1 καὶ ἐγένετο ἐν τω̨̃ ἀκου̃σαι τὸν βασιλέα Εζεκιαν ἔσχισεν τὰ ἱμάτια καὶ σάκκον περιεβάλετο καὶ ἀνέβη εἰς τὸν οἰ̃κον κυρίου |
2 καὶ ἀπέστειλεν Ελιακιμ τὸν οἰκονόμον καὶ Σομναν τὸν γραμματέα καὶ τοὺς πρεσβυτέρους τω̃ν ἱερέων περιβεβλημένους σάκκους πρὸς Ησαιαν υἱὸν Αμως τὸν προφήτην |
3 καὶ εἰ̃παν αὐτω̨̃ τάδε λέγει Εζεκιας ἡμέρα θλίψεως καὶ ὀνειδισμου̃ καὶ ἐλεγμου̃ καὶ ὀργη̃ς ἡ σήμερον ἡμέρα ὅτι ἥκει ἡ ὠδὶν τη̨̃ τικτούση̨ ἰσχὺν δὲ οὐκ ἔχει του̃ τεκει̃ν |
4 εἰσακούσαι κύριος ὁ θεός σου τοὺς λόγους Ραψακου οὓς ἀπέστειλεν βασιλεὺς 'Ασσυρίων ὀνειδίζειν θεὸν ζω̃ντα καὶ ὀνειδίζειν λόγους οὓς ἤκουσεν κύριος ὁ θεός σου καὶ δεηθήση̨ πρὸς κύριον τὸν θεόν σου περὶ τω̃ν καταλελειμμένων τούτων |
5 καὶ ἠ̃λθον οἱ παι̃δες του̃ βασιλέως πρὸς Ησαιαν |
6 καὶ εἰ̃πεν αὐτοι̃ς Ησαιας οὕτως ἐρει̃τε πρὸς τὸν κύριον ὑμω̃ν τάδε λέγει κύριος μὴ φοβηθη̨̃ς ἀπὸ τω̃ν λόγων ὡ̃ν ἤκουσας οὓς ὠνείδισάν με οἱ πρέσβεις βασιλέως 'Ασσυρίων |
7 ἰδοὺ ἐγὼ ἐμβαλω̃ εἰς αὐτὸν πνευ̃μα καὶ ἀκούσας ἀγγελίαν ἀποστραφήσεται εἰς τὴν χώραν αὐτου̃ καὶ πεσει̃ται μαχαίρα̨ ἐν τη̨̃ γη̨̃ αὐτου̃ |
8 καὶ ἀπέστρεψεν Ραψακης καὶ κατέλαβεν πολιορκου̃ντα τὸν βασιλέα Λομναν καὶ ἤκουσεν βασιλεὺς 'Ασσυρίων ὅτι |
9 ἐξη̃λθεν Θαρακα βασιλεὺς Αἰθιόπων πολιορκη̃σαι αὐτόν καὶ ἀκούσας ἀπέστρεψεν καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Εζεκιαν λέγων |
10 οὕτως ἐρει̃τε Εζεκια βασιλει̃ τη̃ς Ιουδαίας μή σε ἀπατάτω ὁ θεός σου ἐφ' ὡ̨̃ πεποιθὼς εἰ̃ ἐπ' αὐτω̨̃ λέγων οὐ μὴ παραδοθη̨̃ Ιερουσαλημ εἰς χει̃ρας βασιλέως 'Ασσυρίων |
11 ἢ οὐκ ἤκουσας ἃ ἐποίησαν βασιλει̃ς 'Ασσυρίων πα̃σαν τὴν γη̃ν ὡς ἀπώλεσαν |
12 μὴ ἐρρύσαντο αὐτοὺς οἱ θεοὶ τω̃ν ἐθνω̃ν οὓς οἱ πατέρες μου ἀπώλεσαν τήν τε Γωζαν καὶ Χαρραν καὶ Ραφες αἵ εἰσιν ἐν χώρα̨ Θεμαδ |
