Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 14,  στἰχοι 13-22

13 καὶ εἰ̃πα ὠ̃ κύριε ἰδοὺ οἱ προφη̃ται αὐτω̃ν προφητεύουσιν καὶ λέγουσιν οὐκ ὄψεσθε μάχαιραν οὐδὲ λιμὸς ἔσται ἐν ὑμι̃ν ὅτι ἀλήθειαν καὶ εἰρήνην δώσω ἐπὶ τη̃ς γη̃ς καὶ ἐν τω̨̃ τόπω̨ τούτω̨
14 καὶ εἰ̃πεν κύριος πρός με ψευδη̃ οἱ προφη̃ται προφητεύουσιν ἐπὶ τω̨̃ ὀνόματί μου οὐκ ἀπέστειλα αὐτοὺς καὶ οὐκ ἐνετειλάμην αὐτοι̃ς καὶ οὐκ ἐλάλησα πρὸς αὐτούς ὅτι ὁράσεις ψευδει̃ς καὶ μαντείας καὶ οἰωνίσματα καὶ προαιρέσεις καρδίας αὐτω̃ν αὐτοὶ προφητεύουσιν ὑμι̃ν
15 διὰ του̃το τάδε λέγει κύριος περὶ τω̃ν προφητω̃ν τω̃ν προφητευόντων ἐπὶ τω̨̃ ὀνόματί μου ψευδη̃ καὶ ἐγὼ οὐκ ἀπέστειλα αὐτούς οἳ λέγουσιν μάχαιρα καὶ λιμὸς οὐκ ἔσται ἐπὶ τη̃ς γη̃ς ταύτης ἐν θανάτω̨ νοσερω̨̃ ἀποθανου̃νται καὶ ἐν λιμω̨̃ συντελεσθήσονται οἱ προφη̃ται
16 καὶ ὁ λαός οἱ̃ς αὐτοὶ προφητεύουσιν αὐτοι̃ς καὶ ἔσονται ἐρριμμένοι ἐν ται̃ς διόδοις Ιερουσαλημ ἀπὸ προσώπου μαχαίρας καὶ του̃ λιμου̃ καὶ οὐκ ἔσται ὁ θάπτων αὐτούς καὶ αἱ γυναι̃κες αὐτω̃ν καὶ οἱ υἱοὶ αὐτω̃ν καὶ αἱ θυγατέρες αὐτω̃ν καὶ ἐκχεω̃ ἐπ' αὐτοὺς τὰ κακὰ αὐτω̃ν
17 καὶ ἐρει̃ς πρὸς αὐτοὺς τὸν λόγον του̃τον καταγάγετε ἐπ' ὀφθαλμοὺς ὑμω̃ν δάκρυα ἡμέρας καὶ νυκτός καὶ μὴ διαλιπέτωσαν ὅτι συντρίμματι συνετρίβη θυγάτηρ λαου̃ μου καὶ πληγη̨̃ ὀδυνηρα̨̃ σφόδρα
18 ἐὰν ἐξέλθω εἰς τὸ πεδίον καὶ ἰδοὺ τραυματίαι μαχαίρας καὶ ἐὰν εἰσέλθω εἰς τὴν πόλιν καὶ ἰδοὺ πόνος λιμου̃ ὅτι ἱερεὺς καὶ προφήτης ἐπορεύθησαν εἰς γη̃ν ἣν οὐκ ἤ̨δεισαν
19 μὴ ἀποδοκιμάζων ἀπεδοκίμασας τὸν Ιουδαν καὶ ἀπὸ Σιων ἀπέστη ἡ ψυχή σου ἵνα τί ἔπαισας ἡμα̃ς καὶ οὐκ ἔστιν ἡμι̃ν ἴασις ὑπεμείναμεν εἰς εἰρήνην καὶ οὐκ ἠ̃ν ἀγαθά εἰς καιρὸν ἰάσεως καὶ ἰδοὺ ταραχή
20 ἔγνωμεν κύριε ἁμαρτήματα ἡμω̃ν ἀδικίας πατέρων ἡμω̃ν ὅτι ἡμάρτομεν ἐναντίον σου
21 κόπασον διὰ τὸ ὄνομά σου μὴ ἀπολέση̨ς θρόνον δόξης σου μνήσθητι μὴ διασκεδάση̨ς τὴν διαθήκην σου τὴν μεθ' ἡμω̃ν
22 μὴ ἔστιν ἐν εἰδώλοις τω̃ν ἐθνω̃ν ὑετίζων καὶ εἰ ὁ οὐρανὸς δώσει πλησμονὴν αὐτου̃ οὐχὶ σὺ εἰ̃ αὐτός καὶ ὑπομενου̃μέν σε ὅτι σὺ ἐποίησας πάντα ταυ̃τα
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.