1 καὶ ἤκουσεν ἐν ἐκείναις ται̃ς ἡμέραις Ιουδιθ θυγάτηρ Μεραρι υἱου̃ Ωξ υἱου̃ Ιωσηφ υἱου̃ Οζιηλ υἱου̃ Ελκια υἱου̃ Ανανιου υἱου̃ Γεδεων υἱου̃ Ραφαϊν υἱου̃ Αχιτωβ υἱου̃ Ηλιου υἱου̃ Χελκιου υἱου̃ Ελιαβ υἱου̃ Ναθαναηλ υἱου̃ Σαλαμιηλ υἱου̃ Σαρασαδαι υἱου̃ Ισραηλ |
2 καὶ ὁ ἀνὴρ αὐτη̃ς Μανασσης τη̃ς φυλη̃ς αὐτη̃ς καὶ τη̃ς πατρια̃ς αὐτη̃ς καὶ ἀπέθανεν ἐν ἡμέραις θερισμου̃ κριθω̃ν |
3 ἐπέστη γὰρ ἐπὶ τοὺς δεσμεύοντας τὰ δράγματα ἐν τω̨̃ πεδίω̨ καὶ ὁ καύσων ἠ̃λθεν ἐπὶ τὴν κεφαλὴν αὐτου̃ καὶ ἔπεσεν ἐπὶ τὴν κλίνην αὐτου̃ καὶ ἐτελεύτησεν ἐν Βαιτυλουα τη̨̃ πόλει αὐτου̃ καὶ ἔθαψαν αὐτὸν μετὰ τω̃ν πατέρων αὐτου̃ ἐν τω̨̃ ἀγρω̨̃ τω̨̃ ἀνὰ μέσον Δωθαϊμ καὶ Βαλαμων |
4 καὶ ἠ̃ν Ιουδιθ ἐν τω̨̃ οἴκω̨ αὐτη̃ς χηρεύουσα ἔτη τρία καὶ μη̃νας τέσσαρας |
5 καὶ ἐποίησεν ἑαυτη̨̃ σκηνὴν ἐπὶ του̃ δώματος του̃ οἴκου αὐτη̃ς καὶ ἐπέθηκεν ἐπὶ τὴν ὀσφὺν αὐτη̃ς σάκκον καὶ ἠ̃ν ἐπ' αὐτη̃ς τὰ ἱμάτια τη̃ς χηρεύσεως αὐτη̃ς |
6 καὶ ἐνήστευε πάσας τὰς ἡμέρας τη̃ς χηρεύσεως αὐτη̃ς χωρὶς προσαββάτων καὶ σαββάτων καὶ προνουμηνιω̃ν καὶ νουμηνιω̃ν καὶ ἑορτω̃ν καὶ χαρμοσυνω̃ν οἴκου Ισραηλ |
7 καὶ ἠ̃ν καλὴ τω̨̃ εἴδει καὶ ὡραία τη̨̃ ὄψει σφόδρα καὶ ὑπελίπετο αὐτη̨̃ Μανασσης ὁ ἀνὴρ αὐτη̃ς χρυσίον καὶ ἀργύριον καὶ παι̃δας καὶ παιδίσκας καὶ κτήνη καὶ ἀγρούς καὶ ἔμενεν ἐπ' αὐτω̃ν |
8 καὶ οὐκ ἠ̃ν ὃς ἐπήνεγκεν αὐτη̨̃ ῥη̃μα πονηρόν ὅτι ἐφοβει̃το τὸν θεὸν σφόδρα |
9 καὶ ἤκουσεν τὰ ῥήματα του̃ λαου̃ τὰ πονηρὰ ἐπὶ τὸν ἄρχοντα ὅτι ὠλιγοψύχησαν ἐν τη̨̃ σπάνει τω̃ν ὑδάτων καὶ ἤκουσεν πάντας τοὺς λόγους Ιουδιθ οὓς ἐλάλησεν πρὸς αὐτοὺς Οζιας ὡς ὤμοσεν αὐτοι̃ς παραδώσειν τὴν πόλιν μετὰ ἡμέρας πέντε τοι̃ς 'Ασσυρίοις |
10 καὶ ἀποστείλασα τὴν ἅβραν αὐτη̃ς τὴν ἐφεστω̃σαν πα̃σιν τοι̃ς ὑπάρχουσιν αὐτη̃ς ἐκάλεσεν Χαβριν καὶ Χαρμιν τοὺς πρεσβυτέρους τη̃ς πόλεως αὐτη̃ς |
11 καὶ ἠ̃λθον πρὸς αὐτήν καὶ εἰ̃πεν πρὸς αὐτούς ἀκούσατε δή μου ἄρχοντες τω̃ν κατοικούντων ἐν Βαιτυλουα ὅτι οὐκ εὐθὴς ὁ λόγος ὑμω̃ν ὃν ἐλαλήσατε ἐναντίον του̃ λαου̃ ἐν τη̨̃ ἡμέρα̨ ταύτη̨ καὶ ἐστήσατε τὸν ὅρκον του̃τον ὃν ἐλαλήσατε ἀνὰ μέσον του̃ θεου̃ καὶ ὑμω̃ν καὶ εἴπατε ἐκδώσειν τὴν πόλιν τοι̃ς ἐχθροι̃ς ἡμω̃ν ἐὰν μὴ ἐν αὐται̃ς ἐπιστρέψη̨ κύριος βοήθειαν ὑμι̃ν |