13 που̃ εἰσιν οἱ βασιλει̃ς Αιμαθ καὶ Αρφαθ καὶ πόλεως Σεπφαριμ Αναγ Ουγαυα |
14 καὶ ἔλαβεν Εζεκιας τὸ βιβλίον παρὰ τω̃ν ἀγγέλων καὶ ἤνοιξεν αὐτὸ ἐναντίον κυρίου |
15 καὶ προσεύξατο Εζεκιας πρὸς κύριον λέγων |
16 κύριε σαβαωθ ὁ θεὸς Ισραηλ ὁ καθήμενος ἐπὶ τω̃ν χερουβιν σὺ θεὸς μόνος εἰ̃ πάσης βασιλείας τη̃ς οἰκουμένης σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γη̃ν |
17 εἰσάκουσον κύριε εἴσβλεψον κύριε καὶ ἰδὲ τοὺς λόγους οὓς ἀπέστειλεν Σενναχηριμ ὀνειδίζειν θεὸν ζω̃ντα |
18 ἐπ' ἀληθείας γὰρ ἠρήμωσαν βασιλει̃ς 'Ασσυρίων τὴν οἰκουμένην ὅλην καὶ τὴν χώραν αὐτω̃ν |
19 καὶ ἐνέβαλον τὰ εἴδωλα αὐτω̃ν εἰς τὸ πυ̃ρ οὐ γὰρ θεοὶ ἠ̃σαν ἀλλὰ ἔργα χειρω̃ν ἀνθρώπων ξύλα καὶ λίθοι καὶ ἀπώλεσαν αὐτούς |
20 σὺ δέ κύριε ὁ θεὸς ἡμω̃ν σω̃σον ἡμα̃ς ἐκ χειρὸς αὐτω̃ν ἵνα γνω̨̃ πα̃σα βασιλεία τη̃ς γη̃ς ὅτι σὺ εἰ̃ ὁ θεὸς μόνος |
21 καὶ ἀπεστάλη Ησαιας υἱὸς Αμως πρὸς Εζεκιαν καὶ εἰ̃πεν αὐτω̨̃ τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ ἤκουσα ἃ προσηύξω πρός με περὶ Σενναχηριμ βασιλέως 'Ασσυρίων |
22 οὑ̃τος ὁ λόγος ὃν ἐλάλησεν περὶ αὐτου̃ ὁ θεός ἐφαύλισέν σε καὶ ἐμυκτήρισέν σε παρθένος θυγάτηρ Σιων ἐπὶ σοὶ κεφαλὴν ἐκίνησεν θυγάτηρ Ιερουσαλημ |
23 τίνα ὠνείδισας καὶ παρώξυνας ἢ πρὸς τίνα ὕψωσας τὴν φωνήν σου καὶ οὐκ ἠ̃ρας εἰς ὕψος τοὺς ὀφθαλμούς σου εἰς τὸν ἅγιον του̃ Ισραηλ |
24 ὅτι δι' ἀγγέλων ὠνείδισας κύριον σὺ γὰρ εἰ̃πας τω̨̃ πλήθει τω̃ν ἁρμάτων ἐγὼ ἀνέβην εἰς ὕψος ὀρέων καὶ εἰς τὰ ἔσχατα του̃ Λιβάνου καὶ ἔκοψα τὸ ὕψος τη̃ς κέδρου αὐτου̃ καὶ τὸ κάλλος τη̃ς κυπαρίσσου καὶ εἰση̃λθον εἰς ὕψος μέρους του̃ δρυμου̃ |
25 καὶ ἔθηκα γέφυραν καὶ ἠρήμωσα ὕδατα καὶ πα̃σαν συναγωγὴν ὕδατος |
26 οὐ ταυ̃τα ἤκουσας πάλαι ἃ ἐγὼ ἐποίησα ἐξ ἀρχαίων ἡμερω̃ν συνέταξα νυ̃ν δὲ ἐπέδειξα ἐξερημω̃σαι ἔθνη ἐν ὀχυροι̃ς καὶ ἐνοικου̃ντας ἐν πόλεσιν ὀχυραι̃ς |
