Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 23,  στἰχοι 33-40

33 καὶ ἐὰν ἐρωτήσωσί σε ὁ λαὸς οὑ̃τος ἢ ἱερεὺς ἢ προφήτης λέγων τί τὸ λη̃μμα κυρίου καὶ ἐρει̃ς αὐτοι̃ς ὑμει̃ς ἐστε τὸ λη̃μμα καὶ ῥάξω ὑμα̃ς λέγει κύριος
34 καὶ ὁ προφήτης καὶ ὁ ἱερεὺς καὶ ὁ λαός οἳ ἂν εἴπωσιν λη̃μμα κυρίου καὶ ἐκδικήσω τὸν ἄνθρωπον ἐκει̃νον καὶ τὸν οἰ̃κον αὐτου̃
35 ὅτι οὕτως ἐρει̃τε ἕκαστος πρὸς τὸν πλησίον αὐτου̃ καὶ ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτου̃ τί ἀπεκρίθη κύριος καὶ τί ἐλάλησεν κύριος
36 καὶ λη̃μμα κυρίου μὴ ὀνομάζετε ἔτι ὅτι τὸ λη̃μμα τω̨̃ ἀνθρώπω̨ ἔσται ὁ λόγος αὐτου̃
37 καὶ διὰ τί ἐλάλησεν κύριος ὁ θεὸς ἡμω̃ν
38 διὰ του̃το τάδε λέγει κύριος ὁ θεός ἀνθ' ὡ̃ν εἴπατε τὸν λόγον του̃τον λη̃μμα κυρίου καὶ ἀπέστειλα πρὸς ὑμα̃ς λέγων οὐκ ἐρει̃τε λη̃μμα κυρίου
39 διὰ του̃το ἰδοὺ ἐγὼ λαμβάνω καὶ ῥάσσω ὑμα̃ς καὶ τὴν πόλιν ἣν ἔδωκα ὑμι̃ν καὶ τοι̃ς πατράσιν ὑμω̃ν
40 καὶ δώσω ἐφ' ὑμα̃ς ὀνειδισμὸν αἰώνιον καὶ ἀτιμίαν αἰώνιον ἥτις οὐκ ἐπιλησθήσεται

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.