Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 38

ἐν τω̨̃ χρόνω̨ ἐκείνω̨ εἰ̃πεν κύριος ἔσομαι εἰς θεὸν τω̨̃ γένει Ισραηλ καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν
οὕτως εἰ̃πεν κύριος εὑ̃ρον θερμὸν ἐν ἐρήμω̨ μετὰ ὀλωλότων ἐν μαχαίρα̨ βαδίσατε καὶ μὴ ὀλέσητε τὸν Ισραηλ
κύριος πόρρωθεν ὤφθη αὐτω̨̃ ἀγάπησιν αἰωνίαν ἠγάπησά σε διὰ του̃το εἵλκυσά σε εἰς οἰκτίρημα
ἔτι οἰκοδομήσω σε καὶ οἰκοδομηθήση̨ παρθένος Ισραηλ ἔτι λήμψη̨ τύμπανόν σου καὶ ἐξελεύση̨ μετὰ συναγωγη̃ς παιζόντων
ἔτι φυτεύσατε ἀμπελω̃νας ἐν ὄρεσιν Σαμαρείας φυτεύσατε καὶ αἰνέσατε
ὅτι ἔστιν ἡμέρα κλήσεως ἀπολογουμένων ἐν ὄρεσιν Εφραιμ ἀνάστητε καὶ ἀνάβητε εἰς Σιων πρὸς κύριον τὸν θεὸν ἡμω̃ν
ὅτι οὕτως εἰ̃πεν κύριος τω̨̃ Ιακωβ εὐφράνθητε καὶ χρεμετίσατε ἐπὶ κεφαλὴν ἐθνω̃ν ἀκουστὰ ποιήσατε καὶ αἰνέσατε εἴπατε ἔσωσεν κύριος τὸν λαὸν αὐτου̃ τὸ κατάλοιπον του̃ Ισραηλ
ἰδοὺ ἐγὼ ἄγω αὐτοὺς ἀπὸ βορρα̃ καὶ συνάξω αὐτοὺς ἀπ' ἐσχάτου τη̃ς γη̃ς ἐν ἑορτη̨̃ φασεκ καὶ τεκνοποιήση̨ ὄχλον πολύν καὶ ἀποστρέψουσιν ὡ̃δε
ἐν κλαυθμω̨̃ ἐξη̃λθον καὶ ἐν παρακλήσει ἀνάξω αὐτοὺς αὐλίζων ἐπὶ διώρυγας ὑδάτων ἐν ὁδω̨̃ ὀρθη̨̃ καὶ οὐ μὴ πλανηθω̃σιν ἐν αὐτη̨̃ ὅτι ἐγενόμην τω̨̃ Ισραηλ εἰς πατέρα καὶ Εφραιμ πρωτότοκός μού ἐστιν
10 ἀκούσατε λόγον κυρίου ἔθνη καὶ ἀναγγείλατε εἰς νήσους τὰς μακρότερον εἴπατε ὁ λικμήσας τὸν Ισραηλ συνάξει αὐτὸν καὶ φυλάξει αὐτὸν ὡς ὁ βόσκων τὸ ποίμνιον αὐτου̃
11 ὅτι ἐλυτρώσατο κύριος τὸν Ιακωβ ἐξείλατο αὐτὸν ἐκ χειρὸς στερεωτέρων αὐτου̃
12 καὶ ἥξουσιν καὶ εὐφρανθήσονται ἐν τω̨̃ ὄρει Σιων καὶ ἥξουσιν ἐπ' ἀγαθὰ κυρίου ἐπὶ γη̃ν σίτου καὶ οἴνου καὶ καρπω̃ν καὶ κτηνω̃ν καὶ προβάτων καὶ ἔσται ἡ ψυχὴ αὐτω̃ν ὥσπερ ξύλον ἔγκαρπον καὶ οὐ πεινάσουσιν ἔτι
13 τότε χαρήσονται παρθένοι ἐν συναγωγη̨̃ νεανίσκων καὶ πρεσβυ̃ται χαρήσονται καὶ στρέψω τὸ πένθος αὐτω̃ν εἰς χαρμονὴν καὶ ποιήσω αὐτοὺς εὐφραινομένους
14 μεγαλυνω̃ καὶ μεθύσω τὴν ψυχὴν τω̃ν ἱερέων υἱω̃ν Λευι καὶ ὁ λαός μου τω̃ν ἀγαθω̃ν μου ἐμπλησθήσεται
