Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΗΣΑΙΑΣ, κεφαλίς 45

οὕτως λέγει κύριος ὁ θεὸς τω̨̃ χριστω̨̃ μου Κύρω̨ οὑ̃ ἐκράτησα τη̃ς δεξια̃ς ἐπακου̃σαι ἔμπροσθεν αὐτου̃ ἔθνη καὶ ἰσχὺν βασιλέων διαρρήξω ἀνοίξω ἔμπροσθεν αὐτου̃ θύρας καὶ πόλεις οὐ συγκλεισθήσονται
ἐγὼ ἔμπροσθέν σου πορεύσομαι καὶ ὄρη ὁμαλιω̃ θύρας χαλκα̃ς συντρίψω καὶ μοχλοὺς σιδηρου̃ς συγκλάσω
καὶ δώσω σοι θησαυροὺς σκοτεινούς ἀποκρύφους ἀοράτους ἀνοίξω σοι ἵνα γνω̨̃ς ὅτι ἐγὼ κύριος ὁ θεὸς ὁ καλω̃ν τὸ ὄνομά σου θεὸς Ισραηλ
ἕνεκεν Ιακωβ του̃ παιδός μου καὶ Ισραηλ του̃ ἐκλεκτου̃ μου ἐγὼ καλέσω σε τω̨̃ ὀνόματί σου καὶ προσδέξομαί σε σὺ δὲ οὐκ ἔγνως με
ὅτι ἐγὼ κύριος ὁ θεός καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμου̃ θεός καὶ οὐκ ἤ̨δεις με
ἵνα γνω̃σιν οἱ ἀπὸ ἀνατολω̃ν ἡλίου καὶ οἱ ἀπὸ δυσμω̃ν ὅτι οὐκ ἔστιν πλὴν ἐμου̃ ἐγὼ κύριος ὁ θεός καὶ οὐκ ἔστιν ἔτι
ἐγὼ ὁ κατασκευάσας φω̃ς καὶ ποιήσας σκότος ὁ ποιω̃ν εἰρήνην καὶ κτίζων κακά ἐγὼ κύριος ὁ θεὸς ὁ ποιω̃ν ταυ̃τα πάντα
εὐφρανθήτω ὁ οὐρανὸς ἄνωθεν καὶ αἱ νεφέλαι ῥανάτωσαν δικαιοσύνην ἀνατειλάτω ἡ γη̃ ἔλεος καὶ δικαιοσύνην ἀνατειλάτω ἅμα ἐγώ εἰμι κύριος ὁ κτίσας σε
ποι̃ον βέλτιον κατεσκεύασα ὡς πηλὸν κεραμέως μὴ ὁ ἀροτριω̃ν ἀροτριάσει τὴν γη̃ν ὅλην τὴν ἡμέραν μὴ ἐρει̃ ὁ πηλὸς τω̨̃ κεραμει̃ τί ποιει̃ς ὅτι οὐκ ἐργάζη̨ οὐδὲ ἔχεις χει̃ρας
10 ὁ λέγων τω̨̃ πατρί τί γεννήσεις καὶ τη̨̃ μητρί τί ὠδινήσεις
11 ὅτι οὕτως λέγει κύριος ὁ θεὸς ὁ ἅγιος Ισραηλ ὁ ποιήσας τὰ ἐπερχόμενα ἐρωτήσατέ με περὶ τω̃ν υἱω̃ν μου καὶ περὶ τω̃ν θυγατέρων μου καὶ περὶ τω̃ν ἔργων τω̃ν χειρω̃ν μου ἐντείλασθέ μοι
12 ἐγὼ ἐποίησα γη̃ν καὶ ἄνθρωπον ἐπ' αὐτη̃ς ἐγὼ τη̨̃ χειρί μου ἐστερέωσα τὸν οὐρανόν ἐγὼ πα̃σι τοι̃ς ἄστροις ἐνετειλάμην
13 ἐγὼ ἤγειρα αὐτὸν μετὰ δικαιοσύνης βασιλέα καὶ πα̃σαι αἱ ὁδοὶ αὐτου̃ εὐθει̃αι οὑ̃τος οἰκοδομήσει τὴν πόλιν μου καὶ τὴν αἰχμαλωσίαν του̃ λαου̃ μου ἐπιστρέψει οὐ μετὰ λύτρων οὐδὲ μετὰ δώρων εἰ̃πεν κύριος σαβαωθ
