Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ, κεφαλίς 4

φοβηθω̃μεν οὐ̃ν μήποτε καταλειπομένης ἐπαγγελίας εἰσελθει̃ν εἰς τὴν κατάπαυσιν αὐτου̃ δοκη̨̃ τις ἐξ ὑμω̃ν ὑστερηκέναι
καὶ γάρ ἐσμεν εὐηγγελισμένοι καθάπερ κἀκει̃νοι ἀλλ' οὐκ ὠφέλησεν ὁ λόγος τη̃ς ἀκοη̃ς ἐκείνους μὴ συγκεκερασμένους τη̨̃ πίστει τοι̃ς ἀκούσασιν
εἰσερχόμεθα γὰρ εἰς τὴν κατάπαυσιν οἱ πιστεύσαντες καθὼς εἴρηκεν ὡς ὤμοσα ἐν τη̨̃ ὀργη̨̃ μου εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου καίτοι τω̃ν ἔργων ἀπò καταβολη̃ς κόσμου γενηθέντων
εἴρηκεν γάρ που περὶ τη̃ς ἑβδόμης οὕτως καὶ κατέπαυσεν ὁ θεòς ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ ἀπò πάντων τω̃ν ἔργων αὐτου̃
καὶ ἐν τούτω̨ πάλιν εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου
ἐπεὶ οὐ̃ν ἀπολείπεται τινὰς εἰσελθει̃ν εἰς αὐτήν καὶ οἱ πρότερον εὐαγγελισθέντες οὐκ εἰση̃λθον δι' ἀπείθειαν
πάλιν τινὰ ὁρίζει ἡμέραν σήμερον ἐν Δαυὶδ λέγων μετὰ τοσου̃τον χρόνον καθὼς προείρηται σήμερον ἐὰν τη̃ς φωνη̃ς αὐτου̃ ἀκούσητε μὴ σκληρύνητε τὰς καρδίας ὑμω̃ν
εἰ γὰρ αὐτοὺς ’Ιησου̃ς κατέπαυσεν οὐκ ἂν περὶ ἄλλης ἐλάλει μετὰ ταυ̃τα ἡμέρας
ἄρα ἀπολείπεται σαββατισμòς τω̨̃ λαω̨̃ του̃ θεου̃
10 ὁ γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτου̃ καὶ αὐτòς κατέπαυσεν ἀπò τω̃ν ἔργων αὐτου̃ ὥσπερ ἀπò τω̃ν ἰδίων ὁ θεός
11 σπουδάσωμεν οὐ̃ν εἰσελθει̃ν εἰς ἐκείνην τὴν κατάπαυσιν ἵνα μὴ ἐν τω̨̃ αὐτω̨̃ τις ὑποδείγματι πέση̨ τη̃ς ἀπειθείας
12 ζω̃ν γὰρ ὁ λόγος του̃ θεου̃ καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πα̃σαν μάχαιραν δίστομον καὶ διϊκνούμενος ἄχρι μερισμου̃ ψυχη̃ς καὶ πνεύματος ἁρμω̃ν τε καὶ μυελω̃ν καὶ κριτικòς ἐνθυμήσεων καὶ ἐννοιω̃ν καρδίας
13 καὶ οὐκ ἔστιν κτίσις ἀφανὴς ἐνώπιον αὐτου̃ πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοι̃ς ὀφθαλμοι̃ς αὐτου̃ πρòς ὃν ἡμι̃ν ὁ λόγος
14 ἔχοντες οὐ̃ν ἀρχιερέα μέγαν διεληλυθότα τοὺς οὐρανούς ’Ιησου̃ν τòν υἱòν του̃ θεου̃ κρατω̃μεν τη̃ς ὁμολογίας
15 οὐ γὰρ ἔχομεν ἀρχιερέα μὴ δυνάμενον συμπαθη̃σαι ται̃ς ἀσθενείαις ἡμω̃ν πεπειρασμένον δὲ κατὰ πάντα καθ' ὁμοιότητα χωρὶς ἁμαρτίας
16 προσερχώμεθα οὐ̃ν μετὰ παρρησίας τω̨̃ θρόνω̨ τη̃ς χάριτος ἵνα λάβωμεν ἔλεος καὶ χάριν εὕρωμεν εἰς εὔκαιρον βοήθειαν
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.