ΩΣΗΕ,
κεφαλίς 7
1 ἐν τω̨̃ ἰάσασθαί με τὸν Ισραηλ καὶ ἀποκαλυφθήσεται ἡ ἀδικία Εφραιμ καὶ ἡ κακία Σαμαρείας ὅτι ἠργάσαντο ψευδη̃ καὶ κλέπτης πρὸς αὐτὸν εἰσελεύσεται ἐκδιδύσκων λη̨στὴς ἐν τη̨̃ ὁδω̨̃ αὐτου̃ |
2 ὅπως συνά̨δωσιν ὡς συνά̨δοντες τη̨̃ καρδία̨ αὐτω̃ν πάσας τὰς κακίας αὐτω̃ν ἐμνήσθην νυ̃ν ἐκύκλωσεν αὐτοὺς τὰ διαβούλια αὐτω̃ν ἀπέναντι του̃ προσώπου μου ἐγένοντο |
3 ἐν ται̃ς κακίαις αὐτω̃ν εὔφραναν βασιλει̃ς καὶ ἐν τοι̃ς ψεύδεσιν αὐτω̃ν ἄρχοντας |
4 πάντες μοιχεύοντες ὡς κλίβανος καιόμενος εἰς πέψιν κατακαύματος ἀπὸ τη̃ς φλογός ἀπὸ φυράσεως στέατος ἕως του̃ ζυμωθη̃ναι αὐτό |
5 αἱ ἡμέραι τω̃ν βασιλέων ὑμω̃ν ἤρξαντο οἱ ἄρχοντες θυμου̃σθαι ἐξ οἴνου ἐξέτεινεν τὴν χει̃ρα αὐτου̃ μετὰ λοιμω̃ν |
6 διότι ἀνεκαύθησαν ὡς κλίβανος αἱ καρδίαι αὐτω̃ν ἐν τω̨̃ καταράσσειν αὐτούς ὅλην τὴν νύκτα ὕπνου Εφραιμ ἐνεπλήσθη πρωὶ ἐγενήθη ἀνεκαύθη ὡς πυρὸς φέγγος |
7 πάντες ἐθερμάνθησαν ὡς κλίβανος καὶ κατέφαγον τοὺς κριτὰς αὐτω̃ν πάντες οἱ βασιλει̃ς αὐτω̃ν ἔπεσαν οὐκ ἠ̃ν ὁ ἐπικαλούμενος ἐν αὐτοι̃ς πρός με |
8 Εφραιμ ἐν τοι̃ς λαοι̃ς αὐτου̃ συνανεμείγνυτο Εφραιμ ἐγένετο ἐγκρυφίας οὐ μεταστρεφόμενος |
9 κατέφαγον ἀλλότριοι τὴν ἰσχὺν αὐτου̃ αὐτὸς δὲ οὐκ ἐπέγνω καὶ πολιαὶ ἐξήνθησαν αὐτω̨̃ καὶ αὐτὸς οὐκ ἔγνω |
10 καὶ ταπεινωθήσεται ἡ ὕβρις Ισραηλ εἰς πρόσωπον αὐτου̃ καὶ οὐκ ἐπέστρεψαν πρὸς κύριον τὸν θεὸν αὐτω̃ν καὶ οὐκ ἐξεζήτησαν αὐτὸν ἐν πα̃σι τούτοις |
11 καὶ ἠ̃ν Εφραιμ ὡς περιστερὰ ἄνους οὐκ ἔχουσα καρδίαν Αἴγυπτον ἐπεκαλει̃το καὶ εἰς 'Ασσυρίους ἐπορεύθησαν |
12 καθὼς ἂν πορεύωνται ἐπιβαλω̃ ἐπ' αὐτοὺς τὸ δίκτυόν μου καθὼς τὰ πετεινὰ του̃ οὐρανου̃ κατάξω αὐτούς παιδεύσω αὐτοὺς ἐν τη̨̃ ἀκοη̨̃ τη̃ς θλίψεως αὐτω̃ν |
13 οὐαὶ αὐτοι̃ς ὅτι ἀπεπήδησαν ἀπ' ἐμου̃ δείλαιοί εἰσιν ὅτι ἠσέβησαν εἰς ἐμέ ἐγὼ δὲ ἐλυτρωσάμην αὐτούς αὐτοὶ δὲ κατελάλησαν κατ' ἐμου̃ ψεύδη |
14 καὶ οὐκ ἐβόησαν πρός με αἱ καρδίαι αὐτω̃ν ἀλλ' ἢ ὠλόλυζον ἐν ται̃ς κοίταις αὐτω̃ν ἐπὶ σίτω̨ καὶ οἴνω̨ κατετέμνοντο ἐπαιδεύθησαν ἐν ἐμοί |
15 κἀγὼ κατίσχυσα τοὺς βραχίονας αὐτω̃ν καὶ εἰς ἐμὲ ἐλογίσαντο πονηρά |
16 ἀπεστράφησαν εἰς οὐθέν ἐγένοντο ὡς τόξον ἐντεταμένον πεσου̃νται ἐν ῥομφαία̨ οἱ ἄρχοντες αὐτω̃ν δι' ἀπαιδευσίαν γλώσσης αὐτω̃ν οὑ̃τος ὁ φαυλισμὸς αὐτω̃ν ἐν γη̨̃ Αἰγύπτω̨ |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.