ΗΣΑΙΑΣ,
κεφαλίς 47
1 κατάβηθι κάθισον ἐπὶ τὴν γη̃ν παρθένος θυγάτηρ Βαβυλω̃νος εἴσελθε εἰς τὸ σκότος θυγάτηρ Χαλδαίων ὅτι οὐκέτι προστεθήση̨ κληθη̃ναι ἁπαλὴ καὶ τρυφερά |
2 λαβὲ μύλον ἄλεσον ἄλευρον ἀποκάλυψαι τὸ κατακάλυμμά σου ἀνακάλυψαι τὰς πολιάς ἀνάσυραι τὰς κνήμας διάβηθι ποταμούς |
3 ἀνακαλυφθήσεται ἡ αἰσχύνη σου φανήσονται οἱ ὀνειδισμοί σου τὸ δίκαιον ἐκ σου̃ λήμψομαι οὐκέτι μὴ παραδω̃ ἀνθρώποις |
4 εἰ̃πεν ὁ ῥυσάμενός σε κύριος σαβαωθ ὄνομα αὐτω̨̃ ἅγιος Ισραηλ |
5 κάθισον κατανενυγμένη εἴσελθε εἰς τὸ σκότος θυγάτηρ Χαλδαίων οὐκέτι μὴ κληθη̨̃ς ἰσχὺς βασιλείας |
6 παρωξύνθην ἐπὶ τω̨̃ λαω̨̃ μου ἐμίανας τὴν κληρονομίαν μου ἐγὼ ἔδωκα εἰς τὴν χει̃ρά σου σὺ δὲ οὐκ ἔδωκας αὐτοι̃ς ἔλεος του̃ πρεσβυτέρου ἐβάρυνας τὸν ζυγὸν σφόδρα |
7 καὶ εἰ̃πας εἰς τὸν αἰω̃να ἔσομαι ἄρχουσα οὐκ ἐνόησας ταυ̃τα ἐν τη̨̃ καρδία̨ σου οὐδὲ ἐμνήσθης τὰ ἔσχατα |
8 νυ̃ν δὲ ἄκουσον ταυ̃τα ἡ τρυφερὰ ἡ καθημένη πεποιθυι̃α ἡ λέγουσα ἐν τη̨̃ καρδία̨ αὐτη̃ς ἐγώ εἰμι καὶ οὐκ ἔστιν ἑτέρα οὐ καθιω̃ χήρα οὐδὲ γνώσομαι ὀρφανείαν |
9 νυ̃ν δὲ ἥξει ἐξαίφνης ἐπὶ σὲ τὰ δύο ταυ̃τα ἐν μια̨̃ ἡμέρα̨ χηρεία καὶ ἀτεκνία ἥξει ἐξαίφνης ἐπὶ σὲ ἐν τη̨̃ φαρμακεία̨ σου ἐν τη̨̃ ἰσχύι τω̃ν ἐπαοιδω̃ν σου σφόδρα |
10 τη̨̃ ἐλπίδι τη̃ς πονηρίας σου σὺ γὰρ εἰ̃πας ἐγώ εἰμι καὶ οὐκ ἔστιν ἑτέρα γνω̃θι ὅτι ἡ σύνεσις τούτων καὶ ἡ πορνεία σου ἔσται σοι αἰσχύνη καὶ εἰ̃πας τη̨̃ καρδία̨ σου ἐγώ εἰμι καὶ οὐκ ἔστιν ἑτέρα |
11 καὶ ἥξει ἐπὶ σὲ ἀπώλεια καὶ οὐ μὴ γνω̨̃ς βόθυνος καὶ ἐμπεση̨̃ εἰς αὐτόν καὶ ἥξει ἐπὶ σὲ ταλαιπωρία καὶ οὐ μὴ δυνήση̨ καθαρὰ γενέσθαι καὶ ἥξει ἐπὶ σὲ ἐξαπίνης ἀπώλεια καὶ οὐ μὴ γνω̨̃ς |
12 στη̃θι νυ̃ν ἐν ται̃ς ἐπαοιδαι̃ς σου καὶ τη̨̃ πολλη̨̃ φαρμακεία̨ σου ἃ ἐμάνθανες ἐκ νεότητός σου εἰ δυνήση̨ ὠφεληθη̃ναι |
13 κεκοπίακας ἐν ται̃ς βουλαι̃ς σου στήτωσαν καὶ σωσάτωσάν σε οἱ ἀστρολόγοι του̃ οὐρανου̃ οἱ ὁρω̃ντες τοὺς ἀστέρας ἀναγγειλάτωσάν σοι τί μέλλει ἐπὶ σὲ ἔρχεσθαι |
14 ἰδοὺ πάντες ὡς φρύγανα ἐπὶ πυρὶ κατακαήσονται καὶ οὐ μὴ ἐξέλωνται τὴν ψυχὴν αὐτω̃ν ἐκ φλογός ὅτι ἔχεις ἄνθρακας πυρός κάθισαι ἐπ' αὐτούς |
15 οὑ̃τοι ἔσονταί σοι βοήθεια ἐκοπίασας ἐν τη̨̃ μεταβολη̨̃ σου ἐκ νεότητος ἄνθρωπος καθ' ἑαυτὸν ἐπλανήθη σοὶ δὲ οὐκ ἔσται σωτηρία |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.