐζήλωσαν δὲ αὐτὸν οἱ Φυλιστιιμ
15 καὶ πάντα τὰ φρέατα ἃ ὤρυξαν οἱ παι̃δες του̃ πατρὸς αὐτου̃ ἐν τω̨̃ χρόνω̨ του̃ πατρὸς αὐτου̃ ἐνέφραξαν αὐτὰ οἱ Φυλιστιιμ καὶ ἔπλησαν αὐτὰ γη̃ς
16 εἰ̃πεν δὲ Αβιμελεχ πρὸς Ισαακ ἄπελθε ἀφ' ἡμω̃ν ὅτι δυνατώτερος ἡμω̃ν ἐγένου σφόδρα
17 καὶ ἀπη̃λθεν ἐκει̃θεν Ισαακ καὶ κατέλυσεν ἐν τη̨̃ φάραγγι Γεραρων καὶ κατώ̨κησεν ἐκει̃
18 καὶ πάλιν Ισαακ ὤρυξεν τὰ φρέατα του̃ ὕδατος ἃ ὤρυξαν οἱ παι̃δες Αβρααμ του̃ πατρὸς αὐτου̃ καὶ ἐνέφραξαν αὐτὰ οἱ Φυλιστιιμ μετὰ τὸ ἀποθανει̃ν Αβρααμ τὸν πατέρα αὐτου̃ καὶ ἐπωνόμασεν αὐτοι̃ς ὀνόματα κατὰ τὰ ὀνόματα ἃ ἐπωνόμασεν Αβρααμ ὁ πατὴρ αὐτου̃
19 καὶ ὤρυξαν οἱ παι̃δες Ισαακ ἐν τη̨̃ φάραγγι Γεραρων καὶ εὑ̃ρον ἐκει̃ φρέαρ ὕδατος ζω̃ντος
20 καὶ ἐμαχέσαντο οἱ ποιμένες Γεραρων μετὰ τω̃ν ποιμένων Ισαακ φάσκοντες αὐτω̃ν εἰ̃ναι τὸ ὕδωρ καὶ ἐκάλεσεν τὸ ὄνομα του̃ φρέατος 'Αδικία ἠδίκησαν γὰρ αὐτόν
21 ἀπάρας δὲ Ισαακ ἐκει̃θεν ὤρυξεν φρέαρ ἕτερον ἐκρίνοντο δὲ καὶ περὶ ἐκείνου καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτου̃ 'Εχθρία
22 ἀπάρας δὲ ἐκει̃θεν ὤρυξεν φρέαρ ἕτερον καὶ οὐκ ἐμαχέσαντο περὶ αὐτου̃ καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτου̃ Εὐρυχωρία λέγων διότι νυ̃ν ἐπλάτυνεν κύριος ἡμι̃ν καὶ ηὔξησεν ἡμα̃ς ἐπὶ τη̃ς γη̃ς
23 ἀνέβη δὲ ἐκει̃θεν ἐπὶ τὸ φρέαρ του̃ ὅρκου
24 καὶ ὤφθη αὐτω̨̃ κύριος ἐν τη̨̃ νυκτὶ ἐκείνη̨ καὶ εἰ̃πεν ἐγώ εἰμι ὁ θεὸς Αβρααμ του̃ πατρός σου μὴ φοβου̃ μετὰ σου̃ γάρ εἰμι καὶ ηὐλόγηκά σε καὶ πληθυνω̃ τὸ σπέρμα σου διὰ Αβρααμ τὸν πατέρα σου
25 καὶ ὠ̨κοδόμησεν ἐκει̃ θυσιαστήριον καὶ ἐπεκαλέσατο τὸ ὄνομα κυρίου καὶ ἔπηξεν ἐκει̃ τὴν σκηνὴν αὐτου̃ ὤρυξαν δὲ ἐκει̃ οἱ παι̃δες Ισαακ φρέαρ
26 καὶ Αβιμελεχ ἐπορεύθη πρὸς αὐτὸν ἀπὸ Γεραρων καὶ Οχοζαθ ὁ νυμφαγωγὸς αὐτου̃ καὶ Φικολ ὁ ἀρχιστράτηγος τη̃ς δυνάμεως αὐτου̃
27 καὶ εἰ̃πεν αὐτοι̃ς Ισαακ ἵνα τί ἤλθατε πρός με ὑμει̃ς δὲ ἐμισήσατέ με καὶ ἀπεστείλατέ με ἀφ' ὑμω̃ν
28 καὶ εἰ̃παν ἰδόντες ἑωράκαμεν ὅτι ἠ̃ν κύριος μετὰ σου̃ καὶ εἴπαμεν γενέσθω ἀρὰ ἀνὰ μέσον ἡμω̃ν καὶ ἀνὰ μέσον σου̃ καὶ διαθησόμεθα μετὰ σου̃ διαθήκην
29 μὴ ποιήσειν μεθ' ἡμω̃ν κακόν καθότι ἡμει̃ς σε οὐκ ἐβδελυξάμεθα καὶ ὃν τρόπον ἐχρησάμεθά σοι καλω̃ς καὶ ἐξαπεστείλαμέν σε μετ' εἰρήνης καὶ νυ̃ν σὺ εὐλογητὸς ὑπὸ κυρίου
30 καὶ ἐποίησεν αὐτοι̃ς δοχήν καὶ ἔφαγον καὶ ἔπιον
31 καὶ ἀναστάντες τὸ πρωὶ ὤμοσαν ἄνθρωπος τω̨̃ πλησίον αὐτου̃ καὶ ἐξαπέστειλεν αὐτοὺς Ισαακ καὶ ἀπώ̨χοντο ἀπ' αὐτου̃ μετὰ σωτηρίας
32 ἐγένετο δὲ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καὶ παραγενόμενοι οἱ παι̃δες Ισαακ ἀπήγγειλαν αὐτω̨̃ περὶ του̃ φρέατος οὑ̃ ὤρυξαν καὶ εἰ̃παν οὐχ εὕρομεν ὕδωρ
33 καὶ ἐκάλεσεν αὐτὸ 'Όρκος διὰ του̃το ὄνομα τη̨̃ πόλει Φρέαρ ὅρκου ἕως τη̃ς σήμερον ἡμέρας
34 ἠ̃ν δὲ Ησαυ ἐτω̃ν τεσσαράκοντα καὶ ἔλαβεν γυναι̃κα Ιουδιν τὴν θυγατέρα Βεηρ του̃ Χετταίου καὶ τὴν Βασεμμαθ θυγατέρα Αιλων του̃ Ευαίου
35 καὶ ἠ̃σαν ἐρίζουσαι τω̨̃ Ισαακ καὶ τη̨̃ Ρεβεκκα
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.