1 αὕτη ἡ βίβλος γενέσεως ἀνθρώπων ἡ̨̃ ἡμέρα̨ ἐποίησεν ὁ θεὸς τὸν Αδαμ κατ' εἰκόνα θεου̃ ἐποίησεν αὐτόν |
2 ἄρσεν καὶ θη̃λυ ἐποίησεν αὐτοὺς καὶ εὐλόγησεν αὐτούς καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτω̃ν Αδαμ ἡ̨̃ ἡμέρα̨ ἐποίησεν αὐτούς |
3 ἔζησεν δὲ Αδαμ διακόσια καὶ τριάκοντα ἔτη καὶ ἐγέννησεν κατὰ τὴν ἰδέαν αὐτου̃ καὶ κατὰ τὴν εἰκόνα αὐτου̃ καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτου̃ Σηθ |
4 ἐγένοντο δὲ αἱ ἡμέραι Αδαμ μετὰ τὸ γεννη̃σαι αὐτὸν τὸν Σηθ ἑπτακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας |
5 καὶ ἐγένοντο πα̃σαι αἱ ἡμέραι Αδαμ ἃς ἔζησεν ἐννακόσια καὶ τριάκοντα ἔτη καὶ ἀπέθανεν |
6 ἔζησεν δὲ Σηθ διακόσια καὶ πέντε ἔτη καὶ ἐγέννησεν τὸν Ενως |
7 καὶ ἔζησεν Σηθ μετὰ τὸ γεννη̃σαι αὐτὸν τὸν Ενως ἑπτακόσια καὶ ἑπτὰ ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας |
8 καὶ ἐγένοντο πα̃σαι αἱ ἡμέραι Σηθ ἐννακόσια καὶ δώδεκα ἔτη καὶ ἀπέθανεν |
9 καὶ ἔζησεν Ενως ἑκατὸν ἐνενήκοντα ἔτη καὶ ἐγέννησεν τὸν Καιναν |
10 καὶ ἔζησεν Ενως μετὰ τὸ γεννη̃σαι αὐτὸν τὸν Καιναν ἑπτακόσια καὶ δέκα πέντε ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας |
11 καὶ ἐγένοντο πα̃σαι αἱ ἡμέραι Ενως ἐννακόσια καὶ πέντε ἔτη καὶ ἀπέθανεν |
12 καὶ ἔζησεν Καιναν ἑκατὸν ἑβδομήκοντα ἔτη καὶ ἐγέννησεν τὸν Μαλελεηλ |
13 καὶ ἔζησεν Καιναν μετὰ τὸ γεννη̃σαι αὐτὸν τὸν Μαλελεηλ ἑπτακόσια καὶ τεσσαράκοντα ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας |
14 καὶ ἐγένοντο πα̃σαι αἱ ἡμέραι Καιναν ἐννακόσια καὶ δέκα ἔτη καὶ ἀπέθανεν |
15 καὶ ἔζησεν Μαλελεηλ ἑκατὸν καὶ ἑξήκοντα πέντε ἔτη καὶ ἐγέννησεν τὸν Ιαρεδ |
16 καὶ ἔζησεν Μαλελεηλ μετὰ τὸ γεννη̃σαι αὐτὸν τὸν Ιαρεδ ἑπτακόσια καὶ τριάκοντα ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας |
17 καὶ ἐγένοντο πα̃σαι αἱ ἡμέραι Μαλελεηλ ὀκτακόσια καὶ ἐνενήκοντα πέντε ἔτη καὶ ἀπέθανεν |
18 καὶ ἔζησεν Ιαρεδ ἑκατὸν καὶ ἑξήκοντα δύο ἔτη καὶ ἐγέννησεν τὸν Ενωχ |
19 καὶ ἔζησεν Ιαρεδ μετὰ τὸ γεννη̃σαι αὐτὸν τὸν Ενωχ ὀκτακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας |
20 καὶ ἐγένοντο πα̃σαι αἱ ἡμέραι Ιαρεδ ἐννακόσια καὶ ἑξήκοντα δύο ἔτη καὶ ἀπέθανεν |
21 καὶ ἔζησεν Ενωχ ἑκατὸν καὶ ἑξήκοντα πέντε ἔτη καὶ ἐγέννησεν τὸν Μαθουσαλα |
22 εὐηρέστησεν δὲ Ενωχ τω̨̃ θεω̨̃ μετὰ τὸ γεννη̃σαι αὐτὸν τὸν Μαθουσαλα διακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας |
23 καὶ ἐγένοντο πα̃σαι αἱ ἡμέραι Ενωχ τριακόσια ἑξήκοντα πέντε ἔτη |
24 καὶ εὐηρέστησεν Ενωχ τω̨̃ θεω̨̃ καὶ οὐχ ηὑρίσκετο ὅτι μετέθηκεν αὐτὸν ὁ θεός |
25 καὶ ἔζησεν Μαθουσαλα ἑκατὸν καὶ ἑξήκοντα ἑπτὰ ἔτη καὶ ἐγέννησεν τὸν Λαμεχ |
26 καὶ ἔζησεν Μαθουσαλα μετὰ τὸ γεννη̃σαι αὐτὸν τὸν Λαμεχ ὀκτακόσια δύο ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας |
27 καὶ ἐγένοντο πα̃σαι αἱ ἡμέραι Μαθουσαλα ἃς ἔζησεν ἐννακόσια καὶ ἑξήκοντα ἐννέα ἔτη καὶ ἀπέθανεν |
28 καὶ ἔζησεν Λαμεχ ἑκατὸν ὀγδοήκοντα ὀκτὼ ἔτη καὶ ἐγέννησεν υἱὸν |
29 καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτου̃ Νωε λέγων οὑ̃τος διαναπαύσει ἡμα̃ς ἀπὸ τω̃ν ἔργων ἡμω̃ν καὶ ἀπὸ τω̃ν λυπω̃ν τω̃ν χειρω̃ν ἡμω̃ν καὶ ἀπὸ τη̃ς γη̃ς ἡ̃ς κατηράσατο κύριος ὁ θεός |
30 καὶ ἔζησεν Λαμεχ μετὰ τὸ γεννη̃σαι αὐτὸν τὸν Νωε πεντακόσια καὶ ἑξήκοντα πέντε ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας |
31 καὶ ἐγένοντο πα̃σαι αἱ ἡμέραι Λαμεχ ἑπτακόσια καὶ πεντήκοντα τρία ἔτη καὶ ἀπέθανεν |
32 καὶ ἠ̃ν Νωε ἐτω̃ν πεντακοσίων καὶ ἐγέννησεν Νωε τρει̃ς υἱούς τὸν Σημ τὸν Χαμ τὸν Ιαφεθ |