Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 18

ὁ λόγος ὁ γενόμενος παρὰ κυρίου πρὸς Ιερεμιαν λέγων
ἀνάστηθι καὶ κατάβηθι εἰς οἰ̃κον του̃ κεραμέως καὶ ἐκει̃ ἀκούση̨ τοὺς λόγους μου
καὶ κατέβην εἰς τὸν οἰ̃κον του̃ κεραμέως καὶ ἰδοὺ αὐτὸς ἐποίει ἔργον ἐπὶ τω̃ν λίθων
καὶ διέπεσεν τὸ ἀγγει̃ον ὃ αὐτὸς ἐποίει ἐν ται̃ς χερσὶν αὐτου̃ καὶ πάλιν αὐτὸς ἐποίησεν αὐτὸ ἀγγει̃ον ἕτερον καθὼς ἤρεσεν ἐνώπιον αὐτου̃ του̃ ποιη̃σαι
καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
εἰ καθὼς ὁ κεραμεὺς οὑ̃τος οὐ δυνήσομαι του̃ ποιη̃σαι ὑμα̃ς οἰ̃κος Ισραηλ ἰδοὺ ὡς ὁ πηλὸς του̃ κεραμέως ὑμει̃ς ἐστε ἐν ται̃ς χερσίν μου
πέρας λαλήσω ἐπὶ ἔθνος ἢ ἐπὶ βασιλείαν του̃ ἐξα̃ραι αὐτοὺς καὶ του̃ ἀπολλύειν
καὶ ἐπιστραφη̨̃ τὸ ἔθνος ἐκει̃νο ἀπὸ πάντων τω̃ν κακω̃ν αὐτω̃ν καὶ μετανοήσω περὶ τω̃ν κακω̃ν ὡ̃ν ἐλογισάμην του̃ ποιη̃σαι αὐτοι̃ς
καὶ πέρας λαλήσω ἐπὶ ἔθνος καὶ ἐπὶ βασιλείαν του̃ ἀνοικοδομει̃σθαι καὶ του̃ καταφυτεύεσθαι
10 καὶ ποιήσωσιν τὰ πονηρὰ ἐναντίον μου του̃ μὴ ἀκούειν τη̃ς φωνη̃ς μου καὶ μετανοήσω περὶ τω̃ν ἀγαθω̃ν ὡ̃ν ἐλάλησα του̃ ποιη̃σαι αὐτοι̃ς
11 καὶ νυ̃ν εἰπὸν πρὸς ἄνδρας Ιουδα καὶ πρὸς τοὺς κατοικου̃ντας Ιερουσαλημ ἰδοὺ ἐγὼ πλάσσω ἐφ' ὑμα̃ς κακὰ καὶ λογίζομαι ἐφ' ὑμα̃ς λογισμόν ἀποστραφήτω δὴ ἕκαστος ἀπὸ ὁδου̃ αὐτου̃ τη̃ς πονηρα̃ς καὶ καλλίονα ποιήσετε τὰ ἐπιτηδεύματα ὑμω̃ν
12 καὶ εἰ̃παν ἀνδριούμεθα ὅτι ὀπίσω τω̃ν ἀποστροφω̃ν ἡμω̃ν πορευσόμεθα καὶ ἕκαστος τὰ ἀρεστὰ τη̃ς καρδίας αὐτου̃ τη̃ς πονηρα̃ς ποιήσομεν
13 διὰ του̃το τάδε λέγει κύριος ἐρωτήσατε δὴ ἐν ἔθνεσιν τίς ἤκουσεν τοιαυ̃τα φρικτά ἃ ἐποίησεν σφόδρα παρθένος Ισραηλ
14 μὴ ἐκλείψουσιν ἀπὸ πέτρας μαστοὶ ἢ χιὼν ἀπὸ του̃ Λιβάνου μὴ ἐκκλινει̃ ὕδωρ βιαίως ἀνέμω̨ φερόμενον
15 ὅτι ἐπελάθοντό μου ὁ λαός μου εἰς κενὸν ἐθυμίασαν καὶ ἀσθενήσουσιν ἐν ται̃ς ὁδοι̃ς αὐτω̃ν σχοίνους αἰωνίους του̃ ἐπιβη̃ναι τρίβους οὐκ ἔχοντας ὁδὸν εἰς πορείαν
16 του̃ τάξαι τὴν γη̃ν αὐτω̃ν εἰς ἀφανισμὸν καὶ σύριγμα αἰώνιον πάντες οἱ διαπορευόμενοι δι' αὐτη̃ς ἐκστήσονται καὶ κινήσουσιν τὴν κεφαλὴν αὐτω̃ν
17 ὡς ἄνεμον καύσωνα διασπερω̃ αὐτοὺς κατὰ πρόσωπον ἐχθρω̃ν αὐτω̃ν δείξω αὐτοι̃ς ἡμέραν ἀπωλείας αὐτω̃ν
18 καὶ εἰ̃παν δευ̃τε λογισώμεθα ἐπὶ Ιερεμιαν λογισμόν ὅτι οὐκ ἀπολει̃ται νόμος ἀπὸ ἱερέως καὶ βουλὴ ἀπὸ συνετου̃ καὶ λόγος ἀπὸ προφήτου δευ̃τε καὶ πατάξωμεν αὐτὸν ἐν γλώσση̨ καὶ ἀκουσόμεθα πάντας τοὺς λόγους αὐτου̃
19 εἰσάκουσόν μου κύριε καὶ εἰσάκουσον τη̃ς φωνη̃ς του̃ δικαιώματός μου
20 εἰ ἀνταποδίδοται ἀντὶ ἀγαθω̃ν κακά ὅτι συνελάλησαν ῥήματα κατὰ τη̃ς ψυχη̃ς μου καὶ τὴν κόλασιν αὐτω̃ν ἔκρυψάν μοι μνήσθητι ἑστηκότος μου κατὰ πρόσωπόν σου του̃ λαλη̃σαι ὑπὲρ αὐτω̃ν ἀγαθὰ του̃ ἀποστρέψαι τὸν θυμόν σου ἀπ' αὐτω̃ν
21 διὰ του̃το δὸς τοὺς υἱοὺς αὐτω̃ν εἰς λιμὸν καὶ ἄθροισον αὐτοὺς εἰς χει̃ρας μαχαίρας γενέσθωσαν αἱ γυναι̃κες αὐτω̃ν ἄτεκνοι καὶ χη̃ραι καὶ οἱ ἄνδρες αὐτω̃ν γενέσθωσαν ἀνη̨ρημένοι θανάτω̨ καὶ οἱ νεανίσκοι αὐτω̃ν πεπτωκότες μαχαίρα̨ ἐν πολέμω̨
22 γενηθήτω κραυγὴ ἐν ται̃ς οἰκίαις αὐτω̃ν ἐπάξεις ἐπ' αὐτοὺς λη̨στὰς ἄφνω ὅτι ἐνεχείρησαν λόγον εἰς σύλλημψίν μου καὶ παγίδας ἔκρυψαν ἐπ' ἐμέ
23 καὶ σύ κύριε ἔγνως ἅπασαν τὴν βουλὴν αὐτω̃ν ἐπ' ἐμὲ εἰς θάνατον μὴ ἀθω̨ώση̨ς τὰς ἀδικίας αὐτω̃ν καὶ τὰς ἁμαρτίας αὐτω̃ν ἀπὸ προσώπου σου μὴ ἐξαλείψη̨ς γενέσθω ἡ ἀσθένεια αὐτω̃ν ἐναντίον σου ἐν καιρω̨̃ θυμου̃ σου ποίησον ἐν αὐτοι̃ς
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.