Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΗΣΑΙΑΣ, κεφαλίς 43

καὶ νυ̃ν οὕτως λέγει κύριος ὁ θεὸς ὁ ποιήσας σε Ιακωβ ὁ πλάσας σε Ισραηλ μὴ φοβου̃ ὅτι ἐλυτρωσάμην σε ἐκάλεσά σε τὸ ὄνομά σου ἐμὸς εἰ̃ σύ
καὶ ἐὰν διαβαίνη̨ς δι' ὕδατος μετὰ σου̃ εἰμι καὶ ποταμοὶ οὐ συγκλύσουσίν σε καὶ ἐὰν διέλθη̨ς διὰ πυρός οὐ μὴ κατακαυθη̨̃ς φλὸξ οὐ κατακαύσει σε
ὅτι ἐγὼ κύριος ὁ θεός σου ὁ ἅγιος Ισραηλ ὁ σώ̨ζων σε ἐποίησά σου ἄλλαγμα Αἴγυπτον καὶ Αἰθιοπίαν καὶ Σοήνην ὑπὲρ σου̃
ἀφ' οὑ̃ ἔντιμος ἐγένου ἐναντίον μου ἐδοξάσθης κἀγώ σε ἠγάπησα καὶ δώσω ἀνθρώπους πολλοὺς ὑπὲρ σου̃ καὶ ἄρχοντας ὑπὲρ τη̃ς κεφαλη̃ς σου
μὴ φοβου̃ ὅτι μετὰ σου̃ εἰμι ἀπὸ ἀνατολω̃ν ἄξω τὸ σπέρμα σου καὶ ἀπὸ δυσμω̃ν συνάξω σε
ἐρω̃ τω̨̃ βορρα̨̃ ἄγε καὶ τω̨̃ λιβί μὴ κώλυε ἄγε τοὺς υἱούς μου ἀπὸ γη̃ς πόρρωθεν καὶ τὰς θυγατέρας μου ἀπ' ἄκρων τη̃ς γη̃ς
πάντας ὅσοι ἐπικέκληνται τω̨̃ ὀνόματί μου ἐν γὰρ τη̨̃ δόξη̨ μου κατεσκεύασα αὐτὸν καὶ ἔπλασα καὶ ἐποίησα αὐτόν
καὶ ἐξήγαγον λαὸν τυφλόν καὶ ὀφθαλμοί εἰσιν ὡσαύτως τυφλοί καὶ κωφοὶ τὰ ὠ̃τα ἔχοντες
πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτω̃ν τίς ἀναγγελει̃ ταυ̃τα ἢ τὰ ἐξ ἀρχη̃ς τίς ἀναγγελει̃ ὑμι̃ν ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτω̃ν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθη̃
10 γένεσθέ μοι μάρτυρες κἀγὼ μάρτυς λέγει κύριος ὁ θεός καὶ ὁ παι̃ς ὃν ἐξελεξάμην ἵνα γνω̃τε καὶ πιστεύσητε καὶ συνη̃τε ὅτι ἐγώ εἰμι ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος θεὸς καὶ μετ' ἐμὲ οὐκ ἔσται
11 ἐγὼ ὁ θεός καὶ οὐκ ἔστιν πάρεξ ἐμου̃ σώ̨ζων
12 ἀνήγγειλα καὶ ἔσωσα ὠνείδισα καὶ οὐκ ἠ̃ν ἐν ὑμι̃ν ἀλλότριος ὑμει̃ς ἐμοὶ μάρτυρες κἀγὼ μάρτυς λέγει κύριος ὁ θεός
13 ἔτι ἀπ' ἀρχη̃ς καὶ οὐκ ἔστιν ὁ ἐκ τω̃ν χειρω̃ν μου ἐξαιρούμενος ποιήσω καὶ τίς ἀποστρέψει αὐτό
14 οὕτως λέγει κύριος ὁ θεὸς ὁ λυτρούμενος ὑμα̃ς ὁ ἅγιος Ισραηλ ἕνεκεν ὑμω̃ν ἀποστελω̃ εἰς Βαβυλω̃να καὶ ἐπεγερω̃ πάντας φεύγοντας καὶ Χαλδαι̃οι ἐν πλοίοις δεθήσονται
15 ἐγὼ κύριος ὁ θεὸς ὁ ἅγιος ὑμω̃ν ὁ καταδείξας Ισραηλ βασιλέα ὑμω̃ν
16 οὕτως λέγει κύριος ὁ διδοὺς ὁδὸν ἐν θαλάσση̨ καὶ ἐν ὕδατι ἰσχυρω̨̃ τρίβον
17 ὁ ἐξαγαγὼν ἅρματα καὶ ἵππον καὶ ὄχλον ἰσχυρόν ἀλλὰ ἐκοιμήθησαν καὶ οὐκ ἀναστήσονται ἐσβέσθησαν ὡς λίνον ἐσβεσμένον
18 μὴ μνημονεύετε τὰ πρω̃τα καὶ τὰ ἀρχαι̃α μὴ συλλογίζεσθε
19 ἰδοὺ ποιω̃ καινὰ ἃ νυ̃ν ἀνατελει̃ καὶ γνώσεσθε αὐτά καὶ ποιήσω ἐν τη̨̃ ἐρήμω̨ ὁδὸν καὶ ἐν τη̨̃ ἀνύδρω̨ ποταμούς
20 εὐλογήσει με τὰ θηρία του̃ ἀγρου̃ σειρη̃νες καὶ θυγατέρες στρουθω̃ν ὅτι ἔδωκα ἐν τη̨̃ ἐρήμω̨ ὕδωρ καὶ ποταμοὺς ἐν τη̨̃ ἀνύδρω̨ ποτίσαι τὸ γένος μου τὸ ἐκλεκτόν
21 λαόν μου ὃν περιεποιησάμην τὰς ἀρετάς μου διηγει̃σθαι
22 οὐ νυ̃ν ἐκάλεσά σε Ιακωβ οὐδὲ κοπια̃σαί σε ἐποίησα Ισραηλ
23 οὐκ ἐμοὶ πρόβατα τη̃ς ὁλοκαρπώσεώς σου οὐδὲ ἐν ται̃ς θυσίαις σου ἐδόξασάς με οὐδὲ ἔγκοπον ἐποίησά σε ἐν λιβάνω̨
24 οὐδὲ ἐκτήσω μοι ἀργυρίου θυμίαμα οὐδὲ τὸ στέαρ τω̃ν θυσιω̃ν σου ἐπεθύμησα ἀλλὰ ἐν ται̃ς ἁμαρτίαις σου καὶ ἐν ται̃ς ἀδικίαις σου προέστην σου
25 ἐγώ εἰμι ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἀνομίας σου καὶ οὐ μὴ μνησθήσομαι
26 σὺ δὲ μνήσθητι καὶ κριθω̃μεν λέγε σὺ τὰς ἀνομίας σου πρω̃τος ἵνα δικαιωθη̨̃ς
27 οἱ πατέρες ὑμω̃ν πρω̃τοι καὶ οἱ ἄρχοντες αὐτω̃ν ἠνόμησαν εἰς ἐμέ
28 καὶ ἐμίαναν οἱ ἄρχοντες τὰ ἅγιά μου καὶ ἔδωκα ἀπολέσαι Ιακωβ καὶ Ισραηλ εἰς ὀνειδισμόν
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.