1 καὶ ἐκέλευσεν εἰσαγαγει̃ν αὐτὴν οὑ̃ ἐτίθετο τὰ ἀργυρώματα αὐτου̃ καὶ συνέταξεν καταστρω̃σαι αὐτη̨̃ ἀπὸ τω̃ν ὀψοποιημάτων αὐτου̃ καὶ του̃ οἴνου αὐτου̃ πίνειν |
2 καὶ εἰ̃πεν Ιουδιθ οὐ φάγομαι ἐξ αὐτω̃ν ἵνα μὴ γένηται σκάνδαλον ἀλλ' ἐκ τω̃ν ἠκολουθηκότων μοι χορηγηθήσεται |
3 καὶ εἰ̃πεν πρὸς αὐτὴν Ολοφέρνης ἐὰν δὲ ἐκλίπη̨ τὰ ὄντα μετὰ σου̃ πόθεν ἐξοίσομέν σοι δου̃ναι ὅμοια αὐτοι̃ς οὐ γάρ ἐστιν μεθ' ἡμω̃ν ἐκ του̃ γένους σου |
4 καὶ εἰ̃πεν Ιουδιθ πρὸς αὐτόν ζη̨̃ ἡ ψυχή σου κύριέ μου ὅτι οὐ δαπανήσει ἡ δούλη σου τὰ ὄντα μετ' ἐμου̃ ἕως ἂν ποιήση̨ κύριος ἐν χειρί μου ἃ ἐβουλεύσατο |
5 καὶ ἠγάγοσαν αὐτὴν οἱ θεράποντες Ολοφέρνου εἰς τὴν σκηνήν καὶ ὕπνωσεν μέχρι μεσούσης τη̃ς νυκτός καὶ ἀνέστη πρὸς τὴν ἑωθινὴν φυλακήν |
6 καὶ ἀπέστειλεν πρὸς Ολοφέρνην λέγουσα ἐπιταξάτω δὴ ὁ κύριός μου ἐα̃σαι τὴν δούλην σου ἐπὶ προσευχὴν ἐξελθει̃ν |
7 καὶ προσέταξεν Ολοφέρνης τοι̃ς σωματοφύλαξιν μὴ διακωλύειν αὐτήν καὶ παρέμεινεν ἐν τη̨̃ παρεμβολη̨̃ ἡμέρας τρει̃ς καὶ ἐξεπορεύετο κατὰ νύκτα εἰς τὴν φάραγγα Βαιτυλουα καὶ ἐβαπτίζετο ἐν τη̨̃ παρεμβολη̨̃ ἐπὶ τη̃ς πηγη̃ς του̃ ὕδατος |
8 καὶ ὡς ἀνέβη ἐδέετο του̃ κυρίου θεου̃ Ισραηλ κατευθυ̃ναι τὴν ὁδὸν αὐτη̃ς εἰς ἀνάστημα τω̃ν υἱω̃ν του̃ λαου̃ αὐτου̃ |
9 καὶ εἰσπορευομένη καθαρὰ παρέμενεν ἐν τη̨̃ σκηνη̨̃ μέχρι οὑ̃ προσηνέγκατο τὴν τροφὴν αὐτη̃ς πρὸς ἑσπέραν |
10 καὶ ἐγένετο ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ τετάρτη̨ ἐποίησεν Ολοφέρνης πότον τοι̃ς δούλοις αὐτου̃ μόνοις καὶ οὐκ ἐκάλεσεν εἰς τὴν κλη̃σιν οὐδένα τω̃ν πρὸς ται̃ς χρείαις |
11 καὶ εἰ̃πεν Βαγώα̨ τω̨̃ εὐνούχω̨ ὃς ἠ̃ν ἐφεστηκὼς ἐπὶ πάντων τω̃ν αὐτου̃ πει̃σον δὴ πορευθεὶς τὴν γυναι̃κα τὴν Εβραίαν ἥ ἐστιν παρὰ σοί του̃ ἐλθει̃ν πρὸς ἡμα̃ς καὶ φαγει̃ν καὶ πιει̃ν μεθ' ἡμω̃ν |