15 οὕτως εἰ̃πεν κύριος φωνὴ ἐν Ραμα ἠκούσθη θρήνου καὶ κλαυθμου̃ καὶ ὀδυρμου̃ Ραχηλ ἀποκλαιομένη οὐκ ἤθελεν παύσασθαι ἐπὶ τοι̃ς υἱοι̃ς αὐτη̃ς ὅτι οὐκ εἰσίν
16 οὕτως εἰ̃πεν κύριος διαλιπέτω ἡ φωνή σου ἀπὸ κλαυθμου̃ καὶ οἱ ὀφθαλμοί σου ἀπὸ δακρύων σου ὅτι ἔστιν μισθὸς τοι̃ς σοι̃ς ἔργοις καὶ ἐπιστρέψουσιν ἐκ γη̃ς ἐχθρω̃ν
17 μόνιμον τοι̃ς σοι̃ς τέκνοις
18 ἀκοὴν ἤκουσα Εφραιμ ὀδυρομένου ἐπαίδευσάς με καὶ ἐπαιδεύθην ἐγώ ὥσπερ μόσχος οὐκ ἐδιδάχθην ἐπίστρεψόν με καὶ ἐπιστρέψω ὅτι σὺ κύριος ὁ θεός μου
19 ὅτι ὕστερον αἰχμαλωσίας μου μετενόησα καὶ ὕστερον του̃ γνω̃ναί με ἐστέναξα ἐφ' ἡμέρας αἰσχύνης καὶ ὑπέδειξά σοι ὅτι ἔλαβον ὀνειδισμὸν ἐκ νεότητός μου
20 υἱὸς ἀγαπητὸς Εφραιμ ἐμοί παιδίον ἐντρυφω̃ν ὅτι ἀνθ' ὡ̃ν οἱ λόγοι μου ἐν αὐτω̨̃ μνεία̨ μνησθήσομαι αὐτου̃ διὰ του̃το ἔσπευσα ἐπ' αὐτω̨̃ ἐλεω̃ν ἐλεήσω αὐτόν φησὶν κύριος
21 στη̃σον σεαυτήν Σιων ποίησον τιμωρίαν δὸς καρδίαν σου εἰς τοὺς ὤμους ὁδὸν ἣν ἐπορεύθης ἀποστράφητι παρθένος Ισραηλ ἀποστράφητι εἰς τὰς πόλεις σου πενθου̃σα
22 ἕως πότε ἀποστρέψεις θυγάτηρ ἠτιμωμένη ὅτι ἔκτισεν κύριος σωτηρίαν εἰς καταφύτευσιν καινήν ἐν σωτηρία̨ περιελεύσονται ἄνθρωποι
23 οὕτως εἰ̃πεν κύριος ἔτι ἐρου̃σιν τὸν λόγον του̃τον ἐν γη̨̃ Ιουδα καὶ ἐν πόλεσιν αὐτου̃ ὅταν ἀποστρέψω τὴν αἰχμαλωσίαν αὐτου̃ εὐλογημένος κύριος ἐπὶ δίκαιον ὄρος τὸ ἅγιον αὐτου̃
24 καὶ ἐνοικου̃ντες ἐν ται̃ς πόλεσιν Ιουδα καὶ ἐν πάση̨ τη̨̃ γη̨̃ αὐτου̃ ἅμα γεωργω̨̃ καὶ ἀρθήσεται ἐν ποιμνίω̨
25 ὅτι ἐμέθυσα πα̃σαν ψυχὴν διψω̃σαν καὶ πα̃σαν ψυχὴν πεινω̃σαν ἐνέπλησα
26 διὰ του̃το ἐξηγέρθην καὶ εἰ̃δον καὶ ὁ ὕπνος μου ἡδύς μοι ἐγενήθη
27 διὰ του̃το ἰδοὺ ἡμέραι ἔρχονται φησὶν κύριος καὶ σπερω̃ τὸν Ισραηλ καὶ τὸν Ιουδαν σπέρμα ἀνθρώπου καὶ σπέρμα κτήνους
28 καὶ ἔσται ὥσπερ ἐγρηγόρουν ἐπ' αὐτοὺς καθαιρει̃ν καὶ κακου̃ν οὕτως γρηγορήσω ἐπ' αὐτοὺς του̃ οἰκοδομει̃ν καὶ καταφυτεύειν φησὶν κύριος
29 ἐν ται̃ς ἡμέραις ἐκείναις οὐ μὴ εἴπωσιν οἱ πατέρες ἔφαγον ὄμφακα καὶ οἱ ὀδόντες τω̃ν τέκνων ἡ̨μωδίασαν
30 ἀλλ' ἢ ἕκαστος ἐν τη̨̃ ἑαυτου̃ ἁμαρτία̨ ἀποθανει̃ται καὶ του̃ φαγόντος τὸν ὄμφακα αἱμωδιάσουσιν οἱ ὀδόντες αὐτου̃
