Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΗΣΑΙΑΣ, κεφαλίς 44

νυ̃ν δὲ ἄκουσον παι̃ς μου Ιακωβ καὶ Ισραηλ ὃν ἐξελεξάμην
οὕτως λέγει κύριος ὁ θεὸς ὁ ποιήσας σε καὶ ὁ πλάσας σε ἐκ κοιλίας ἔτι βοηθηθήση̨ μὴ φοβου̃ παι̃ς μου Ιακωβ καὶ ὁ ἠγαπημένος Ισραηλ ὃν ἐξελεξάμην
ὅτι ἐγὼ δώσω ὕδωρ ἐν δίψει τοι̃ς πορευομένοις ἐν ἀνύδρω̨ ἐπιθήσω τὸ πνευ̃μά μου ἐπὶ τὸ σπέρμα σου καὶ τὰς εὐλογίας μου ἐπὶ τὰ τέκνα σου
καὶ ἀνατελου̃σιν ὡσεὶ χόρτος ἀνὰ μέσον ὕδατος καὶ ὡς ἰτέα ἐπὶ παραρρέον ὕδωρ
οὑ̃τος ἐρει̃ του̃ θεου̃ εἰμι καὶ οὑ̃τος βοήσεται ἐπὶ τω̨̃ ὀνόματι Ιακωβ καὶ ἕτερος ἐπιγράψει του̃ θεου̃ εἰμι ἐπὶ τω̨̃ ὀνόματι Ισραηλ
οὕτως λέγει ὁ θεὸς ὁ βασιλεὺς του̃ Ισραηλ ὁ ῥυσάμενος αὐτὸν θεὸς σαβαωθ ἐγὼ πρω̃τος καὶ ἐγὼ μετὰ ταυ̃τα πλὴν ἐμου̃ οὐκ ἔστιν θεός
τίς ὥσπερ ἐγώ στήτω καλεσάτω καὶ ἑτοιμασάτω μοι ἀφ' οὑ̃ ἐποίησα ἄνθρωπον εἰς τὸν αἰω̃να καὶ τὰ ἐπερχόμενα πρὸ του̃ ἐλθει̃ν ἀναγγειλάτωσαν ὑμι̃ν
μὴ παρακαλύπτεσθε οὐκ ἀπ' ἀρχη̃ς ἠνωτίσασθε καὶ ἀπήγγειλα ὑμι̃ν μάρτυρες ὑμει̃ς ἐστε εἰ ἔστιν θεὸς πλὴν ἐμου̃ καὶ οὐκ ἠ̃σαν τότε
οἱ πλάσσοντες καὶ γλύφοντες πάντες μάταιοι οἱ ποιου̃ντες τὰ καταθύμια αὐτω̃ν ἃ οὐκ ὠφελήσει αὐτούς ἀλλὰ αἰσχυνθήσονται
10 πάντες οἱ πλάσσοντες θεὸν καὶ γλύφοντες ἀνωφελη̃
11 καὶ πάντες ὅθεν ἐγένοντο ἐξηράνθησαν καὶ κωφοὶ ἀπὸ ἀνθρώπων συναχθήτωσαν πάντες καὶ στήτωσαν ἅμα ἐντραπήτωσαν καὶ αἰσχυνθήτωσαν ἅμα
12 ὅτι ὤξυνεν τέκτων σίδηρον σκεπάρνω̨ εἰργάσατο αὐτὸ καὶ ἐν τερέτρω̨ ἔτρησεν αὐτό εἰργάσατο αὐτὸ ἐν τω̨̃ βραχίονι τη̃ς ἰσχύος αὐτου̃ καὶ πεινάσει καὶ ἀσθενήσει καὶ οὐ μὴ πίη̨ ὕδωρ ἐκλεξάμενος
13 τέκτων ξύλον ἔστησεν αὐτὸ ἐν μέτρω̨ καὶ ἐν κόλλη̨ ἐρρύθμισεν αὐτό ἐποίησεν αὐτὸ ὡς μορφὴν ἀνδρὸς καὶ ὡς ὡραιότητα ἀνθρώπου στη̃σαι αὐτὸ ἐν οἴκω̨
14 ὃ ἔκοψεν ξύλον ἐκ του̃ δρυμου̃ ὃ ἐφύτευσεν κύριος καὶ ὑετὸς ἐμήκυνεν
15 ἵνα ἠ̨̃ ἀνθρώποις εἰς καυ̃σιν καὶ λαβὼν ἀπ' αὐτου̃ ἐθερμάνθη καὶ καύσαντες ἔπεψαν ἄρτους ἐπ' αὐτω̃ν τὸ δὲ λοιπὸν εἰργάσαντο εἰς θεούς καὶ προσκυνου̃σιν αὐτούς
