Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΗΣΑΙΑΣ, κεφαλίς 38

ἐγένετο δὲ ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ ἐμαλακίσθη Εζεκιας ἕως θανάτου καὶ ἠ̃λθεν πρὸς αὐτὸν Ησαιας υἱὸς Αμως ὁ προφήτης καὶ εἰ̃πεν πρὸς αὐτόν τάδε λέγει κύριος τάξαι περὶ του̃ οἴκου σου ἀποθνή̨σκεις γὰρ σὺ καὶ οὐ ζήση̨
καὶ ἀπέστρεψεν Εζεκιας τὸ πρόσωπον αὐτου̃ πρὸς τὸν τοι̃χον καὶ προσηύξατο πρὸς κύριον
λέγων μνήσθητι κύριε ὡς ἐπορεύθην ἐνώπιόν σου μετὰ ἀληθείας ἐν καρδία̨ ἀληθινη̨̃ καὶ τὰ ἀρεστὰ ἐνώπιόν σου ἐποίησα καὶ ἔκλαυσεν Εζεκιας κλαυθμω̨̃ μεγάλω̨
καὶ ἐγένετο λόγος κυρίου πρὸς Ησαιαν λέγων
πορεύθητι καὶ εἰπὸν Εζεκια τάδε λέγει κύριος ὁ θεὸς Δαυιδ του̃ πατρός σου ἤκουσα τη̃ς φωνη̃ς τη̃ς προσευχη̃ς σου καὶ εἰ̃δον τὰ δάκρυά σου ἰδοὺ προστίθημι πρὸς τὸν χρόνον σου ἔτη δέκα πέντε
καὶ ἐκ χειρὸς βασιλέως 'Ασσυρίων σώσω σε καὶ ὑπὲρ τη̃ς πόλεως ταύτης ὑπερασπιω̃
του̃το δέ σοι τὸ σημει̃ον παρὰ κυρίου ὅτι ὁ θεὸς ποιήσει τὸ ῥη̃μα του̃το
τὴν σκιὰν τω̃ν ἀναβαθμω̃ν οὓς κατέβη ὁ ἥλιος τοὺς δέκα ἀναβαθμοὺς του̃ οἴκου του̃ πατρός σου ἀποστρέψω τὸν ἥλιον τοὺς δέκα ἀναβαθμούς καὶ ἀνέβη ὁ ἥλιος τοὺς δέκα ἀναβαθμούς οὓς κατέβη ἡ σκιά
προσευχὴ Εζεκιου βασιλέως τη̃ς Ιουδαίας ἡνίκα ἐμαλακίσθη καὶ ἀνέστη ἐκ τη̃ς μαλακίας αὐτου̃
10 ἐγὼ εἰ̃πα ἐν τω̨̃ ὕψει τω̃ν ἡμερω̃ν μου ἐν πύλαις ἅ̨δου καταλείψω τὰ ἔτη τὰ ἐπίλοιπα
11 εἰ̃πα οὐκέτι μὴ ἴδω τὸ σωτήριον του̃ θεου̃ ἐπὶ τη̃ς γη̃ς οὐκέτι μὴ ἴδω ἄνθρωπον
12 ἐκ τη̃ς συγγενείας μου κατέλιπον τὸ λοιπὸν τη̃ς ζωη̃ς μου ἐξη̃λθεν καὶ ἀπη̃λθεν ἀπ' ἐμου̃ ὥσπερ ὁ καταλύων σκηνὴν πήξας τὸ πνευ̃μά μου παρ' ἐμοὶ ἐγένετο ὡς ἱστὸς ἐρίθου ἐγγιζούσης ἐκτεμει̃ν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ παρεδόθην
13 ἕως πρωὶ ὡς λέοντι οὕτως τὰ ὀστα̃ μου συνέτριψεν ἀπὸ γὰρ τη̃ς ἡμέρας ἕως τη̃ς νυκτὸς παρεδόθην
14 ὡς χελιδών οὕτως φωνήσω καὶ ὡς περιστερά οὕτως μελετήσω ἐξέλιπον γάρ μου οἱ ὀφθαλμοὶ του̃ βλέπειν εἰς τὸ ὕψος του̃ οὐρανου̃ πρὸς τὸν κύριον ὃς ἐξείλατό με
15 καὶ ἀφείλατό μου τὴν ὀδύνην τη̃ς ψυχη̃ς
16 κύριε περὶ αὐτη̃ς γὰρ ἀνηγγέλη σοι καὶ ἐξήγειράς μου τὴν πνοήν καὶ παρακληθεὶς ἔζησα
17 εἵλου γάρ μου τὴν ψυχήν ἵνα μὴ ἀπόληται καὶ ἀπέρριψας ὀπίσω μου πάσας τὰς ἁμαρτίας μου
18 οὐ γὰρ οἱ ἐν ἅ̨δου αἰνέσουσίν σε οὐδὲ οἱ ἀποθανόντες εὐλογήσουσίν σε οὐδὲ ἐλπιου̃σιν οἱ ἐν ἅ̨δου τὴν ἐλεημοσύνην σου
19 οἱ ζω̃ντως εὐλογήσουσίν σε ὃν τρόπον κἀγώ ἀπὸ γὰρ τη̃ς σήμερον παιδία ποιήσω ἃ ἀναγγελου̃σιν τὴν δικαιοσύνην σου
20 κύριε τη̃ς σωτηρίας μου καὶ οὐ παύσομαι εὐλογω̃ν σε μετὰ ψαλτηρίου πάσας τὰς ἡμέρας τη̃ς ζωη̃ς μου κατέναντι του̃ οἴκου του̃ θεου̃
21 καὶ εἰ̃πεν Ησαιας πρὸς Εζεκιαν λαβὲ παλάθην ἐκ σύκων καὶ τρι̃ψον καὶ κατάπλασαι καὶ ὑγιὴς ἔση̨
22 καὶ εἰ̃πεν Εζεκιας του̃το τὸ σημει̃ον ὅτι ἀναβήσομαι εἰς τὸν οἰ̃κον κυρίου του̃ θεου̃
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.