31 ἰδοὺ ἡμέραι ἔρχονται φησὶν κύριος καὶ διαθήσομαι τω̨̃ οἴκω̨ Ισραηλ καὶ τω̨̃ οἴκω̨ Ιουδα διαθήκην καινήν
32 οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοι̃ς πατράσιν αὐτω̃ν ἐν ἡμέρα̨ ἐπιλαβομένου μου τη̃ς χειρὸς αὐτω̃ν ἐξαγαγει̃ν αὐτοὺς ἐκ γη̃ς Αἰγύπτου ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τη̨̃ διαθήκη̨ μου καὶ ἐγὼ ἠμέλησα αὐτω̃ν φησὶν κύριος
33 ὅτι αὕτη ἡ διαθήκη ἣν διαθήσομαι τω̨̃ οἴκω̨ Ισραηλ μετὰ τὰς ἡμέρας ἐκείνας φησὶν κύριος διδοὺς δώσω νόμους μου εἰς τὴν διάνοιαν αὐτω̃ν καὶ ἐπὶ καρδίας αὐτω̃ν γράψω αὐτούς καὶ ἔσομαι αὐτοι̃ς εἰς θεόν καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν
34 καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πολίτην αὐτου̃ καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτου̃ λέγων γνω̃θι τὸν κύριον ὅτι πάντες εἰδήσουσίν με ἀπὸ μικρου̃ αὐτω̃ν καὶ ἕως μεγάλου αὐτω̃ν ὅτι ἵλεως ἔσομαι ται̃ς ἀδικίαις αὐτω̃ν καὶ τω̃ν ἁμαρτιω̃ν αὐτω̃ν οὐ μὴ μνησθω̃ ἔτι
35 ἐὰν ὑψωθη̨̃ ὁ οὐρανὸς εἰς τὸ μετέωρον φησὶν κύριος καὶ ἐὰν ταπεινωθη̨̃ τὸ ἔδαφος τη̃ς γη̃ς κάτω καὶ ἐγὼ οὐκ ἀποδοκιμω̃ τὸ γένος Ισραηλ φησὶν κύριος περὶ πάντων ὡ̃ν ἐποίησαν
36 οὕτως εἰ̃πεν κύριος ὁ δοὺς τὸν ἥλιον εἰς φω̃ς τη̃ς ἡμέρας σελήνην καὶ ἀστέρας εἰς φω̃ς τη̃ς νυκτός καὶ κραυγὴν ἐν θαλάσση̨ καὶ ἐβόμβησεν τὰ κύματα αὐτη̃ς κύριος παντοκράτωρ ὄνομα αὐτω̨̃
37 ἐὰν παύσωνται οἱ νόμοι οὑ̃τοι ἀπὸ προσώπου μου φησὶν κύριος καὶ τὸ γένος Ισραηλ παύσεται γενέσθαι ἔθνος κατὰ πρόσωπόν μου πάσας τὰς ἡμέρας
38 ἰδοὺ ἡμέραι ἔρχονται φησὶν κύριος καὶ οἰκοδομηθήσεται πόλις τω̨̃ κυρίω̨ ἀπὸ πύργου Αναμεηλ ἕως πύλης τη̃ς γωνίας
39 καὶ ἐξελεύσεται ἡ διαμέτρησις αὐτη̃ς ἀπέναντι αὐτω̃ν ἕως βουνω̃ν Γαρηβ καὶ περικυκλωθήσεται κύκλω̨ ἐξ ἐκλεκτω̃ν λίθων
40 καὶ πάντες ασαρημωθ ἕως ναχαλ Κεδρων ἕως γωνίας πύλης ἵππων ἀνατολη̃ς ἁγίασμα τω̨̃ κυρίω̨ καὶ οὐκέτι οὐ μὴ ἐκλίπη̨ καὶ οὐ μὴ καθαιρεθη̨̃ ἕως του̃ αἰω̃νος
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.