16 οὑ̃ τὸ ἥμισυ αὐτου̃ κατέκαυσαν ἐν πυρὶ καὶ καύσαντες ἔπεψαν ἄρτους ἐπ' αὐτω̃ν καὶ ἐπ' αὐτου̃ κρέας ὀπτήσας ἔφαγεν καὶ ἐνεπλήσθη καὶ θερμανθεὶς εἰ̃πεν ἡδύ μοι ὅτι ἐθερμάνθην καὶ εἰ̃δον πυ̃ρ
17 τὸ δὲ λοιπὸν ἐποίησεν εἰς θεὸν γλυπτὸν καὶ προσκυνει̃ αὐτω̨̃ καὶ προσεύχεται λέγων ἐξελου̃ με ὅτι θεός μου εἰ̃ σύ
18 οὐκ ἔγνωσαν φρονη̃σαι ὅτι ἀπημαυρώθησαν του̃ βλέπειν τοι̃ς ὀφθαλμοι̃ς αὐτω̃ν καὶ του̃ νοη̃σαι τη̨̃ καρδία̨ αὐτω̃ν
19 καὶ οὐκ ἐλογίσατο τη̨̃ καρδία̨ αὐτου̃ οὐδὲ ἀνελογίσατο ἐν τη̨̃ ψυχη̨̃ αὐτου̃ οὐδὲ ἔγνω τη̨̃ φρονήσει ὅτι τὸ ἥμισυ αὐτου̃ κατέκαυσεν ἐν πυρὶ καὶ ἔπεψεν ἐπὶ τω̃ν ἀνθράκων αὐτου̃ ἄρτους καὶ ὀπτήσας κρέας ἔφαγεν καὶ τὸ λοιπὸν αὐτου̃ εἰς βδέλυγμα ἐποίησεν καὶ προσκυνου̃σιν αὐτω̨̃
20 γνω̃τε ὅτι σποδὸς ἡ καρδία αὐτω̃ν καὶ πλανω̃νται καὶ οὐδεὶς δύναται ἐξελέσθαι τὴν ψυχὴν αὐτου̃ ἴδετε οὐκ ἐρει̃τε ὅτι ψευ̃δος ἐν τη̨̃ δεξια̨̃ μου
21 μνήσθητι ταυ̃τα Ιακωβ καὶ Ισραηλ ὅτι παι̃ς μου εἰ̃ σύ ἔπλασά σε παι̃δά μου καὶ σύ Ισραηλ μὴ ἐπιλανθάνου μου
22 ἰδοὺ γὰρ ἀπήλειψα ὡς νεφέλην τὰς ἀνομίας σου καὶ ὡς γνόφον τὰς ἁμαρτίας σου ἐπιστράφητι πρός με καὶ λυτρώσομαί σε
23 εὐφράνθητε οὐρανοί ὅτι ἠλέησεν ὁ θεὸς τὸν Ισραηλ σαλπίσατε θεμέλια τη̃ς γη̃ς βοήσατε ὄρη εὐφροσύνην οἱ βουνοὶ καὶ πάντα τὰ ξύλα τὰ ἐν αὐτοι̃ς ὅτι ἐλυτρώσατο ὁ θεὸς τὸν Ιακωβ καὶ Ισραηλ δοξασθήσεται
24 οὕτως λέγει κύριος ὁ λυτρούμενός σε καὶ ὁ πλάσσων σε ἐκ κοιλίας ἐγὼ κύριος ὁ συντελω̃ν πάντα ἐξέτεινα τὸν οὐρανὸν μόνος καὶ ἐστερέωσα τὴν γη̃ν τίς ἕτερος
25 διασκεδάσει σημει̃α ἐγγαστριμύθων καὶ μαντείας ἀπὸ καρδίας ἀποστρέφων φρονίμους εἰς τὰ ὀπίσω καὶ τὴν βουλὴν αὐτω̃ν μωρεύων
26 καὶ ἱστω̃ν ῥήματα παιδὸς αὐτου̃ καὶ τὴν βουλὴν τω̃ν ἀγγέλων αὐτου̃ ἀληθεύων ὁ λέγων Ιερουσαλημ κατοικηθήση̨ καὶ ται̃ς πόλεσιν τη̃ς Ιουδαίας οἰκοδομηθήσεσθε καὶ τὰ ἔρημα αὐτη̃ς ἀνατελει̃
27 ὁ λέγων τη̨̃ ἀβύσσω̨ ἐρημωθήση̨ καὶ τοὺς ποταμούς σου ξηρανω̃
28 ὁ λέγων Κύρω̨ φρονει̃ν καὶ πάντα τὰ θελήματά μου ποιήσει ὁ λέγων Ιερουσαλημ οἰκοδομηθήση̨ καὶ τὸν οἰ̃κον τὸν ἅγιόν μου θεμελιώσω
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.