Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΓΕΝΕΣΙΣ, κεφαλίς 3

ὁ δὲ ὄφις ἠ̃ν φρονιμώτατος πάντων τω̃ν θηρίων τω̃ν ἐπὶ τη̃ς γη̃ς ὡ̃ν ἐποίησεν κύριος ὁ θεός καὶ εἰ̃πεν ὁ ὄφις τη̨̃ γυναικί τί ὅτι εἰ̃πεν ὁ θεός οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύλου του̃ ἐν τω̨̃ παραδείσω̨
καὶ εἰ̃πεν ἡ γυνὴ τω̨̃ ὄφει ἀπὸ καρπου̃ ξύλου του̃ παραδείσου φαγόμεθα
ἀπὸ δὲ καρπου̃ του̃ ξύλου ὅ ἐστιν ἐν μέσω̨ του̃ παραδείσου εἰ̃πεν ὁ θεός οὐ φάγεσθε ἀπ' αὐτου̃ οὐδὲ μὴ ἅψησθε αὐτου̃ ἵνα μὴ ἀποθάνητε
καὶ εἰ̃πεν ὁ ὄφις τη̨̃ γυναικί οὐ θανάτω̨ ἀποθανει̃σθε
ἤ̨δει γὰρ ὁ θεὸς ὅτι ἐν ἡ̨̃ ἂν ἡμέρα̨ φάγητε ἀπ' αὐτου̃ διανοιχθήσονται ὑμω̃ν οἱ ὀφθαλμοί καὶ ἔσεσθε ὡς θεοὶ γινώσκοντες καλὸν καὶ πονηρόν
καὶ εἰ̃δεν ἡ γυνὴ ὅτι καλὸν τὸ ξύλον εἰς βρω̃σιν καὶ ὅτι ἀρεστὸν τοι̃ς ὀφθαλμοι̃ς ἰδει̃ν καὶ ὡραι̃όν ἐστιν του̃ κατανοη̃σαι καὶ λαβου̃σα του̃ καρπου̃ αὐτου̃ ἔφαγεν καὶ ἔδωκεν καὶ τω̨̃ ἀνδρὶ αὐτη̃ς μετ' αὐτη̃ς καὶ ἔφαγον
καὶ διηνοίχθησαν οἱ ὀφθαλμοὶ τω̃ν δύο καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἠ̃σαν καὶ ἔρραψαν φύλλα συκη̃ς καὶ ἐποίησαν ἑαυτοι̃ς περιζώματα
καὶ ἤκουσαν τὴν φωνὴν κυρίου του̃ θεου̃ περιπατου̃ντος ἐν τω̨̃ παραδείσω̨ τὸ δειλινόν καὶ ἐκρύβησαν ὅ τε Αδαμ καὶ ἡ γυνὴ αὐτου̃ ἀπὸ προσώπου κυρίου του̃ θεου̃ ἐν μέσω̨ του̃ ξύλου του̃ παραδείσου
καὶ ἐκάλεσεν κύριος ὁ θεὸς τὸν Αδαμ καὶ εἰ̃πεν αὐτω̨̃ Αδαμ που̃ εἰ̃
10 καὶ εἰ̃πεν αὐτω̨̃ τὴν φωνήν σου ἤκουσα περιπατου̃ντος ἐν τω̨̃ παραδείσω̨ καὶ ἐφοβήθην ὅτι γυμνός εἰμι καὶ ἐκρύβην
11 καὶ εἰ̃πεν αὐτω̨̃ τίς ἀνήγγειλέν σοι ὅτι γυμνὸς εἰ̃ μὴ ἀπὸ του̃ ξύλου οὑ̃ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγει̃ν ἀπ' αὐτου̃ ἔφαγες
12 καὶ εἰ̃πεν ὁ Αδαμ ἡ γυνή ἣν ἔδωκας μετ' ἐμου̃ αὕτη μοι ἔδωκεν ἀπὸ του̃ ξύλου καὶ ἔφαγον
13 καὶ εἰ̃πεν κύριος ὁ θεὸς τη̨̃ γυναικί τί του̃το ἐποίησας καὶ εἰ̃πεν ἡ γυνή ὁ ὄφις ἠπάτησέν με καὶ ἔφαγον
