Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΓΕΝΕΣΙΣ, κεφαλίς 30

ἰδου̃σα δὲ Ραχηλ ὅτι οὐ τέτοκεν τω̨̃ Ιακωβ καὶ ἐζήλωσεν Ραχηλ τὴν ἀδελφὴν αὐτη̃ς καὶ εἰ̃πεν τω̨̃ Ιακωβ δός μοι τέκνα εἰ δὲ μή τελευτήσω ἐγώ
ἐθυμώθη δὲ Ιακωβ τη̨̃ Ραχηλ καὶ εἰ̃πεν αὐτη̨̃ μὴ ἀντὶ θεου̃ ἐγώ εἰμι ὃς ἐστέρησέν σε καρπὸν κοιλίας
εἰ̃πεν δὲ Ραχηλ τω̨̃ Ιακωβ ἰδοὺ ἡ παιδίσκη μου Βαλλα εἴσελθε πρὸς αὐτήν καὶ τέξεται ἐπὶ τω̃ν γονάτων μου καὶ τεκνοποιήσομαι κἀγὼ ἐξ αὐτη̃ς
καὶ ἔδωκεν αὐτω̨̃ Βαλλαν τὴν παιδίσκην αὐτη̃ς αὐτω̨̃ γυναι̃κα εἰση̃λθεν δὲ πρὸς αὐτὴν Ιακωβ
καὶ συνέλαβεν Βαλλα ἡ παιδίσκη Ραχηλ καὶ ἔτεκεν τω̨̃ Ιακωβ υἱόν
καὶ εἰ̃πεν Ραχηλ ἔκρινέν μοι ὁ θεὸς καὶ ἐπήκουσεν τη̃ς φωνη̃ς μου καὶ ἔδωκέν μοι υἱόν διὰ του̃το ἐκάλεσεν τὸ ὄνομα αὐτου̃ Δαν
καὶ συνέλαβεν ἔτι Βαλλα ἡ παιδίσκη Ραχηλ καὶ ἔτεκεν υἱὸν δεύτερον τω̨̃ Ιακωβ
καὶ εἰ̃πεν Ραχηλ συνελάβετό μοι ὁ θεός καὶ συνανεστράφην τη̨̃ ἀδελφη̨̃ μου καὶ ἠδυνάσθην καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτου̃ Νεφθαλι
εἰ̃δεν δὲ Λεια ὅτι ἔστη του̃ τίκτειν καὶ ἔλαβεν Ζελφαν τὴν παιδίσκην αὐτη̃ς καὶ ἔδωκεν αὐτὴν τω̨̃ Ιακωβ γυναι̃κα
10 εἰση̃λθεν δὲ πρὸς αὐτὴν Ιακωβ καὶ συνέλαβεν Ζελφα ἡ παιδίσκη Λειας καὶ ἔτεκεν τω̨̃ Ιακωβ υἱόν
11 καὶ εἰ̃πεν Λεια ἐν τύχη̨ καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτου̃ Γαδ
12 καὶ συνέλαβεν Ζελφα ἡ παιδίσκη Λειας καὶ ἔτεκεν ἔτι τω̨̃ Ιακωβ υἱὸν δεύτερον
13 καὶ εἰ̃πεν Λεια μακαρία ἐγώ ὅτι μακαρίζουσίν με αἱ γυναι̃κες καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτου̃ Ασηρ
14 ἐπορεύθη δὲ Ρουβην ἐν ἡμέραις θερισμου̃ πυρω̃ν καὶ εὑ̃ρεν μη̃λα μανδραγόρου ἐν τω̨̃ ἀγρω̨̃ καὶ ἤνεγκεν αὐτὰ πρὸς Λειαν τὴν μητέρα αὐτου̃ εἰ̃πεν δὲ Ραχηλ τη̨̃ Λεια δός μοι τω̃ν μανδραγορω̃ν του̃ υἱου̃ σου
15 εἰ̃πεν δὲ Λεια οὐχ ἱκανόν σοι ὅτι ἔλαβες τὸν ἄνδρα μου μὴ καὶ τοὺς μανδραγόρας του̃ υἱου̃ μου λήμψη̨ εἰ̃πεν δὲ Ραχηλ οὐχ οὕτως κοιμηθήτω μετὰ σου̃ τὴν νύκτα ταύτην ἀντὶ τω̃ν μανδραγορω̃ν του̃ υἱου̃ σου