27 ἀνη̃κα τὰς χει̃ρας καὶ ἐξηράνθησαν καὶ ἐγένοντο ὡς χόρτος ξηρὸς ἐπὶ δωμάτων καὶ ὡς ἄγρωστις |
28 νυ̃ν δὲ τὴν ἀνάπαυσίν σου καὶ τὴν ἔξοδόν σου καὶ τὴν εἴσοδόν σου ἐγὼ ἐπίσταμαι |
29 ὁ δὲ θυμός σου ὃν ἐθυμώθης καὶ ἡ πικρία σου ἀνέβη πρός με καὶ ἐμβαλω̃ φιμὸν εἰς τὴν ῥι̃νά σου καὶ χαλινὸν εἰς τὰ χείλη σου καὶ ἀποστρέψω σε τη̨̃ ὁδω̨̃ ἡ̨̃ ἠ̃λθες ἐν αὐτη̨̃ |
30 του̃το δέ σοι τὸ σημει̃ον φάγε του̃τον τὸν ἐνιαυτὸν ἃ ἔσπαρκας τω̨̃ δὲ ἐνιαυτω̨̃ τω̨̃ δευτέρω̨ τὸ κατάλειμμα τω̨̃ δὲ τρίτω̨ σπείραντες ἀμήσατε καὶ φυτεύσατε ἀμπελω̃νας καὶ φάγεσθε τὸν καρπὸν αὐτω̃ν |
31 καὶ ἔσονται οἱ καταλελειμμένοι ἐν τη̨̃ Ιουδαία̨ φυήσουσιν ῥίζαν κάτω καὶ ποιήσουσιν σπέρμα ἄνω |
32 ὅτι ἐξ Ιερουσαλημ ἐξελεύσονται οἱ καταλελειμμένοι καὶ οἱ σω̨ζόμενοι ἐξ ὄρους Σιων ὁ ζη̃λος κυρίου σαβαωθ ποιήσει ταυ̃τα |
33 διὰ του̃το οὕτως λέγει κύριος ἐπὶ βασιλέα 'Ασσυρίων οὐ μὴ εἰσέλθη̨ εἰς τὴν πόλιν ταύτην οὐδὲ μὴ βάλη̨ ἐπ' αὐτὴν βέλος οὐδὲ μὴ ἐπιβάλη̨ ἐπ' αὐτὴν θυρεὸν οὐδὲ μὴ κυκλώση̨ ἐπ' αὐτὴν χάρακα |
34 ἀλλὰ τη̨̃ ὁδω̨̃ ἡ̨̃ ἠ̃λθεν ἐν αὐτη̨̃ ἀποστραφήσεται τάδε λέγει κύριος |
35 ὑπερασπιω̃ ὑπὲρ τη̃ς πόλεως ταύτης του̃ σω̃σαι αὐτὴν δι' ἐμὲ καὶ διὰ Δαυιδ τὸν παι̃δά μου |
36 καὶ ἐξη̃λθεν ἄγγελος κυρίου καὶ ἀνει̃λεν ἐκ τη̃ς παρεμβολη̃ς τω̃ν 'Ασσυρίων ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας καὶ ἐξαναστάντες τὸ πρωὶ εὑ̃ρον πάντα τὰ σώματα νεκρά |
37 καὶ ἀποστραφεὶς ἀπη̃λθεν βασιλεὺς 'Ασσυρίων καὶ ὤ̨κησεν ἐν Νινευη |
38 καὶ ἐν τω̨̃ αὐτὸν προσκυνει̃ν ἐν τω̨̃ οἴκω̨ Νασαραχ τὸν παταχρον αὐτου̃ Αδραμελεχ καὶ Σαρασαρ οἱ υἱοὶ αὐτου̃ ἐπάταξαν αὐτὸν μαχαίραις αὐτοὶ δὲ διεσώθησαν εἰς 'Αρμενίαν καὶ ἐβασίλευσεν Ασορδαν ὁ υἱὸς αὐτου̃ ἀντ' αὐτου̃ |