ΑΒΒΑΚΟΥΜ,
κεφαλίς 1
1 τὸ λη̃μμα ὃ εἰ̃δεν Αμβακουμ ὁ προφήτης |
2 ἕως τίνος κύριε κεκράξομαι καὶ οὐ μὴ εἰσακούση̨ς βοήσομαι πρὸς σὲ ἀδικούμενος καὶ οὐ σώσεις |
3 ἵνα τί μοι ἔδειξας κόπους καὶ πόνους ἐπιβλέπειν ταλαιπωρίαν καὶ ἀσέβειαν ἐξ ἐναντίας μου γέγονεν κρίσις καὶ ὁ κριτὴς λαμβάνει |
4 διὰ του̃το διεσκέδασται νόμος καὶ οὐ διεξάγεται εἰς τέλος κρίμα ὅτι ὁ ἀσεβὴς καταδυναστεύει τὸν δίκαιον ἕνεκεν τούτου ἐξελεύσεται τὸ κρίμα διεστραμμένον |
5 ἴδετε οἱ καταφρονηταί καὶ ἐπιβλέψατε καὶ θαυμάσατε θαυμάσια καὶ ἀφανίσθητε διότι ἔργον ἐγὼ ἐργάζομαι ἐν ται̃ς ἡμέραις ὑμω̃ν ὃ οὐ μὴ πιστεύσητε ἐάν τις ἐκδιηγη̃ται |
6 διότι ἰδοὺ ἐγὼ ἐξεγείρω ἐφ' ὑμα̃ς τοὺς Χαλδαίους τοὺς μαχητάς τὸ ἔθνος τὸ πικρὸν καὶ τὸ ταχινὸν τὸ πορευόμενον ἐπὶ τὰ πλάτη τη̃ς γη̃ς του̃ κατακληρονομη̃σαι σκηνώματα οὐκ αὐτου̃ |
7 φοβερὸς καὶ ἐπιφανής ἐστιν ἐξ αὐτου̃ τὸ κρίμα αὐτου̃ ἔσται καὶ τὸ λη̃μμα αὐτου̃ ἐξ αὐτου̃ ἐξελεύσεται |
8 καὶ ἐξαλου̃νται ὑπὲρ παρδάλεις οἱ ἵπποι αὐτου̃ καὶ ὀξύτεροι ὑπὲρ τοὺς λύκους τη̃ς 'Αραβίας καὶ ἐξιππάσονται οἱ ἱππει̃ς αὐτου̃ καὶ ὁρμήσουσιν μακρόθεν καὶ πετασθήσονται ὡς ἀετὸς πρόθυμος εἰς τὸ φαγει̃ν |
9 συντέλεια εἰς ἀσεβει̃ς ἥξει ἀνθεστηκότας προσώποις αὐτω̃ν ἐξ ἐναντίας καὶ συνάξει ὡς ἄμμον αἰχμαλωσίαν |
10 καὶ αὐτὸς ἐν βασιλευ̃σιν ἐντρυφήσει καὶ τύραννοι παίγνια αὐτου̃ καὶ αὐτὸς εἰς πα̃ν ὀχύρωμα ἐμπαίξεται καὶ βαλει̃ χω̃μα καὶ κρατήσει αὐτου̃ |
11 τότε μεταβαλει̃ τὸ πνευ̃μα καὶ διελεύσεται καὶ ἐξιλάσεται αὕτη ἡ ἰσχὺς τω̨̃ θεω̨̃ μου |
12 οὐχὶ σὺ ἀπ' ἀρχη̃ς κύριε ὁ θεὸς ὁ ἅγιός μου καὶ οὐ μὴ ἀποθάνωμεν κύριε εἰς κρίμα τέταχας αὐτόν καὶ ἔπλασέν με του̃ ἐλέγχειν παιδείαν αὐτου̃ |
13 καθαρὸς ὀφθαλμὸς του̃ μὴ ὁρα̃ν πονηρά καὶ ἐπιβλέπειν ἐπὶ πόνους οὐ δυνήση̨ ἵνα τί ἐπιβλέπεις ἐπὶ καταφρονου̃ντας παρασιωπήση̨ ἐν τω̨̃ καταπίνειν ἀσεβη̃ τὸν δίκαιον |
14 καὶ ποιήσεις τοὺς ἀνθρώπους ὡς τοὺς ἰχθύας τη̃ς θαλάσσης καὶ ὡς τὰ ἑρπετὰ τὰ οὐκ ἔχοντα ἡγούμενον |
15 συντέλειαν ἐν ἀγκίστρω̨ ἀνέσπασεν καὶ εἵλκυσεν αὐτὸν ἐν ἀμφιβλήστρω̨ καὶ συνήγαγεν αὐτὸν ἐν ται̃ς σαγήναις αὐτου̃ ἕνεκεν τούτου εὐφρανθήσεται καὶ χαρήσεται ἡ καρδία αὐτου̃ |
16 ἕνεκεν τούτου θύσει τη̨̃ σαγήνη̨ αὐτου̃ καὶ θυμιάσει τω̨̃ ἀμφιβλήστρω̨ αὐτου̃ ὅτι ἐν αὐτοι̃ς ἐλίπανεν μερίδα αὐτου̃ καὶ τὰ βρώματα αὐτου̃ ἐκλεκτά |
17 διὰ του̃το ἀμφιβαλει̃ τὸ ἀμφίβληστρον αὐτου̃ καὶ διὰ παντὸς ἀποκτέννειν ἔθνη οὐ φείσεται |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.