Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΙΟΥΔΉΘ, κεφαλίς 6

1 καὶ ὡς κατέπαυσεν ὁ θόρυβος τω̃ν ἀνδρω̃ν τω̃ν κύκλω̨ τη̃ς συνεδρίας καὶ εἰ̃πεν Ολοφέρνης ἀρχιστράτηγος δυνάμεως Ασσουρ πρὸς Αχιωρ ἐναντίον παντὸς του̃ δήμου ἀλλοφύλων καὶ πρὸς πάντας υἱοὺς Μωαβ
2 καὶ τίς εἰ̃ σύ Αχιωρ καὶ οἱ μισθωτοὶ του̃ Εφραιμ ὅτι ἐπροφήτευσας ἐν ἡμι̃ν καθὼς σήμερον καὶ εἰ̃πας τὸ γένος Ισραηλ μὴ πολεμη̃σαι ὅτι ὁ θεὸς αὐτω̃ν ὑπερασπιει̃ αὐτω̃ν καὶ τίς θεὸς εἰ μὴ Ναβουχοδονοσορ οὑ̃τος ἀποστελει̃ τὸ κράτος αὐτου̃ καὶ ἐξολεθρεύσει αὐτοὺς ἀπὸ προσώπου τη̃ς γη̃ς καὶ οὐ ῥύσεται αὐτοὺς ὁ θεὸς αὐτω̃ν
3 ἀλλ' ἡμει̃ς οἱ δου̃λοι αὐτου̃ πατάξομεν αὐτοὺς ὡς ἄνθρωπον ἕνα καὶ οὐχ ὑποστήσονται τὸ κράτος τω̃ν ἵππων ἡμω̃ν
4 κατακαύσομεν γὰρ αὐτοὺς ἐν αὐτοι̃ς καὶ τὰ ὄρη αὐτω̃ν μεθυσθήσεται ἐν τω̨̃ αἵματι αὐτω̃ν καὶ τὰ πεδία αὐτω̃ν πληρωθήσεται τω̃ν νεκρω̃ν αὐτω̃ν καὶ οὐκ ἀντιστήσεται τὸ ἴχνος τω̃ν ποδω̃ν αὐτω̃ν κατὰ πρόσωπον ἡμω̃ν ἀλλὰ ἀπωλεία̨ ἀπολου̃νται λέγει ὁ βασιλεὺς Ναβουχοδονοσορ ὁ κύριος πάσης τη̃ς γη̃ς εἰ̃πεν γάρ οὐ ματαιωθήσεται τὰ ῥήματα τω̃ν λόγων αὐτου̃
5 σὺ δέ Αχιωρ μισθωτὲ του̃ Αμμων ὃς ἐλάλησας τοὺς λόγους τούτους ἐν ἡμέρα̨ ἀδικίας σου οὐκ ὄψει ἔτι τὸ πρόσωπόν μου ἀπὸ τη̃ς ἡμέρας ταύτης ἕως οὑ̃ ἐκδικήσω τὸ γένος τω̃ν ἐξ Αἰγύπτου
6 καὶ τότε διελεύσεται ὁ σίδηρος τη̃ς στρατια̃ς μου καὶ ὁ λαὸς τω̃ν θεραπόντων μου τὰς πλευράς σου καὶ πεση̨̃ ἐν τοι̃ς τραυματίαις αὐτω̃ν ὅταν ἐπιστρέψω
7 καὶ ἀποκαταστήσουσίν σε οἱ δου̃λοί μου εἰς τὴν ὀρεινὴν καὶ θήσουσίν σε ἐν μια̨̃ τω̃ν πόλεων τω̃ν ἀναβάσεων
8 καὶ οὐκ ἀπολη̨̃ ἕως οὑ̃ ἐξολεθρευθη̨̃ς μετ' αὐτω̃ν
9 καὶ εἴπερ ἐλπίζεις τη̨̃ καρδία̨ σου ὅτι οὐ συλλημφθήσονται μὴ συμπεσέτω σου τὸ πρόσωπον ἐλάλησα καὶ οὐδὲν διαπεσει̃ται τω̃ν ῥημάτων μου
10 καὶ προσέταξεν Ολοφέρνης τοι̃ς δούλοις αὐτου̃ οἳ ἠ̃σαν παρεστηκότες ἐν τη̨̃ σκηνη̨̃ αὐτου̃ συλλαβει̃ν τὸν Αχιωρ καὶ ἀποκαταστη̃σαι αὐτὸν εἰς Βαιτυλουα καὶ παραδου̃ναι εἰς χει̃ρας υἱω̃ν Ισραηλ
