ΗΣΑΙΑΣ,
κεφαλίς 4
1 καὶ ἐπιλήμψονται ἑπτὰ γυναι̃κες ἀνθρώπου ἑνὸς λέγουσαι τὸν ἄρτον ἡμω̃ν φαγόμεθα καὶ τὰ ἱμάτια ἡμω̃ν περιβαλούμεθα πλὴν τὸ ὄνομα τὸ σὸν κεκλήσθω ἐφ' ἡμα̃ς ἄφελε τὸν ὀνειδισμὸν ἡμω̃ν |
2 τη̨̃ δὲ ἡμέρα̨ ἐκείνη̨ ἐπιλάμψει ὁ θεὸς ἐν βουλη̨̃ μετὰ δόξης ἐπὶ τη̃ς γη̃ς του̃ ὑψω̃σαι καὶ δοξάσαι τὸ καταλειφθὲν του̃ Ισραηλ |
3 καὶ ἔσται τὸ ὑπολειφθὲν ἐν Σιων καὶ τὸ καταλειφθὲν ἐν Ιερουσαλημ ἅγιοι κληθήσονται πάντες οἱ γραφέντες εἰς ζωὴν ἐν Ιερουσαλημ |
4 ὅτι ἐκπλυνει̃ κύριος τὸν ῥύπον τω̃ν υἱω̃ν καὶ τω̃ν θυγατέρων Σιων καὶ τὸ αἱ̃μα ἐκκαθαριει̃ ἐκ μέσου αὐτω̃ν ἐν πνεύματι κρίσεως καὶ πνεύματι καύσεως |
5 καὶ ἥξει καὶ ἔσται πα̃ς τόπος του̃ ὄρους Σιων καὶ πάντα τὰ περικύκλω̨ αὐτη̃ς σκιάσει νεφέλη ἡμέρας καὶ ὡς καπνου̃ καὶ ὡς φωτὸς πυρὸς καιομένου νυκτός πάση̨ τη̨̃ δόξη̨ σκεπασθήσεται |
6 καὶ ἔσται εἰς σκιὰν ἀπὸ καύματος καὶ ἐν σκέπη̨ καὶ ἐν ἀποκρύφω̨ ἀπὸ σκληρότητος καὶ ὑετου̃ |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.