ΗΣΑΙΑΣ,
κεφαλίς 53
1 κύριε τίς ἐπίστευσεν τη̨̃ ἀκοη̨̃ ἡμω̃ν καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη |
2 ἀνηγγείλαμεν ἐναντίον αὐτου̃ ὡς παιδίον ὡς ῥίζα ἐν γη̨̃ διψώση̨ οὐκ ἔστιν εἰ̃δος αὐτω̨̃ οὐδὲ δόξα καὶ εἴδομεν αὐτόν καὶ οὐκ εἰ̃χεν εἰ̃δος οὐδὲ κάλλος |
3 ἀλλὰ τὸ εἰ̃δος αὐτου̃ ἄτιμον ἐκλει̃πον παρὰ πάντας ἀνθρώπους ἄνθρωπος ἐν πληγη̨̃ ὢν καὶ εἰδὼς φέρειν μαλακίαν ὅτι ἀπέστραπται τὸ πρόσωπον αὐτου̃ ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη |
4 οὑ̃τος τὰς ἁμαρτίας ἡμω̃ν φέρει καὶ περὶ ἡμω̃ν ὀδυνα̃ται καὶ ἡμει̃ς ἐλογισάμεθα αὐτὸν εἰ̃ναι ἐν πόνω̨ καὶ ἐν πληγη̨̃ καὶ ἐν κακώσει |
5 αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἀνομίας ἡμω̃ν καὶ μεμαλάκισται διὰ τὰς ἁμαρτίας ἡμω̃ν παιδεία εἰρήνης ἡμω̃ν ἐπ' αὐτόν τω̨̃ μώλωπι αὐτου̃ ἡμει̃ς ἰάθημεν |
6 πάντες ὡς πρόβατα ἐπλανήθημεν ἄνθρωπος τη̨̃ ὁδω̨̃ αὐτου̃ ἐπλανήθη καὶ κύριος παρέδωκεν αὐτὸν ται̃ς ἁμαρτίαις ἡμω̃ν |
7 καὶ αὐτὸς διὰ τὸ κεκακω̃σθαι οὐκ ἀνοίγει τὸ στόμα ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον του̃ κείροντος αὐτὸν ἄφωνος οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτου̃ |
8 ἐν τη̨̃ ταπεινώσει ἡ κρίσις αὐτου̃ ἤρθη τὴν γενεὰν αὐτου̃ τίς διηγήσεται ὅτι αἴρεται ἀπὸ τη̃ς γη̃ς ἡ ζωὴ αὐτου̃ ἀπὸ τω̃ν ἀνομιω̃ν του̃ λαου̃ μου ἤχθη εἰς θάνατον |
9 καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τη̃ς ταφη̃ς αὐτου̃ καὶ τοὺς πλουσίους ἀντὶ του̃ θανάτου αὐτου̃ ὅτι ἀνομίαν οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τω̨̃ στόματι αὐτου̃ |
10 καὶ κύριος βούλεται καθαρίσαι αὐτὸν τη̃ς πληγη̃ς ἐὰν δω̃τε περὶ ἁμαρτίας ἡ ψυχὴ ὑμω̃ν ὄψεται σπέρμα μακρόβιον καὶ βούλεται κύριος ἀφελει̃ν |
11 ἀπὸ του̃ πόνου τη̃ς ψυχη̃ς αὐτου̃ δει̃ξαι αὐτω̨̃ φω̃ς καὶ πλάσαι τη̨̃ συνέσει δικαιω̃σαι δίκαιον εὐ̃ δουλεύοντα πολλοι̃ς καὶ τὰς ἁμαρτίας αὐτω̃ν αὐτὸς ἀνοίσει |
12 διὰ του̃το αὐτὸς κληρονομήσει πολλοὺς καὶ τω̃ν ἰσχυρω̃ν μεριει̃ σκυ̃λα ἀνθ' ὡ̃ν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτου̃ καὶ ἐν τοι̃ς ἀνόμοις ἐλογίσθη καὶ αὐτὸς ἁμαρτίας πολλω̃ν ἀνήνεγκεν καὶ διὰ τὰς ἁμαρτίας αὐτω̃ν παρεδόθη |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.