1 μὴ οὐκ ἰσχύει ἡ χεὶρ κυρίου του̃ σω̃σαι ἢ ἐβάρυνεν τὸ οὐ̃ς αὐτου̃ του̃ μὴ εἰσακου̃σαι |
2 ἀλλὰ τὰ ἁμαρτήματα ὑμω̃ν διιστω̃σιν ἀνὰ μέσον ὑμω̃ν καὶ του̃ θεου̃ καὶ διὰ τὰς ἁμαρτίας ὑμω̃ν ἀπέστρεψεν τὸ πρόσωπον αὐτου̃ ἀφ' ὑμω̃ν του̃ μὴ ἐλεη̃σαι |
3 αἱ γὰρ χει̃ρες ὑμω̃ν μεμολυμμέναι αἵματι καὶ οἱ δάκτυλοι ὑμω̃ν ἐν ἁμαρτίαις τὰ δὲ χείλη ὑμω̃ν ἐλάλησεν ἀνομίαν καὶ ἡ γλω̃σσα ὑμω̃ν ἀδικίαν μελετα̨̃ |
4 οὐδεὶς λαλει̃ δίκαια οὐδὲ ἔστιν κρίσις ἀληθινή πεποίθασιν ἐπὶ ματαίοις καὶ λαλου̃σιν κενά ὅτι κύουσιν πόνον καὶ τίκτουσιν ἀνομίαν |
5 ὠ̨ὰ ἀσπίδων ἔρρηξαν καὶ ἱστὸν ἀράχνης ὑφαίνουσιν καὶ ὁ μέλλων τω̃ν ὠ̨ω̃ν αὐτω̃ν φαγει̃ν συντρίψας οὔριον εὑ̃ρεν καὶ ἐν αὐτω̨̃ βασιλίσκος |
6 ὁ ἱστὸς αὐτω̃ν οὐκ ἔσται εἰς ἱμάτιον οὐδὲ μὴ περιβάλωνται ἀπὸ τω̃ν ἔργων αὐτω̃ν τὰ γὰρ ἔργα αὐτω̃ν ἔργα ἀνομίας |
7 οἱ δὲ πόδες αὐτω̃ν ἐπὶ πονηρίαν τρέχουσιν ταχινοὶ ἐκχέαι αἱ̃μα καὶ οἱ διαλογισμοὶ αὐτω̃ν διαλογισμοὶ ἀφρόνων σύντριμμα καὶ ταλαιπωρία ἐν ται̃ς ὁδοι̃ς αὐτω̃ν |
8 καὶ ὁδὸν εἰρήνης οὐκ οἴδασιν καὶ οὐκ ἔστιν κρίσις ἐν ται̃ς ὁδοι̃ς αὐτω̃ν αἱ γὰρ τρίβοι αὐτω̃ν διεστραμμέναι ἃς διοδεύουσιν καὶ οὐκ οἴδασιν εἰρήνην |
9 διὰ του̃το ἀπέστη ἡ κρίσις ἀπ' αὐτω̃ν καὶ οὐ μὴ καταλάβη̨ αὐτοὺς δικαιοσύνη ὑπομεινάντων αὐτω̃ν φω̃ς ἐγένετο αὐτοι̃ς σκότος μείναντες αὐγὴν ἐν ἀωρία̨ περιεπάτησαν |
10 ψηλαφήσουσιν ὡς τυφλοὶ τοι̃χον καὶ ὡς οὐχ ὑπαρχόντων ὀφθαλμω̃ν ψηλαφήσουσιν καὶ πεσου̃νται ἐν μεσημβρία̨ ὡς ἐν μεσονυκτίω̨ ὡς ἀποθνή̨σκοντες στενάξουσιν |
11 ὡς ἄρκος καὶ ὡς περιστερὰ ἅμα πορεύσονται ἀνεμείναμεν κρίσιν καὶ οὐκ ἔστιν σωτηρία μακρὰν ἀφέστηκεν ἀφ' ἡμω̃ν |
12 πολλὴ γὰρ ἡμω̃ν ἡ ἀνομία ἐναντίον σου καὶ αἱ ἁμαρτίαι ἡμω̃ν ἀντέστησαν ἡμι̃ν αἱ γὰρ ἀνομίαι ἡμω̃ν ἐν ἡμι̃ν καὶ τὰ ἀδικήματα ἡμω̃ν ἔγνωμεν |
13 ἠσεβήσαμεν καὶ ἐψευσάμεθα καὶ ἀπέστημεν ἀπὸ ὄπισθεν του̃ θεου̃ ἡμω̃ν ἐλαλήσαμεν ἄδικα καὶ ἠπειθήσαμεν ἐκύομεν καὶ ἐμελετήσαμεν ἀπὸ καρδίας ἡμω̃ν λόγους ἀδίκους |
14 καὶ ἀπεστήσαμεν ὀπίσω τὴν κρίσιν καὶ ἡ δικαιοσύνη μακρὰν ἀφέστηκεν ὅτι καταναλώθη ἐν ται̃ς ὁδοι̃ς αὐτω̃ν ἡ ἀλήθεια καὶ δι' εὐθείας οὐκ ἠδύναντο διελθει̃ν |
15 καὶ ἡ ἀλήθεια ἠ̃ρται καὶ μετέστησαν τὴν διάνοιαν του̃ συνιέναι καὶ εἰ̃δεν κύριος καὶ οὐκ ἤρεσεν αὐτω̨̃ ὅτι οὐκ ἠ̃ν κρίσις |
16 καὶ εἰ̃δεν καὶ οὐκ ἠ̃ν ἀνήρ καὶ κατενόησεν καὶ οὐκ ἠ̃ν ὁ ἀντιλημψόμενος καὶ ἠμύνατο αὐτοὺς τω̨̃ βραχίονι αὐτου̃ καὶ τη̨̃ ἐλεημοσύνη̨ ἐστηρίσατο |
17 καὶ ἐνεδύσατο δικαιοσύνην ὡς θώρακα καὶ περιέθετο περικεφαλαίαν σωτηρίου ἐπὶ τη̃ς κεφαλη̃ς καὶ περιεβάλετο ἱμάτιον ἐκδικήσεως καὶ τὸ περιβόλαιον |
18 ὡς ἀνταποδώσων ἀνταπόδοσιν ὄνειδος τοι̃ς ὑπεναντίοις |
19 καὶ φοβηθήσονται οἱ ἀπὸ δυσμω̃ν τὸ ὄνομα κυρίου καὶ οἱ ἀπ' ἀνατολω̃ν ἡλίου τὸ ὄνομα τὸ ἔνδοξον ἥξει γὰρ ὡς ποταμὸς βίαιος ἡ ὀργὴ παρὰ κυρίου ἥξει μετὰ θυμου̃ |
20 καὶ ἥξει ἕνεκεν Σιων ὁ ῥυόμενος καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ιακωβ |
21 καὶ αὕτη αὐτοι̃ς ἡ παρ' ἐμου̃ διαθήκη εἰ̃πεν κύριος τὸ πνευ̃μα τὸ ἐμόν ὅ ἐστιν ἐπὶ σοί καὶ τὰ ῥήματα ἃ ἔδωκα εἰς τὸ στόμα σου οὐ μὴ ἐκλίπη̨ ἐκ του̃ στόματός σου καὶ ἐκ του̃ στόματος του̃ σπέρματός σου εἰ̃πεν γὰρ κύριος ἀπὸ του̃ νυ̃ν καὶ εἰς τὸν αἰω̃να |