12 καὶ νυ̃ν τίνες ἐστὲ ὑμει̃ς οἳ ἐπειράσατε τὸν θεὸν ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ σήμερον καὶ ἵστατε ὑπὲρ του̃ θεου̃ ἐν μέσω̨ υἱω̃ν ἀνθρώπων |
13 καὶ νυ̃ν κύριον παντοκράτορα ἐξετάζετε καὶ οὐθὲν ἐπιγνώσεσθε ἕως του̃ αἰω̃νος |
14 ὅτι βάθος καρδίας ἀνθρώπου οὐχ εὑρήσετε καὶ λόγους τη̃ς διανοίας αὐτου̃ οὐ διαλήμψεσθε καὶ πω̃ς τὸν θεόν ὃς ἐποίησεν πάντα ταυ̃τα ἐρευνήσετε καὶ τὸν νου̃ν αὐτου̃ ἐπιγνώσεσθε καὶ τὸν λογισμὸν αὐτου̃ κατανοήσετε μηδαμω̃ς ἀδελφοί μὴ παροργίζετε κύριον τὸν θεὸν ἡμω̃ν |
15 ὅτι ἐὰν μὴ βούληται ἐν ται̃ς πέντε ἡμέραις βοηθη̃σαι ἡμι̃ν αὐτὸς ἔχει τὴν ἐξουσίαν ἐν αἱ̃ς θέλει σκεπάσαι ἡμέραις ἢ καὶ ὀλεθρευ̃σαι ἡμα̃ς πρὸ προσώπου τω̃ν ἐχθρω̃ν ἡμω̃ν |
16 ὑμει̃ς δὲ μὴ ἐνεχυράζετε τὰς βουλὰς κυρίου του̃ θεου̃ ἡμω̃ν ὅτι οὐχ ὡς ἄνθρωπος ὁ θεὸς ἀπειληθη̃ναι οὐδ' ὡς υἱὸς ἀνθρώπου διαιτηθη̃ναι |
17 διόπερ ἀναμένοντες τὴν παρ' αὐτου̃ σωτηρίαν ἐπικαλεσώμεθα αὐτὸν εἰς βοήθειαν ἡμω̃ν καὶ εἰσακούσεται τη̃ς φωνη̃ς ἡμω̃ν ἐὰν ἠ̨̃ αὐτω̨̃ ἀρεστόν |
18 ὅτι οὐκ ἀνέστη ἐν ται̃ς γενεαι̃ς ἡμω̃ν οὐδέ ἐστιν ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ σήμερον οὔτε φυλὴ οὔτε πατριὰ οὔτε δη̃μος οὔτε πόλις ἐξ ἡμω̃ν οἳ προσκυνου̃σι θεοι̃ς χειροποιήτοις καθάπερ ἐγένετο ἐν ται̃ς πρότερον ἡμέραις |
19 ὡ̃ν χάριν ἐδόθησαν εἰς ῥομφαίαν καὶ εἰς διαρπαγὴν οἱ πατέρες ἡμω̃ν καὶ ἔπεσον πτω̃μα μέγα ἐνώπιον τω̃ν ἐχθρω̃ν ἡμω̃ν |
20 ἡμει̃ς δὲ ἕτερον θεὸν οὐκ ἔγνωμεν πλὴν αὐτου̃ ὅθεν ἐλπίζομεν ὅτι οὐχ ὑπερόψεται ἡμα̃ς οὐδ' ἀπὸ του̃ γένους ἡμω̃ν |
21 ὅτι ἐν τω̨̃ λημφθη̃ναι ἡμα̃ς οὕτως καὶ λημφθήσεται πα̃σα ἡ Ιουδαία καὶ προνομευθήσεται τὰ ἅγια ἡμω̃ν καὶ ἐκζητήσει τὴν βεβήλωσιν αὐτω̃ν ἐκ του̃ αἵματος ἡμω̃ν |
22 καὶ τὸν φόνον τω̃ν ἀδελφω̃ν ἡμω̃ν καὶ τὴν αἰχμαλωσίαν τη̃ς γη̃ς καὶ τὴν ἐρήμωσιν τη̃ς κληρονομίας ἡμω̃ν ἐπιστρέψει εἰς κεφαλὴν ἡμω̃ν ἐν τοι̃ς ἔθνεσιν οὑ̃ ἐὰν δουλεύσωμεν ἐκει̃ καὶ ἐσόμεθα εἰς πρόσκομμα καὶ εἰς ὄνειδος ἐναντίον τω̃ν κτωμένων ἡμα̃ς |
