Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΓΕΝΕΣΙΣ, κεφαλίς 50,  στἰχοι 7-14

7 καὶ ἀνέβη Ιωσηφ θάψαι τὸν πατέρα αὐτου̃ καὶ συνανέβησαν μετ' αὐτου̃ πάντες οἱ παι̃δες Φαραω καὶ οἱ πρεσβύτεροι του̃ οἴκου αὐτου̃ καὶ πάντες οἱ πρεσβύτεροι τη̃ς γη̃ς Αἰγύπτου
8 καὶ πα̃σα ἡ πανοικία Ιωσηφ καὶ οἱ ἀδελφοὶ αὐτου̃ καὶ πα̃σα ἡ οἰκία ἡ πατρικὴ αὐτου̃ καὶ τὴν συγγένειαν καὶ τὰ πρόβατα καὶ τοὺς βόας ὑπελίποντο ἐν γη̨̃ Γεσεμ
9 καὶ συνανέβησαν μετ' αὐτου̃ καὶ ἅρματα καὶ ἱππει̃ς καὶ ἐγένετο ἡ παρεμβολὴ μεγάλη σφόδρα
10 καὶ παρεγένοντο ἐφ' ἅλωνα Αταδ ὅ ἐστιν πέραν του̃ Ιορδάνου καὶ ἐκόψαντο αὐτὸν κοπετὸν μέγαν καὶ ἰσχυρὸν σφόδρα καὶ ἐποίησεν τὸ πένθος τω̨̃ πατρὶ αὐτου̃ ἑπτὰ ἡμέρας
11 καὶ εἰ̃δον οἱ κάτοικοι τη̃ς γη̃ς Χανααν τὸ πένθος ἐν ἅλωνι Αταδ καὶ εἰ̃παν πένθος μέγα του̃τό ἐστιν τοι̃ς Αἰγυπτίοις διὰ του̃το ἐκάλεσεν τὸ ὄνομα αὐτου̃ Πένθος Αἰγύπτου ὅ ἐστιν πέραν του̃ Ιορδάνου
12 καὶ ἐποίησαν αὐτω̨̃ οὕτως οἱ υἱοὶ αὐτου̃ καὶ ἔθαψαν αὐτὸν ἐκει̃
13 καὶ ἀνέλαβον αὐτὸν οἱ υἱοὶ αὐτου̃ εἰς γη̃ν Χανααν καὶ ἔθαψαν αὐτὸν εἰς τὸ σπήλαιον τὸ διπλου̃ν ὃ ἐκτήσατο Αβρααμ τὸ σπήλαιον ἐν κτήσει μνημείου παρὰ Εφρων του̃ Χετταίου κατέναντι Μαμβρη
14 καὶ ἀπέστρεψεν Ιωσηφ εἰς Αἴγυπτον αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτου̃ καὶ οἱ συναναβάντες θάψαι τὸν πατέρα αὐτου̃
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.