Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΗΣΑΙΑΣ, κεφαλίς 34

1 προσαγάγετε ἔθνη καὶ ἀκούσατε ἄρχοντες ἀκουσάτω ἡ γη̃ καὶ οἱ ἐν αὐτη̨̃ ἡ οἰκουμένη καὶ ὁ λαὸς ὁ ἐν αὐτη̨̃
2 διότι θυμὸς κυρίου ἐπὶ πάντα τὰ ἔθνη καὶ ὀργὴ ἐπὶ τὸν ἀριθμὸν αὐτω̃ν του̃ ἀπολέσαι αὐτοὺς καὶ παραδου̃ναι αὐτοὺς εἰς σφαγήν
3 οἱ δὲ τραυματίαι αὐτω̃ν ῥιφήσονται καὶ οἱ νεκροί καὶ ἀναβήσεται αὐτω̃ν ἡ ὀσμή καὶ βραχήσεται τὰ ὄρη ἀπὸ του̃ αἵματος αὐτω̃ν
4 καὶ ἑλιγήσεται ὁ οὐρανὸς ὡς βιβλίον καὶ πάντα τὰ ἄστρα πεσει̃ται ὡς φύλλα ἐξ ἀμπέλου καὶ ὡς πίπτει φύλλα ἀπὸ συκη̃ς
5 ἐμεθύσθη ἡ μάχαιρά μου ἐν τω̨̃ οὐρανω̨̃ ἰδοὺ ἐπὶ τὴν Ιδουμαίαν καταβήσεται καὶ ἐπὶ τὸν λαὸν τη̃ς ἀπωλείας μετὰ κρίσεως
6 ἡ μάχαιρα κυρίου ἐνεπλήσθη αἵματος ἐπαχύνθη ἀπὸ στέατος ἀρνω̃ν καὶ ἀπὸ στέατος τράγων καὶ κριω̃ν ὅτι θυσία κυρίω̨ ἐν Βοσορ καὶ σφαγὴ μεγάλη ἐν τη̨̃ Ιδουμαία̨
7 καὶ συμπεσου̃νται οἱ ἁδροὶ μετ' αὐτω̃ν καὶ οἱ κριοὶ καὶ οἱ ταυ̃ροι καὶ μεθυσθήσεται ἡ γη̃ ἀπὸ του̃ αἵματος καὶ ἀπὸ του̃ στέατος αὐτω̃ν ἐμπλησθήσεται
8 ἡμέρα γὰρ κρίσεως κυρίου καὶ ἐνιαυτὸς ἀνταποδόσεως κρίσεως Σιων
9 καὶ στραφήσονται αὐτη̃ς αἱ φάραγγες εἰς πίσσαν καὶ ἡ γη̃ αὐτη̃ς εἰς θει̃ον καὶ ἔσται αὐτη̃ς ἡ γη̃ καιομένη ὡς πίσσα
10 νυκτὸς καὶ ἡμέρας καὶ οὐ σβεσθήσεται εἰς τὸν αἰω̃να χρόνον καὶ ἀναβήσεται ὁ καπνὸς αὐτη̃ς ἄνω εἰς γενεὰς ἐρημωθήσεται καὶ εἰς χρόνον πολύν
11 καὶ κατοικήσουσιν ἐν αὐτη̨̃ ὄρνεα καὶ ἐχι̃νοι καὶ ἴβεις καὶ κόρακες καὶ ἐπιβληθήσεται ἐπ' αὐτὴν σπαρτίον γεωμετρίας ἐρήμου καὶ ὀνοκένταυροι οἰκήσουσιν ἐν αὐτη̨̃
12 οἱ ἄρχοντες αὐτη̃ς οὐκ ἔσονται οἱ γὰρ βασιλει̃ς αὐτη̃ς καὶ οἱ ἄρχοντες αὐτη̃ς καὶ οἱ μεγιστα̃νες αὐτη̃ς ἔσονται εἰς ἀπώλειαν
13 καὶ ἀναφύσει εἰς τὰς πόλεις αὐτω̃ν ἀκάνθινα ξύλα καὶ εἰς τὰ ὀχυρώματα αὐτη̃ς καὶ ἔσται ἔπαυλις σειρήνων καὶ αὐλὴ στρουθω̃ν
14 καὶ συναντήσουσιν δαιμόνια ὀνοκενταύροις καὶ βοήσουσιν ἕτερος πρὸς τὸν ἕτερον ἐκει̃ ἀναπαύσονται ὀνοκένταυροι εὑ̃ρον γὰρ αὑτοι̃ς ἀνάπαυσιν
15 ἐκει̃ ἐνόσσευσεν ἐχι̃νος καὶ ἔσωσεν ἡ γη̃ τὰ παιδία αὐτη̃ς μετὰ ἀσφαλείας ἐκει̃ ἔλαφοι συνήντησαν καὶ εἰ̃δον τὰ πρόσωπα ἀλλήλων
16 ἀριθμω̨̃ παρη̃λθον καὶ μία αὐτω̃ν οὐκ ἀπώλετο ἑτέρα τὴν ἑτέραν οὐκ ἐζήτησαν ὅτι κύριος ἐνετείλατο αὐτοι̃ς καὶ τὸ πνευ̃μα αὐτου̃ συνήγαγεν αὐτάς
17 καὶ αὐτὸς ἐπιβαλει̃ αὐτοι̃ς κλήρους καὶ ἡ χεὶρ αὐτου̃ διεμέρισεν βόσκεσθαι εἰς τὸν αἰω̃να χρόνον κληρονομήσετε εἰς γενεὰς γενεω̃ν ἀναπαύσονται ἐπ' αὐτη̃ς
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.