Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΓΕΝΕΣΙΣ, κεφαλίς 6

καὶ ἐγένετο ἡνίκα ἤρξαντο οἱ ἄνθρωποι πολλοὶ γίνεσθαι ἐπὶ τη̃ς γη̃ς καὶ θυγατέρες ἐγενήθησαν αὐτοι̃ς
ἰδόντες δὲ οἱ υἱοὶ του̃ θεου̃ τὰς θυγατέρας τω̃ν ἀνθρώπων ὅτι καλαί εἰσιν ἔλαβον ἑαυτοι̃ς γυναι̃κας ἀπὸ πασω̃ν ὡ̃ν ἐξελέξαντο
καὶ εἰ̃πεν κύριος ὁ θεός οὐ μὴ καταμείνη̨ τὸ πνευ̃μά μου ἐν τοι̃ς ἀνθρώποις τούτοις εἰς τὸν αἰω̃να διὰ τὸ εἰ̃ναι αὐτοὺς σάρκας ἔσονται δὲ αἱ ἡμέραι αὐτω̃ν ἑκατὸν εἴκοσι ἔτη
οἱ δὲ γίγαντες ἠ̃σαν ἐπὶ τη̃ς γη̃ς ἐν ται̃ς ἡμέραις ἐκείναις καὶ μετ' ἐκει̃νο ὡς ἂν εἰσεπορεύοντο οἱ υἱοὶ του̃ θεου̃ πρὸς τὰς θυγατέρας τω̃ν ἀνθρώπων καὶ ἐγεννω̃σαν ἑαυτοι̃ς ἐκει̃νοι ἠ̃σαν οἱ γίγαντες οἱ ἀπ' αἰω̃νος οἱ ἄνθρωποι οἱ ὀνομαστοί
ἰδὼν δὲ κύριος ὁ θεὸς ὅτι ἐπληθύνθησαν αἱ κακίαι τω̃ν ἀνθρώπων ἐπὶ τη̃ς γη̃ς καὶ πα̃ς τις διανοει̃ται ἐν τη̨̃ καρδία̨ αὐτου̃ ἐπιμελω̃ς ἐπὶ τὰ πονηρὰ πάσας τὰς ἡμέρας
καὶ ἐνεθυμήθη ὁ θεὸς ὅτι ἐποίησεν τὸν ἄνθρωπον ἐπὶ τη̃ς γη̃ς καὶ διενοήθη
καὶ εἰ̃πεν ὁ θεός ἀπαλείψω τὸν ἄνθρωπον ὃν ἐποίησα ἀπὸ προσώπου τη̃ς γη̃ς ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ ἀπὸ ἑρπετω̃ν ἕως τω̃ν πετεινω̃ν του̃ οὐρανου̃ ὅτι ἐθυμώθην ὅτι ἐποίησα αὐτούς
Νωε δὲ εὑ̃ρεν χάριν ἐναντίον κυρίου του̃ θεου̃
αὑ̃ται δὲ αἱ γενέσεις Νωε Νωε ἄνθρωπος δίκαιος τέλειος ὢν ἐν τη̨̃ γενεα̨̃ αὐτου̃ τω̨̃ θεω̨̃ εὐηρέστησεν Νωε
10 ἐγέννησεν δὲ Νωε τρει̃ς υἱούς τὸν Σημ τὸν Χαμ τὸν Ιαφεθ
11 ἐφθάρη δὲ ἡ γη̃ ἐναντίον του̃ θεου̃ καὶ ἐπλήσθη ἡ γη̃ ἀδικίας
12 καὶ εἰ̃δεν κύριος ὁ θεὸς τὴν γη̃ν καὶ ἠ̃ν κατεφθαρμένη ὅτι κατέφθειρεν πα̃σα σὰρξ τὴν ὁδὸν αὐτου̃ ἐπὶ τη̃ς γη̃ς