16 εἰση̃λθεν δὲ Ιακωβ ἐξ ἀγρου̃ ἑσπέρας καὶ ἐξη̃λθεν Λεια εἰς συνάντησιν αὐτω̨̃ καὶ εἰ̃πεν πρός με εἰσελεύση̨ σήμερον μεμίσθωμαι γάρ σε ἀντὶ τω̃ν μανδραγορω̃ν του̃ υἱου̃ μου καὶ ἐκοιμήθη μετ' αὐτη̃ς τὴν νύκτα ἐκείνην
17 καὶ ἐπήκουσεν ὁ θεὸς Λειας καὶ συλλαβου̃σα ἔτεκεν τω̨̃ Ιακωβ υἱὸν πέμπτον
18 καὶ εἰ̃πεν Λεια ἔδωκεν ὁ θεὸς τὸν μισθόν μου ἀνθ' οὑ̃ ἔδωκα τὴν παιδίσκην μου τω̨̃ ἀνδρί μου καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτου̃ Ισσαχαρ ὅ ἐστιν Μισθός
19 καὶ συνέλαβεν ἔτι Λεια καὶ ἔτεκεν υἱὸν ἕκτον τω̨̃ Ιακωβ
20 καὶ εἰ̃πεν Λεια δεδώρηταί μοι ὁ θεὸς δω̃ρον καλόν ἐν τω̨̃ νυ̃ν καιρω̨̃ αἱρετιει̃ με ὁ ἀνήρ μου ἔτεκον γὰρ αὐτω̨̃ υἱοὺς ἕξ καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτου̃ Ζαβουλων
21 καὶ μετὰ του̃το ἔτεκεν θυγατέρα καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτη̃ς Δινα
22 ἐμνήσθη δὲ ὁ θεὸς τη̃ς Ραχηλ καὶ ἐπήκουσεν αὐτη̃ς ὁ θεὸς καὶ ἀνέω̨ξεν αὐτη̃ς τὴν μήτραν
23 καὶ συλλαβου̃σα ἔτεκεν τω̨̃ Ιακωβ υἱόν εἰ̃πεν δὲ Ραχηλ ἀφει̃λεν ὁ θεός μου τὸ ὄνειδος
24 καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτου̃ Ιωσηφ λέγουσα προσθέτω ὁ θεός μοι υἱὸν ἕτερον
25 ἐγένετο δὲ ὡς ἔτεκεν Ραχηλ τὸν Ιωσηφ εἰ̃πεν Ιακωβ τω̨̃ Λαβαν ἀπόστειλόν με ἵνα ἀπέλθω εἰς τὸν τόπον μου καὶ εἰς τὴν γη̃ν μου
26 ἀπόδος τὰς γυναι̃κάς μου καὶ τὰ παιδία περὶ ὡ̃ν δεδούλευκά σοι ἵνα ἀπέλθω σὺ γὰρ γινώσκεις τὴν δουλείαν ἣν δεδούλευκά σοι
27 εἰ̃πεν δὲ αὐτω̨̃ Λαβαν εἰ εὑ̃ρον χάριν ἐναντίον σου οἰωνισάμην ἄν εὐλόγησεν γάρ με ὁ θεὸς τη̨̃ ση̨̃ εἰσόδω̨
28 διάστειλον τὸν μισθόν σου πρός με καὶ δώσω
29 εἰ̃πεν δὲ αὐτω̨̃ Ιακωβ σὺ γινώσκεις ἃ δεδούλευκά σοι καὶ ὅσα ἠ̃ν κτήνη σου μετ' ἐμου̃
30 μικρὰ γὰρ ἠ̃ν ὅσα σοι ἠ̃ν ἐναντίον ἐμου̃ καὶ ηὐξήθη εἰς πλη̃θος καὶ ηὐλόγησέν σε κύριος ἐπὶ τω̨̃ ποδί μου νυ̃ν οὐ̃ν πότε ποιήσω κἀγὼ ἐμαυτω̨̃ οἰ̃κον
31 καὶ εἰ̃πεν αὐτω̨̃ Λαβαν τί σοι δώσω εἰ̃πεν δὲ αὐτω̨̃ Ιακωβ οὐ δώσεις μοι οὐθέν ἐὰν ποιήση̨ς μοι τὸ ῥη̃μα του̃το πάλιν ποιμανω̃ τὰ πρόβατά σου καὶ φυλάξω
