Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΩΣΗΕ, κεφαλίς 4

ἀκούσατε λόγον κυρίου υἱοὶ Ισραηλ διότι κρίσις τω̨̃ κυρίω̨ πρὸς τοὺς κατοικου̃ντας τὴν γη̃ν διότι οὐκ ἔστιν ἀλήθεια οὐδὲ ἔλεος οὐδὲ ἐπίγνωσις θεου̃ ἐπὶ τη̃ς γη̃ς
ἀρὰ καὶ ψευ̃δος καὶ φόνος καὶ κλοπὴ καὶ μοιχεία κέχυται ἐπὶ τη̃ς γη̃ς καὶ αἵματα ἐφ' αἵμασιν μίσγουσιν
διὰ του̃το πενθήσει ἡ γη̃ καὶ σμικρυνθήσεται σὺν πα̃σιν τοι̃ς κατοικου̃σιν αὐτήν σὺν τοι̃ς θηρίοις του̃ ἀγρου̃ καὶ σὺν τοι̃ς ἑρπετοι̃ς τη̃ς γη̃ς καὶ σὺν τοι̃ς πετεινοι̃ς του̃ οὐρανου̃ καὶ οἱ ἰχθύες τη̃ς θαλάσσης ἐκλείψουσιν
ὅπως μηδεὶς μήτε δικάζηται μήτε ἐλέγχη̨ μηδείς ὁ δὲ λαός μου ὡς ἀντιλεγόμενος ἱερεύς
καὶ ἀσθενήσεις ἡμέρας καὶ ἀσθενήσει καὶ προφήτης μετὰ σου̃ νυκτὶ ὡμοίωσα τὴν μητέρα σου
ὡμοιώθη ὁ λαός μου ὡς οὐκ ἔχων γνω̃σιν ὅτι σὺ ἐπίγνωσιν ἀπώσω κἀγὼ ἀπώσομαι σὲ του̃ μὴ ἱερατεύειν μοι καὶ ἐπελάθου νόμον θεου̃ σου κἀγὼ ἐπιλήσομαι τέκνων σου
κατὰ τὸ πλη̃θος αὐτω̃ν οὕτως ἥμαρτόν μοι τὴν δόξαν αὐτω̃ν εἰς ἀτιμίαν θήσομαι
ἁμαρτίας λαου̃ μου φάγονται καὶ ἐν ται̃ς ἀδικίαις αὐτω̃ν λήμψονται τὰς ψυχὰς αὐτω̃ν
καὶ ἔσται καθὼς ὁ λαὸς οὕτως καὶ ὁ ἱερεύς καὶ ἐκδικήσω ἐπ' αὐτὸν τὰς ὁδοὺς αὐτου̃ καὶ τὰ διαβούλια αὐτου̃ ἀνταποδώσω αὐτω̨̃
10 καὶ φάγονται καὶ οὐ μὴ ἐμπλησθω̃σιν ἐπόρνευσαν καὶ οὐ μὴ κατευθύνωσιν διότι τὸν κύριον ἐγκατέλιπον του̃ φυλάξαι
11 πορνείαν καὶ οἰ̃νον καὶ μέθυσμα ἐδέξατο καρδία λαου̃ μου
12 ἐν συμβόλοις ἐπηρώτων καὶ ἐν ῥάβδοις αὐτου̃ ἀπήγγελλον αὐτω̨̃ πνεύματι πορνείας ἐπλανήθησαν καὶ ἐξεπόρνευσαν ἀπὸ του̃ θεου̃ αὐτω̃ν
13 ἐπὶ τὰς κορυφὰς τω̃ν ὀρέων ἐθυσίαζον καὶ ἐπὶ τοὺς βουνοὺς ἔθυον ὑποκάτω δρυὸς καὶ λεύκης καὶ δένδρου συσκιάζοντος ὅτι καλὸν σκέπη διὰ του̃το ἐκπορνεύσουσιν αἱ θυγατέρες ὑμω̃ν καὶ αἱ νύμφαι ὑμω̃ν μοιχεύσουσιν
14 καὶ οὐ μὴ ἐπισκέψωμαι ἐπὶ τὰς θυγατέρας ὑμω̃ν ὅταν πορνεύωσιν καὶ ἐπὶ τὰς νύμφας ὑμω̃ν ὅταν μοιχεύωσιν διότι καὶ αὐτοὶ μετὰ τω̃ν πορνω̃ν συνεφύροντο καὶ μετὰ τω̃ν τετελεσμένων ἔθυον καὶ ὁ λαὸς ὁ συνίων συνεπλέκετο μετὰ πόρνης
15 σὺ δέ Ισραηλ μὴ ἀγνόει καὶ Ιουδα μὴ εἰσπορεύεσθε εἰς Γαλγαλα καὶ μὴ ἀναβαίνετε εἰς τὸν οἰ̃κον Ων καὶ μὴ ὀμνύετε ζω̃ντα κύριον
16 ὅτι ὡς δάμαλις παροιστρω̃σα παροίστρησεν Ισραηλ νυ̃ν νεμήσει αὐτοὺς κύριος ὡς ἀμνὸν ἐν εὐρυχώρω̨
17 μέτοχος εἰδώλων Εφραιμ ἔθηκεν ἑαυτω̨̃ σκάνδαλα
18 ἡ̨ρέτισεν Χαναναίους πορνεύοντες ἐξεπόρνευσαν ἠγάπησαν ἀτιμίαν ἐκ φρυάγματος αὐτω̃ν
19 συστροφὴ πνεύματος σὺ εἰ̃ ἐν ται̃ς πτέρυξιν αὐτη̃ς καὶ καταισχυνθήσονται ἐκ τω̃ν θυσιαστηρίων αὐτω̃ν
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.