13 καὶ εἰ̃πεν ὁ θεὸς πρὸς Νωε καιρὸς παντὸς ἀνθρώπου ἥκει ἐναντίον μου ὅτι ἐπλήσθη ἡ γη̃ ἀδικίας ἀπ' αὐτω̃ν καὶ ἰδοὺ ἐγὼ καταφθείρω αὐτοὺς καὶ τὴν γη̃ν
14 ποίησον οὐ̃ν σεαυτω̨̃ κιβωτὸν ἐκ ξύλων τετραγώνων νοσσιὰς ποιήσεις τὴν κιβωτὸν καὶ ἀσφαλτώσεις αὐτὴν ἔσωθεν καὶ ἔξωθεν τη̨̃ ἀσφάλτω̨
15 καὶ οὕτως ποιήσεις τὴν κιβωτόν τριακοσίων πήχεων τὸ μη̃κος τη̃ς κιβωτου̃ καὶ πεντήκοντα πήχεων τὸ πλάτος καὶ τριάκοντα πήχεων τὸ ὕψος αὐτη̃ς
16 ἐπισυνάγων ποιήσεις τὴν κιβωτὸν καὶ εἰς πη̃χυν συντελέσεις αὐτὴν ἄνωθεν τὴν δὲ θύραν τη̃ς κιβωτου̃ ποιήσεις ἐκ πλαγίων κατάγαια διώροφα καὶ τριώροφα ποιήσεις αὐτήν
17 ἐγὼ δὲ ἰδοὺ ἐπάγω τὸν κατακλυσμὸν ὕδωρ ἐπὶ τὴν γη̃ν καταφθει̃ραι πα̃σαν σάρκα ἐν ἡ̨̃ ἐστιν πνευ̃μα ζωη̃ς ὑποκάτω του̃ οὐρανου̃ καὶ ὅσα ἐὰν ἠ̨̃ ἐπὶ τη̃ς γη̃ς τελευτήσει
18 καὶ στήσω τὴν διαθήκην μου πρὸς σέ εἰσελεύση̨ δὲ εἰς τὴν κιβωτόν σὺ καὶ οἱ υἱοί σου καὶ ἡ γυνή σου καὶ αἱ γυναι̃κες τω̃ν υἱω̃ν σου μετὰ σου̃
19 καὶ ἀπὸ πάντων τω̃ν κτηνω̃ν καὶ ἀπὸ πάντων τω̃ν ἑρπετω̃ν καὶ ἀπὸ πάντων τω̃ν θηρίων καὶ ἀπὸ πάσης σαρκός δύο δύο ἀπὸ πάντων εἰσάξεις εἰς τὴν κιβωτόν ἵνα τρέφη̨ς μετὰ σεαυτου̃ ἄρσεν καὶ θη̃λυ ἔσονται
20 ἀπὸ πάντων τω̃ν ὀρνέων τω̃ν πετεινω̃ν κατὰ γένος καὶ ἀπὸ πάντων τω̃ν κτηνω̃ν κατὰ γένος καὶ ἀπὸ πάντων τω̃ν ἑρπετω̃ν τω̃ν ἑρπόντων ἐπὶ τη̃ς γη̃ς κατὰ γένος αὐτω̃ν δύο δύο ἀπὸ πάντων εἰσελεύσονται πρὸς σὲ τρέφεσθαι μετὰ σου̃ ἄρσεν καὶ θη̃λυ
21 σὺ δὲ λήμψη̨ σεαυτω̨̃ ἀπὸ πάντων τω̃ν βρωμάτων ἃ ἔδεσθε καὶ συνάξεις πρὸς σεαυτόν καὶ ἔσται σοὶ καὶ ἐκείνοις φαγει̃ν
22 καὶ ἐποίησεν Νωε πάντα ὅσα ἐνετείλατο αὐτω̨̃ κύριος ὁ θεός οὕτως ἐποίησεν
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.