12 ἰδοὺ γὰρ αἰσχρὸν τω̨̃ προσώπω̨ ἡμω̃ν εἰ γυναι̃κα τοιαύτην παρήσομεν οὐχ ὁμιλήσαντες αὐτη̨̃ ὅτι ἐὰν ταύτην μὴ ἐπισπασώμεθα καταγελάσεται ἡμω̃ν |
13 καὶ ἐξη̃λθεν Βαγώας ἀπὸ προσώπου Ολοφέρνου καὶ εἰση̃λθεν πρὸς αὐτὴν καὶ εἰ̃πεν μὴ ὀκνησάτω δὴ ἡ παιδίσκη ἡ καλὴ αὕτη ἐλθου̃σα πρὸς τὸν κύριόν μου δοξασθη̃ναι κατὰ πρόσωπον αὐτου̃ καὶ πίεσαι μεθ' ἡμω̃ν εἰς εὐφροσύνην οἰ̃νον καὶ γενηθη̃ναι ἐν τη̨̃ ἡμέρα̨ ταύτη̨ ὡς θυγάτηρ μία τω̃ν υἱω̃ν Ασσουρ αἳ παρεστήκασιν ἐν οἴκω̨ Ναβουχοδονοσορ |
14 καὶ εἰ̃πεν πρὸς αὐτὸν Ιουδιθ καὶ τίς εἰμι ἐγὼ ἀντερου̃σα τω̨̃ κυρίω̨ μου ὅτι πα̃ν ὃ ἔσται ἐν τοι̃ς ὀφθαλμοι̃ς αὐτου̃ ἀρεστόν σπεύσασα ποιήσω καὶ ἔσται του̃τό μοι ἀγαλλίαμα ἕως ἡμέρας θανάτου μου |
15 καὶ διαναστα̃σα ἐκοσμήθη τω̨̃ ἱματισμω̨̃ καὶ παντὶ τω̨̃ κόσμω̨ τω̨̃ γυναικείω̨ καὶ προση̃λθεν ἡ δούλη αὐτη̃ς καὶ ἔστρωσεν αὐτη̨̃ κατέναντι Ολοφέρνου χαμαὶ τὰ κώδια ἃ ἔλαβεν παρὰ Βαγώου εἰς τὴν καθημερινὴν δίαιταν αὐτη̃ς εἰς τὸ ἐσθίειν κατακλινομένην ἐπ' αὐτω̃ν |
16 καὶ εἰσελθου̃σα ἀνέπεσεν Ιουδιθ καὶ ἐξέστη ἡ καρδία Ολοφέρνου ἐπ' αὐτήν καὶ ἐσαλεύθη ἡ ψυχὴ αὐτου̃ καὶ ἠ̃ν κατεπίθυμος σφόδρα του̃ συγγενέσθαι μετ' αὐτη̃ς καὶ ἐτήρει καιρὸν του̃ ἀπατη̃σαι αὐτὴν ἀφ' ἡ̃ς ἡμέρας εἰ̃δεν αὐτήν |
17 καὶ εἰ̃πεν πρὸς αὐτὴν Ολοφέρνης πίε δὴ καὶ γενήθητι μεθ' ἡμω̃ν εἰς εὐφροσύνην |
18 καὶ εἰ̃πεν Ιουδιθ πίομαι δή κύριε ὅτι ἐμεγαλύνθη τὸ ζη̃ν μου ἐν ἐμοὶ σήμερον παρὰ πάσας τὰς ἡμέρας τη̃ς γενέσεώς μου |
19 καὶ λαβου̃σα ἔφαγεν καὶ ἔπιεν κατέναντι αὐτου̃ ἃ ἡτοίμασεν ἡ δούλη αὐτη̃ς |
20 καὶ ηὐφράνθη Ολοφέρνης ἀπ' αὐτη̃ς καὶ ἔπιεν οἰ̃νον πολὺν σφόδρα ὅσον οὐκ ἔπιεν πώποτε ἐν ἡμέρα̨ μια̨̃ ἀφ' οὑ̃ ἐγεννήθη |