32 παρελθάτω πάντα τὰ πρόβατά σου σήμερον καὶ διαχώρισον ἐκει̃θεν πα̃ν πρόβατον φαιὸν ἐν τοι̃ς ἀρνάσιν καὶ πα̃ν διάλευκον καὶ ῥαντὸν ἐν ται̃ς αἰξίν ἔσται μοι μισθός
33 καὶ ἐπακούσεταί μοι ἡ δικαιοσύνη μου ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ αὔριον ὅτι ἐστὶν ὁ μισθός μου ἐνώπιόν σου πα̃ν ὃ ἐὰν μὴ ἠ̨̃ ῥαντὸν καὶ διάλευκον ἐν ται̃ς αἰξὶν καὶ φαιὸν ἐν τοι̃ς ἀρνάσιν κεκλεμμένον ἔσται παρ' ἐμοί
34 εἰ̃πεν δὲ αὐτω̨̃ Λαβαν ἔστω κατὰ τὸ ῥη̃μά σου
35 καὶ διέστειλεν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ τοὺς τράγους τοὺς ῥαντοὺς καὶ τοὺς διαλεύκους καὶ πάσας τὰς αἰ̃γας τὰς ῥαντὰς καὶ τὰς διαλεύκους καὶ πα̃ν ὃ ἠ̃ν λευκὸν ἐν αὐτοι̃ς καὶ πα̃ν ὃ ἠ̃ν φαιὸν ἐν τοι̃ς ἀρνάσιν καὶ ἔδωκεν διὰ χειρὸς τω̃ν υἱω̃ν αὐτου̃
36 καὶ ἀπέστησεν ὁδὸν τριω̃ν ἡμερω̃ν ἀνὰ μέσον αὐτω̃ν καὶ ἀνὰ μέσον Ιακωβ Ιακωβ δὲ ἐποίμαινεν τὰ πρόβατα Λαβαν τὰ ὑπολειφθέντα
37 ἔλαβεν δὲ ἑαυτω̨̃ Ιακωβ ῥάβδον στυρακίνην χλωρὰν καὶ καρυίνην καὶ πλατάνου καὶ ἐλέπισεν αὐτὰς Ιακωβ λεπίσματα λευκὰ περισύρων τὸ χλωρόν ἐφαίνετο δὲ ἐπὶ ται̃ς ῥάβδοις τὸ λευκόν ὃ ἐλέπισεν ποικίλον
38 καὶ παρέθηκεν τὰς ῥάβδους ἃς ἐλέπισεν ἐν ται̃ς ληνοι̃ς τω̃ν ποτιστηρίων του̃ ὕδατος ἵνα ὡς ἂν ἔλθωσιν τὰ πρόβατα πιει̃ν ἐνώπιον τω̃ν ῥάβδων ἐλθόντων αὐτω̃ν εἰς τὸ πιει̃ν
39 ἐγκισσήσωσιν τὰ πρόβατα εἰς τὰς ῥάβδους καὶ ἔτικτον τὰ πρόβατα διάλευκα καὶ ποικίλα καὶ σποδοειδη̃ ῥαντά
40 τοὺς δὲ ἀμνοὺς διέστειλεν Ιακωβ καὶ ἔστησεν ἐναντίον τω̃ν προβάτων κριὸν διάλευκον καὶ πα̃ν ποικίλον ἐν τοι̃ς ἀμνοι̃ς καὶ διεχώρισεν ἑαυτω̨̃ ποίμνια καθ' ἑαυτὸν καὶ οὐκ ἔμιξεν αὐτὰ εἰς τὰ πρόβατα Λαβαν
41 ἐγένετο δὲ ἐν τω̨̃ καιρω̨̃ ὡ̨̃ ἐνεκίσσησεν τὰ πρόβατα ἐν γαστρὶ λαμβάνοντα ἔθηκεν Ιακωβ τὰς ῥάβδους ἐναντίον τω̃ν προβάτων ἐν ται̃ς ληνοι̃ς του̃ ἐγκισση̃σαι αὐτὰ κατὰ τὰς ῥάβδους
42 ἡνίκα δ' ἂν ἔτεκον τὰ πρόβατα οὐκ ἐτίθει ἐγένετο δὲ τὰ ἄσημα του̃ Λαβαν τὰ δὲ ἐπίσημα του̃ Ιακωβ
43 καὶ ἐπλούτησεν ὁ ἄνθρωπος σφόδρα σφόδρα καὶ ἐγένετο αὐτω̨̃ κτήνη πολλὰ καὶ βόες καὶ παι̃δες καὶ παιδίσκαι καὶ κάμηλοι καὶ ὄνοι
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.