14 καὶ εἰ̃πεν κύριος ὁ θεὸς τω̨̃ ὄφει ὅτι ἐποίησας του̃το ἐπικατάρατος σὺ ἀπὸ πάντων τω̃ν κτηνω̃ν καὶ ἀπὸ πάντων τω̃ν θηρίων τη̃ς γη̃ς ἐπὶ τω̨̃ στήθει σου καὶ τη̨̃ κοιλία̨ πορεύση̨ καὶ γη̃ν φάγη̨ πάσας τὰς ἡμέρας τη̃ς ζωη̃ς σου
15 καὶ ἔχθραν θήσω ἀνὰ μέσον σου καὶ ἀνὰ μέσον τη̃ς γυναικὸς καὶ ἀνὰ μέσον του̃ σπέρματός σου καὶ ἀνὰ μέσον του̃ σπέρματος αὐτη̃ς αὐτός σου τηρήσει κεφαλήν καὶ σὺ τηρήσεις αὐτου̃ πτέρναν
16 καὶ τη̨̃ γυναικὶ εἰ̃πεν πληθύνων πληθυνω̃ τὰς λύπας σου καὶ τὸν στεναγμόν σου ἐν λύπαις τέξη̨ τέκνα καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου καὶ αὐτός σου κυριεύσει
17 τω̨̃ δὲ Αδαμ εἰ̃πεν ὅτι ἤκουσας τη̃ς φωνη̃ς τη̃ς γυναικός σου καὶ ἔφαγες ἀπὸ του̃ ξύλου οὑ̃ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγει̃ν ἀπ' αὐτου̃ ἐπικατάρατος ἡ γη̃ ἐν τοι̃ς ἔργοις σου ἐν λύπαις φάγη̨ αὐτὴν πάσας τὰς ἡμέρας τη̃ς ζωη̃ς σου
18 ἀκάνθας καὶ τριβόλους ἀνατελει̃ σοι καὶ φάγη̨ τὸν χόρτον του̃ ἀγρου̃
19 ἐν ἱδρω̃τι του̃ προσώπου σου φάγη̨ τὸν ἄρτον σου ἕως του̃ ἀποστρέψαι σε εἰς τὴν γη̃ν ἐξ ἡ̃ς ἐλήμφθης ὅτι γη̃ εἰ̃ καὶ εἰς γη̃ν ἀπελεύση̨
20 καὶ ἐκάλεσεν Αδαμ τὸ ὄνομα τη̃ς γυναικὸς αὐτου̃ Ζωή ὅτι αὕτη μήτηρ πάντων τω̃ν ζώντων
21 καὶ ἐποίησεν κύριος ὁ θεὸς τω̨̃ Αδαμ καὶ τη̨̃ γυναικὶ αὐτου̃ χιτω̃νας δερματίνους καὶ ἐνέδυσεν αὐτούς
22 καὶ εἰ̃πεν ὁ θεός ἰδοὺ Αδαμ γέγονεν ὡς εἱ̃ς ἐξ ἡμω̃ν του̃ γινώσκειν καλὸν καὶ πονηρόν καὶ νυ̃ν μήποτε ἐκτείνη̨ τὴν χει̃ρα καὶ λάβη̨ του̃ ξύλου τη̃ς ζωη̃ς καὶ φάγη̨ καὶ ζήσεται εἰς τὸν αἰω̃να
23 καὶ ἐξαπέστειλεν αὐτὸν κύριος ὁ θεὸς ἐκ του̃ παραδείσου τη̃ς τρυφη̃ς ἐργάζεσθαι τὴν γη̃ν ἐξ ἡ̃ς ἐλήμφθη
24 καὶ ἐξέβαλεν τὸν Αδαμ καὶ κατώ̨κισεν αὐτὸν ἀπέναντι του̃ παραδείσου τη̃ς τρυφη̃ς καὶ ἔταξεν τὰ χερουβιμ καὶ τὴν φλογίνην ῥομφαίαν τὴν στρεφομένην φυλάσσειν τὴν ὁδὸν του̃ ξύλου τη̃ς ζωη̃ς
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.