23 ὅτι οὐ κατευθυνθήσεται ἡ δουλεία ἡμω̃ν εἰς χάριν ἀλλ' εἰς ἀτιμίαν θήσει αὐτὴν κύριος ὁ θεὸς ἡμω̃ν |
24 καὶ νυ̃ν ἀδελφοί ἐπιδειξώμεθα τοι̃ς ἀδελφοι̃ς ἡμω̃ν ὅτι ἐξ ἡμω̃ν κρέμαται ἡ ψυχὴ αὐτω̃ν καὶ τὰ ἅγια καὶ ὁ οἰ̃κος καὶ τὸ θυσιαστήριον ἐπεστήρισται ἐφ' ἡμι̃ν |
25 παρὰ ταυ̃τα πάντα εὐχαριστήσωμεν κυρίω̨ τω̨̃ θεω̨̃ ἡμω̃ν ὃς πειράζει ἡμα̃ς καθὰ καὶ τοὺς πατέρας ἡμω̃ν |
26 μνήσθητε ὅσα ἐποίησεν μετὰ Αβρααμ καὶ ὅσα ἐπείρασεν τὸν Ισαακ καὶ ὅσα ἐγένετο τω̨̃ Ιακωβ ἐν Μεσοποταμία̨ τη̃ς Συρίας ποιμαίνοντι τὰ πρόβατα Λαβαν του̃ ἀδελφου̃ τη̃ς μητρὸς αὐτου̃ |
27 ὅτι οὐ καθὼς ἐκείνους ἐπύρωσεν εἰς ἐτασμὸν τη̃ς καρδίας αὐτω̃ν καὶ ἡμα̃ς οὐκ ἐξεδίκησεν ἀλλ' εἰς νουθέτησιν μαστιγοι̃ κύριος τοὺς ἐγγίζοντας αὐτω̨̃ |
28 καὶ εἰ̃πεν πρὸς αὐτὴν Οζιας πάντα ὅσα εἰ̃πας ἐν ἀγαθη̨̃ καρδία̨ ἐλάλησας καὶ οὐκ ἔστιν ὃς ἀντιστήσεται τοι̃ς λόγοις σου |
29 ὅτι οὐκ ἐν τη̨̃ σήμερον ἡ σοφία σου πρόδηλός ἐστιν ἀλλ' ἀπ' ἀρχη̃ς ἡμερω̃ν σου ἔγνω πα̃ς ὁ λαὸς τὴν σύνεσίν σου καθότι ἀγαθόν ἐστιν τὸ πλάσμα τη̃ς καρδίας σου |
30 ἀλλὰ ὁ λαὸς δεδίψηκεν σφόδρα καὶ ἠνάγκασαν ἡμα̃ς ποιη̃σαι καθὰ ἐλαλήσαμεν αὐτοι̃ς καὶ ἐπαγαγει̃ν ἐφ' ἡμα̃ς ὅρκον ὃν οὐ παραβησόμεθα |
31 καὶ νυ̃ν δεήθητι περὶ ἡμω̃ν ὅτι γυνὴ εὐσεβὴς εἰ̃ καὶ ἀποστελει̃ κύριος τὸν ὑετὸν εἰς πλήρωσιν τω̃ν λάκκων ἡμω̃ν καὶ οὐκ ἐκλείψομεν ἔτι |
32 καὶ εἰ̃πεν πρὸς αὐτοὺς Ιουδιθ ἀκούσατέ μου καὶ ποιήσω πρα̃γμα ὃ ἀφίξεται εἰς γενεὰς γενεω̃ν υἱοι̃ς του̃ γένους ἡμω̃ν |
33 ὑμει̃ς στήσεσθε ἐπὶ τη̃ς πύλης τὴν νύκτα ταύτην καὶ ἐξελεύσομαι ἐγὼ μετὰ τη̃ς ἅβρας μου καὶ ἐν ται̃ς ἡμέραις μεθ' ἃς εἴπατε παραδώσειν τὴν πόλιν τοι̃ς ἐχθροι̃ς ἡμω̃ν ἐπισκέψεται κύριος τὸν Ισραηλ ἐν χειρί μου |
34 ὑμει̃ς δὲ οὐκ ἐξερευνήσετε τὴν πρα̃ξίν μου οὐ γὰρ ἐρω̃ ὑμι̃ν ἕως του̃ τελεσθη̃ναι ἃ ἐγὼ ποιω̃ |
35 καὶ εἰ̃πεν Οζιας καὶ οἱ ἄρχοντες πρὸς αὐτήν πορεύου εἰς εἰρήνην καὶ κύριος ὁ θεὸς ἔμπροσθέν σου εἰς ἐκδίκησιν τω̃ν ἐχθρω̃ν ἡμω̃ν |
36 καὶ ἀποστρέψαντες ἐκ τη̃ς σκηνη̃ς ἐπορεύθησαν ἐπὶ τὰς διατάξεις αὐτω̃ν |