Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΗΣΑΙΑΣ, κεφαλίς 56

1 τάδε λέγει κύριος φυλάσσεσθε κρίσιν ποιήσατε δικαιοσύνην ἤγγισεν γὰρ τὸ σωτήριόν μου παραγίνεσθαι καὶ τὸ ἔλεός μου ἀποκαλυφθη̃ναι
2 μακάριος ἀνὴρ ὁ ποιω̃ν ταυ̃τα καὶ ἄνθρωπος ὁ ἀντεχόμενος αὐτω̃ν καὶ φυλάσσων τὰ σάββατα μὴ βεβηλου̃ν καὶ διατηρω̃ν τὰς χει̃ρας αὐτου̃ μὴ ποιει̃ν ἀδίκημα
3 μὴ λεγέτω ὁ ἀλλογενὴς ὁ προσκείμενος πρὸς κύριον ἀφοριει̃ με ἄρα κύριος ἀπὸ του̃ λαου̃ αὐτου̃ καὶ μὴ λεγέτω ὁ εὐνου̃χος ὅτι ἐγώ εἰμι ξύλον ξηρόν
4 τάδε λέγει κύριος τοι̃ς εὐνούχοις ὅσοι ἂν φυλάξωνται τὰ σάββατά μου καὶ ἐκλέξωνται ἃ ἐγὼ θέλω καὶ ἀντέχωνται τη̃ς διαθήκης μου
5 δώσω αὐτοι̃ς ἐν τω̨̃ οἴκω̨ μου καὶ ἐν τω̨̃ τείχει μου τόπον ὀνομαστὸν κρείττω υἱω̃ν καὶ θυγατέρων ὄνομα αἰώνιον δώσω αὐτοι̃ς καὶ οὐκ ἐκλείψει
6 καὶ τοι̃ς ἀλλογενέσι τοι̃ς προσκειμένοις κυρίω̨ δουλεύειν αὐτω̨̃ καὶ ἀγαπα̃ν τὸ ὄνομα κυρίου του̃ εἰ̃ναι αὐτω̨̃ εἰς δούλους καὶ δούλας καὶ πάντας τοὺς φυλασσομένους τὰ σάββατά μου μὴ βεβηλου̃ν καὶ ἀντεχομένους τη̃ς διαθήκης μου
7 εἰσάξω αὐτοὺς εἰς τὸ ὄρος τὸ ἅγιόν μου καὶ εὐφρανω̃ αὐτοὺς ἐν τω̨̃ οἴκω̨ τη̃ς προσευχη̃ς μου τὰ ὁλοκαυτώματα αὐτω̃ν καὶ αἱ θυσίαι αὐτω̃ν ἔσονται δεκταὶ ἐπὶ του̃ θυσιαστηρίου μου ὁ γὰρ οἰ̃κός μου οἰ̃κος προσευχη̃ς κληθήσεται πα̃σιν τοι̃ς ἔθνεσιν
8 εἰ̃πεν κύριος ὁ συνάγων τοὺς διεσπαρμένους Ισραηλ ὅτι συνάξω ἐπ' αὐτὸν συναγωγήν
9 πάντα τὰ θηρία τὰ ἄγρια δευ̃τε φάγετε πάντα τὰ θηρία του̃ δρυμου̃
10 ἴδετε ὅτι πάντες ἐκτετύφλωνται οὐκ ἔγνωσαν φρονη̃σαι πάντες κύνες ἐνεοί οὐ δυνήσονται ὑλακτει̃ν ἐνυπνιαζόμενοι κοίτην φιλου̃ντες νυστάξαι
11 καὶ οἱ κύνες ἀναιδει̃ς τη̨̃ ψυχη̨̃ οὐκ εἰδότες πλησμονήν καί εἰσιν πονηροὶ οὐκ εἰδότες σύνεσιν πάντες ἐν ται̃ς ὁδοι̃ς αὐτω̃ν ἐξηκολούθησαν ἕκαστος κατὰ τὸ ἑαυτου̃
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.