Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΩΣΗΕ, κεφαλίς 14

ἀφανισθήσεται Σαμάρεια ὅτι ἀντέστη πρὸς τὸν θεὸν αὐτη̃ς ἐν ῥομφαία̨ πεσου̃νται αὐτοί καὶ τὰ ὑποτίτθια αὐτω̃ν ἐδαφισθήσονται καὶ αἱ ἐν γαστρὶ ἔχουσαι αὐτω̃ν διαρραγήσονται
ἐπιστράφητι Ισραηλ πρὸς κύριον τὸν θεόν σου διότι ἠσθένησας ἐν ται̃ς ἀδικίαις σου
λάβετε μεθ' ἑαυτω̃ν λόγους καὶ ἐπιστράφητε πρὸς κύριον τὸν θεὸν ὑμω̃ν εἴπατε αὐτω̨̃ ὅπως μὴ λάβητε ἀδικίαν καὶ λάβητε ἀγαθά καὶ ἀνταποδώσομεν καρπὸν χειλέων ἡμω̃ν
Ασσουρ οὐ μὴ σώση̨ ἡμα̃ς ἐφ' ἵππον οὐκ ἀναβησόμεθα οὐκέτι μὴ εἴπωμεν θεοὶ ἡμω̃ν τοι̃ς ἔργοις τω̃ν χειρω̃ν ἡμω̃ν ὁ ἐν σοὶ ἐλεήσει ὀρφανόν
ἰάσομαι τὰς κατοικίας αὐτω̃ν ἀγαπήσω αὐτοὺς ὁμολόγως ὅτι ἀπέστρεψεν ἡ ὀργή μου ἀπ' αὐτω̃ν
ἔσομαι ὡς δρόσος τω̨̃ Ισραηλ ἀνθήσει ὡς κρίνον καὶ βαλει̃ τὰς ῥίζας αὐτου̃ ὡς ὁ Λίβανος
πορεύσονται οἱ κλάδοι αὐτου̃ καὶ ἔσται ὡς ἐλαία κατάκαρπος καὶ ἡ ὀσφρασία αὐτου̃ ὡς Λιβάνου
ἐπιστρέψουσιν καὶ καθιου̃νται ὑπὸ τὴν σκέπην αὐτου̃ ζήσονται καὶ μεθυσθήσονται σίτω̨ καὶ ἐξανθήσει ὡς ἄμπελος τὸ μνημόσυνον αὐτου̃ ὡς οἰ̃νος Λιβάνου
τω̨̃ Εφραιμ τί αὐτω̨̃ ἔτι καὶ εἰδώλοις ἐγὼ ἐταπείνωσα αὐτόν καὶ ἐγὼ κατισχύσω αὐτόν ἐγὼ ὡς ἄρκευθος πυκάζουσα ἐξ ἐμου̃ ὁ καρπός σου εὕρηται
10 τίς σοφὸς καὶ συνήσει ταυ̃τα ἢ συνετὸς καὶ ἐπιγνώσεται αὐτά διότι εὐθει̃αι αἱ ὁδοὶ του̃ κυρίου καὶ δίκαιοι πορεύσονται ἐν αὐται̃ς οἱ δὲ ἀσεβει̃ς ἀσθενήσουσιν ἐν αὐται̃ς
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.