14 οὕτως λέγει κύριος σαβαωθ ἐκοπίασεν Αἴγυπτος καὶ ἐμπορία Αἰθιόπων καὶ οἱ Σεβωιν ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται καὶ σοὶ ἔσονται δου̃λοι καὶ ὀπίσω σου ἀκολουθήσουσιν δεδεμένοι χειροπέδαις καὶ προσκυνήσουσίν σοι καὶ ἐν σοὶ προσεύξονται ὅτι ἐν σοὶ ὁ θεός ἐστιν καὶ ἐρου̃σιν οὐκ ἔστιν θεὸς πλὴν σου̃
15 σὺ γὰρ εἰ̃ θεός καὶ οὐκ ἤ̨δειμεν ὁ θεὸς του̃ Ισραηλ σωτήρ
16 αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοι αὐτω̨̃ καὶ πορεύσονται ἐν αἰσχύνη̨ ἐγκαινίζεσθε πρός με νη̃σοι
17 Ισραηλ σώ̨ζεται ὑπὸ κυρίου σωτηρίαν αἰώνιον οὐκ αἰσχυνθήσονται οὐδὲ μὴ ἐντραπω̃σιν ἕως του̃ αἰω̃νος
18 οὕτως λέγει κύριος ὁ ποιήσας τὸν οὐρανόν οὑ̃τος ὁ θεὸς ὁ καταδείξας τὴν γη̃ν καὶ ποιήσας αὐτήν αὐτὸς διώρισεν αὐτήν οὐκ εἰς κενὸν ἐποίησεν αὐτὴν ἀλλὰ κατοικει̃σθαι ἐγώ εἰμι καὶ οὐκ ἔστιν ἔτι
19 οὐκ ἐν κρυφη̨̃ λελάληκα οὐδὲ ἐν τόπω̨ γη̃ς σκοτεινω̨̃ οὐκ εἰ̃πα τω̨̃ σπέρματι Ιακωβ μάταιον ζητήσατε ἐγώ εἰμι ἐγώ εἰμι κύριος λαλω̃ν δικαιοσύνην καὶ ἀναγγέλλων ἀλήθειαν
20 συνάχθητε καὶ ἥκετε βουλεύσασθε ἅμα οἱ σω̨ζόμενοι ἀπὸ τω̃ν ἐθνω̃ν οὐκ ἔγνωσαν οἱ αἴροντες τὸ ξύλον γλύμμα αὐτω̃ν καὶ προσευχόμενοι ὡς πρὸς θεούς οἳ οὐ σώ̨ζουσιν
21 εἰ ἀναγγελου̃σιν ἐγγισάτωσαν ἵνα γνω̃σιν ἅμα τίς ἀκουστὰ ἐποίησεν ταυ̃τα ἀπ' ἀρχη̃ς τότε ἀνηγγέλη ὑμι̃ν ἐγὼ ὁ θεός καὶ οὐκ ἔστιν ἄλλος πλὴν ἐμου̃ δίκαιος καὶ σωτὴρ οὐκ ἔστιν πάρεξ ἐμου̃
22 ἐπιστράφητε πρός με καὶ σωθήσεσθε οἱ ἀπ' ἐσχάτου τη̃ς γη̃ς ἐγώ εἰμι ὁ θεός καὶ οὐκ ἔστιν ἄλλος
23 κατ' ἐμαυτου̃ ὀμνύω ἠ̃ μὴν ἐξελεύσεται ἐκ του̃ στόματός μου δικαιοσύνη οἱ λόγοι μου οὐκ ἀποστραφήσονται ὅτι ἐμοὶ κάμψει πα̃ν γόνυ καὶ ἐξομολογήσεται πα̃σα γλω̃σσα τω̨̃ θεω̨̃
24 λέγων δικαιοσύνη καὶ δόξα πρὸς αὐτὸν ἥξουσιν καὶ αἰσχυνθήσονται πάντες οἱ ἀφορίζοντες ἑαυτούς
25 ἀπὸ κυρίου δικαιωθήσονται καὶ ἐν τω̨̃ θεω̨̃ ἐνδοξασθήσονται πα̃ν τὸ σπέρμα τω̃ν υἱω̃ν Ισραηλ
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.