Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ, κεφαλίς 8

1 κεφάλαιον δὲ ἐπὶ τοι̃ς λεγομένοις τοιου̃τον ἔχομεν ἀρχιερέα ὃς ἐκάθισεν ἐν δεξια̨̃ του̃ θρόνου τη̃ς μεγαλωσύνης ἐν τοι̃ς οὐρανοι̃ς
2 τω̃ν ἁγίων λειτουργòς καὶ τη̃ς σκηνη̃ς τη̃ς ἀληθινη̃ς ἣν ἔπηξεν ὁ κύριος οὐκ ἄνθρωπος
3 πα̃ς γὰρ ἀρχιερεὺς εἰς τò προσφέρειν δω̃ρά τε καὶ θυσίας καθίσταται ὅθεν ἀναγκαι̃ον ἔχειν τι καὶ του̃τον ὃ προσενέγκη̨
4 εἰ μὲν οὐ̃ν ἠ̃ν ἐπὶ γη̃ς οὐδ' ἂν ἠ̃ν ἱερεύς ὄντων τω̃ν προσφερόντων κατὰ νόμον τὰ δω̃ρα
5 οἵτινες ὑποδείγματι καὶ σκια̨̃ λατρεύουσιν τω̃ν ἐπουρανίων καθὼς κεχρημάτισται Μωϋση̃ς μέλλων ἐπιτελει̃ν τὴν σκηνήν ὅρα γάρ φησίν ποιήσεις πάντα κατὰ τòν τύπον τòν δειχθέντα σοι ἐν τω̨̃ ὄρει
6 νυνὶ δὲ διαφορωτέρας τέτυχεν λειτουργίας ὅσω̨ καὶ κρείττονός ἐστιν διαθήκης μεσίτης ἥτις ἐπὶ κρείττοσιν ἐπαγγελίαις νενομοθέτηται
7 εἰ γὰρ ἡ πρώτη ἐκείνη ἠ̃ν ἄμεμπτος οὐκ ἂν δευτέρας ἐζητει̃το τόπος
8 μεμφόμενος γὰρ αὐτοὺς λέγει ἰδοὺ ἡμέραι ἔρχονται λέγει κύριος καὶ συντελέσω ἐπὶ τòν οἰ̃κον ’Ισραὴλ καὶ ἐπὶ τòν οἰ̃κον ’Ιούδα διαθήκην καινήν
9 οὐ κατὰ τὴν διαθήκην ἣν ἐποίησα τοι̃ς πατράσιν αὐτω̃ν ἐν ἡμέρα̨ ἐπιλαβομένου μου τη̃ς χειρòς αὐτω̃ν ἐξαγαγει̃ν αὐτοὺς ἐκ γη̃ς Αἰγύπτου ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τη̨̃ διαθήκη̨ μου κἀγὼ ἠμέλησα αὐτω̃ν λέγει κύριος
10 ὅτι αὕτη ἡ διαθήκη ἣν διαθήσομαι τω̨̃ οἴκω̨ ’Ισραὴλ μετὰ τὰς ἡμέρας ἐκείνας λέγει κύριος διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτω̃ν καὶ ἐπὶ καρδίας αὐτω̃ν ἐπιγράψω αὐτούς καὶ ἔσομαι αὐτοι̃ς εἰς θεòν καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν
11 καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τòν πολίτην αὐτου̃ καὶ ἕκαστος τòν ἀδελφòν αὐτου̃ λέγων γνω̃θι τòν κύριον ὅτι πάντες εἰδήσουσίν με ἀπò μικρου̃ ἕως μεγάλου αὐτω̃ν
12 ὅτι ἵλεως ἔσομαι ται̃ς ἀδικίαις αὐτω̃ν καὶ τω̃ν ἁμαρτιω̃ν αὐτω̃ν οὐ μὴ μνησθω̃ ἔτι
13 ἐν τω̨̃ λέγειν καινὴν πεπαλαίωκεν τὴν πρώτην τò δὲ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμου̃
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.