ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ,
κεφαλίς 3
1 ὅθεν ἀδελφοὶ ἅγιοι κλήσεως ἐπουρανίου μέτοχοι κατανοήσατε τòν ἀπόστολον καὶ ἀρχιερέα τη̃ς ὁμολογίας ἡμω̃ν ’Ιησου̃ν |
2 πιστòν ὄντα τω̨̃ ποιήσαντι αὐτòν ὡς καὶ Μωϋση̃ς ἐν ὅλω̨ τω̨̃ οἴκω̨ αὐτου̃ |
3 πλείονος γὰρ οὑ̃τος δόξης παρὰ Μωϋση̃ν ἠξίωται καθ' ὅσον πλείονα τιμὴν ἔχει του̃ οἴκου ὁ κατασκευάσας αὐτόν |
4 πα̃ς γὰρ οἰ̃κος κατασκευάζεται ὑπό τινος ὁ δὲ πάντα κατασκευάσας θεός |
5 καὶ Μωϋση̃ς μὲν πιστòς ἐν ὅλω̨ τω̨̃ οἴκω̨ αὐτου̃ ὡς θεράπων εἰς μαρτύριον τω̃ν λαληθησομένων |
6 Χριστòς δὲ ὡς υἱòς ἐπὶ τòν οἰ̃κον αὐτου̃ οὑ̃ οἰ̃κός ἐσμεν ἡμει̃ς ἐάνπερ τὴν παρρησίαν καὶ τò καύχημα τη̃ς ἐλπίδος κατάσχωμεν |
7 διό καθὼς λέγει τò πνευ̃μα τò ἅγιον σήμερον ἐὰν τη̃ς φωνη̃ς αὐτου̃ ἀκούσητε |
8 μὴ σκληρύνητε τὰς καρδίας ὑμω̃ν ὡς ἐν τω̨̃ παραπικρασμω̨̃ κατὰ τὴν ἡμέραν του̃ πειρασμου̃ ἐν τη̨̃ ἐρήμω̨ |
9 οὑ̃ ἐπείρασαν οἱ πατέρες ὑμω̃ν ἐν δοκιμασία̨ καὶ εἰ̃δον τὰ ἔργα μου |
10 τεσσεράκοντα ἔτη διò προσώχθισα τη̨̃ γενεα̨̃ ταύτη̨ καὶ εἰ̃πον ἀεὶ πλανω̃νται τη̨̃ καρδία̨ αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου |
11 ὡς ὤμοσα ἐν τη̨̃ ὀργη̨̃ μου εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου |
12 βλέπετε ἀδελφοί μήποτε ἔσται ἔν τινι ὑμω̃ν καρδία πονηρὰ ἀπιστίας ἐν τω̨̃ ἀποστη̃ναι ἀπò θεου̃ ζω̃ντος |
13 ἀλλὰ παρακαλει̃τε ἑαυτοὺς καθ' ἑκάστην ἡμέραν ἄχρις οὑ̃ τò σήμερον καλει̃ται ἵνα μὴ σκληρυνθη̨̃ τις ἐξ ὑμω̃ν ἀπάτη̨ τη̃ς ἁμαρτίας |
14 μέτοχοι γὰρ του̃ Χριστου̃ γεγόναμεν ἐάνπερ τὴν ἀρχὴν τη̃ς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν |
15 ἐν τω̨̃ λέγεσθαι σήμερον ἐὰν τη̃ς φωνη̃ς αὐτου̃ ἀκούσητε μὴ σκληρύνητε τὰς καρδίας ὑμω̃ν ὡς ἐν τω̨̃ παραπικρασμω̨̃ |
16 τίνες γὰρ ἀκούσαντες παρεπίκραναν ἀλλ' οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μωϋσέως |
17 τίσιν δὲ προσώχθισεν τεσσεράκοντα ἔτη οὐχὶ τοι̃ς ἁμαρτήσασιν ὡ̃ν τὰ κω̃λα ἔπεσεν ἐν τη̨̃ ἐρήμω̨ |
18 τίσιν δὲ ὤμοσεν μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτου̃ εἰ μὴ τοι̃ς ἀπειθήσασιν |
19 καὶ βλέπομεν ὅτι οὐκ ἠδυνήθησαν εἰσελθει̃ν δι' ἀπιστίαν |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.