ΕΠΙΣΤΟΛΗ ΙΑΚΩΒΟΥ,
κεφαλίς 4
1 πόθεν πόλεμοι καὶ πόθεν μάχαι ἐν ὑμι̃ν οὐκ ἐντευ̃θεν ἐκ τω̃ν ἡδονω̃ν ὑμω̃ν τω̃ν στρατευομένων ἐν τοι̃ς μέλεσιν ὑμω̃ν |
2 ἐπιθυμει̃τε καὶ οὐκ ἔχετε φονεύετε καὶ ζηλου̃τε καὶ οὐ δύνασθε ἐπιτυχει̃ν μάχεσθε καὶ πολεμει̃τε οὐκ ἔχετε διὰ τò μὴ αἰτει̃σθαι ὑμα̃ς |
3 αἰτει̃τε καὶ οὐ λαμβάνετε διότι κακω̃ς αἰτει̃σθε ἵνα ἐν ται̃ς ἡδοναι̃ς ὑμω̃ν δαπανήσητε |
4 μοιχαλίδες οὐκ οἴδατε ὅτι ἡ φιλία του̃ κόσμου ἔχθρα του̃ θεου̃ ἐστιν ὃς ἐὰν οὐ̃ν βουληθη̨̃ φίλος εἰ̃ναι του̃ κόσμου ἐχθρòς του̃ θεου̃ καθίσταται |
5 ἢ δοκει̃τε ὅτι κενω̃ς ἡ γραφὴ λέγει πρòς φθόνον ἐπιποθει̃ τò πνευ̃μα ὃ κατώ̨κισεν ἐν ἡμι̃ν |
6 μείζονα δὲ δίδωσιν χάριν διò λέγει ὁ θεòς ὑπερηφάνοις ἀντιτάσσεται ταπεινοι̃ς δὲ δίδωσιν χάριν |
7 ὑποτάγητε οὐ̃ν τω̨̃ θεω̨̃ ἀντίστητε δὲ τω̨̃ διαβόλω̨ καὶ φεύξεται ἀφ' ὑμω̃ν |
8 ἐγγίσατε τω̨̃ θεω̨̃ καὶ ἐγγιει̃ ὑμι̃ν καθαρίσατε χει̃ρας ἁμαρτωλοί καὶ ἁγνίσατε καρδίας δίψυχοι |
9 ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε ὁ γέλως ὑμω̃ν εἰς πένθος μετατραπήτω καὶ ἡ χαρὰ εἰς κατήφειαν |
10 ταπεινώθητε ἐνώπιον κυρίου καὶ ὑψώσει ὑμα̃ς |
11 μὴ καταλαλει̃τε ἀλλήλων ἀδελφοί ὁ καταλαλω̃ν ἀδελφου̃ ἢ κρίνων τòν ἀδελφòν αὐτου̃ καταλαλει̃ νόμου καὶ κρίνει νόμον εἰ δὲ νόμον κρίνεις οὐκ εἰ̃ ποιητὴς νόμου ἀλλὰ κριτής |
12 εἱ̃ς ἐστιν ὁ νομοθέτης καὶ κριτής ὁ δυνάμενος σω̃σαι καὶ ἀπολέσαι σὺ δὲ τίς εἰ̃ ὁ κρίνων τòν πλησίον |
13 ἄγε νυ̃ν οἱ λέγοντες σήμερον ἢ αὔριον πορευσόμεθα εἰς τήνδε τὴν πόλιν καὶ ποιήσομεν ἐκει̃ ἐνιαυτòν καὶ ἐμπορευσόμεθα καὶ κερδήσομεν |
14 οἵτινες οὐκ ἐπίστασθε τò τη̃ς αὔριον ποία ἡ ζωὴ ὑμω̃ν ἀτμὶς γάρ ἐστε ἡ πρòς ὀλίγον φαινομένη ἔπειτα καὶ ἀφανιζομένη |
15 ἀντὶ του̃ λέγειν ὑμα̃ς ἐὰν ὁ κύριος θελήση̨ καὶ ζήσομεν καὶ ποιήσομεν του̃το ἢ ἐκει̃νο |
16 νυ̃ν δὲ καυχα̃σθε ἐν ται̃ς ἀλαζονείαις ὑμω̃ν πα̃σα καύχησις τοιαύτη πονηρά ἐστιν |
17 εἰδότι οὐ̃ν καλòν ποιει̃ν καὶ μὴ ποιου̃ντι ἁμαρτία αὐτω̨̃ ἐστιν |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.