11 καὶ συνέλαβον αὐτὸν οἱ δου̃λοι αὐτου̃ καὶ ἤγαγον αὐτὸν ἔξω τη̃ς παρεμβολη̃ς εἰς τὸ πεδίον καὶ ἀπη̃ραν ἐκ μέσου τη̃ς πεδινη̃ς εἰς τὴν ὀρεινὴν καὶ παρεγένοντο ἐπὶ τὰς πηγάς αἳ ἠ̃σαν ὑποκάτω Βαιτυλουα
12 καὶ ὡς εἰ̃δαν αὐτοὺς οἱ ἄνδρες τη̃ς πόλεως ἐπὶ τὴν κορυφὴν του̃ ὄρους ἀνέλαβον τὰ ὅπλα αὐτω̃ν καὶ ἀπη̃λθον ἔξω τη̃ς πόλεως ἐπὶ τὴν κορυφὴν του̃ ὄρους καὶ πα̃ς ἀνὴρ σφενδονήτης διεκράτησαν τὴν ἀνάβασιν αὐτω̃ν καὶ ἔβαλλον ἐν λίθοις ἐπ' αὐτούς
13 καὶ ὑποδύσαντες ὑποκάτω του̃ ὄρους ἔδησαν τὸν Αχιωρ καὶ ἀφη̃καν ἐρριμμένον ὑπὸ τὴν ῥίζαν του̃ ὄρους καὶ ἀπώ̨χοντο πρὸς τὸν κύριον αὐτω̃ν
14 καταβάντες δὲ οἱ υἱοὶ Ισραηλ ἐκ τη̃ς πόλεως αὐτω̃ν ἐπέστησαν αὐτω̨̃ καὶ λύσαντες αὐτὸν ἀπήγαγον εἰς τὴν Βαιτυλουα καὶ κατέστησαν αὐτὸν ἐπὶ τοὺς ἄρχοντας τη̃ς πόλεως αὐτω̃ν
15 οἳ ἠ̃σαν ἐν ται̃ς ἡμέραις ἐκείναις Οζιας ὁ του̃ Μιχα ἐκ τη̃ς φυλη̃ς Συμεων καὶ Χαβρις ὁ του̃ Γοθονιηλ καὶ Χαρμις υἱὸς Μελχιηλ
16 καὶ συνεκάλεσαν πάντας τοὺς πρεσβυτέρους τη̃ς πόλεως καὶ συνέδραμον πα̃ς νεανίσκος αὐτω̃ν καὶ αἱ γυναι̃κες εἰς τὴν ἐκκλησίαν καὶ ἔστησαν τὸν Αχιωρ ἐν μέσω̨ παντὸς του̃ λαου̃ αὐτω̃ν καὶ ἐπηρώτησεν αὐτὸν Οζιας τὸ συμβεβηκός
17 καὶ ἀποκριθεὶς ἀπήγγειλεν αὐτοι̃ς τὰ ῥήματα τη̃ς συνεδρίας Ολοφέρνου καὶ πάντα τὰ ῥήματα ὅσα ἐλάλησεν ἐν μέσω̨ τω̃ν ἀρχόντων υἱω̃ν Ασσουρ καὶ ὅσα ἐμεγαλορρημόνησεν Ολοφέρνης εἰς τὸν οἰ̃κον Ισραηλ
18 καὶ πεσόντες ὁ λαὸς προσεκύνησαν τω̨̃ θεω̨̃ καὶ ἐβόησαν λέγοντες
19 κύριε ὁ θεὸς του̃ οὐρανου̃ κάτιδε ἐπὶ τὰς ὑπερηφανίας αὐτω̃ν καὶ ἐλέησον τὴν ταπείνωσιν του̃ γένους ἡμω̃ν καὶ ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον τω̃ν ἡγιασμένων σοι ἐν τη̨̃ ἡμέρα̨ ταύτη̨
20 καὶ παρεκάλεσαν τὸν Αχιωρ καὶ ἐπή̨νεσαν αὐτὸν σφόδρα
21 καὶ παρέλαβεν αὐτὸν Οζιας ἐκ τη̃ς ἐκκλησίας εἰς οἰ̃κον αὐτου̃ καὶ ἐποίησεν πότον τοι̃ς πρεσβυτέροις καὶ ἐπεκαλέσαντο τὸν θεὸν Ισραηλ εἰς βοήθειαν ὅλην τὴν νύκτα ἐκείνην
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.