1 καὶ ἐβασίλευσεν Σεδεκιας υἱὸς Ιωσια ἀντὶ Ιωακιμ ὃν ἐβασίλευσεν Ναβουχοδονοσορ βασιλεύειν του̃ Ιουδα |
2 καὶ οὐκ ἤκουσεν αὐτὸς καὶ οἱ παι̃δες αὐτου̃ καὶ ὁ λαὸς τη̃ς γη̃ς τοὺς λόγους κυρίου οὓς ἐλάλησεν ἐν χειρὶ Ιερεμιου |
3 καὶ ἀπέστειλεν ὁ βασιλεὺς Σεδεκιας τὸν Ιωαχαλ υἱὸν Σελεμιου καὶ τὸν Σοφονιαν υἱὸν Μαασαιου τὸν ἱερέα πρὸς Ιερεμιαν λέγων πρόσευξαι δὴ περὶ ἡμω̃ν πρὸς κύριον |
4 καὶ Ιερεμιας ἠ̃λθεν καὶ διη̃λθεν διὰ μέσου τη̃ς πόλεως καὶ οὐκ ἔδωκαν αὐτὸν εἰς οἰ̃κον τη̃ς φυλακη̃ς |
5 καὶ δύναμις Φαραω ἐξη̃λθεν ἐξ Αἰγύπτου καὶ ἤκουσαν οἱ Χαλδαι̃οι τὴν ἀκοὴν αὐτω̃ν καὶ ἀνέβησαν ἀπὸ Ιερουσαλημ |
6 καὶ ἐγένετο λόγος κυρίου πρὸς Ιερεμιαν λέγων |
7 οὕτως εἰ̃πεν κύριος οὕτως ἐρει̃ς πρὸς βασιλέα Ιουδα τὸν ἀποστείλαντα πρὸς σὲ του̃ ἐκζητη̃σαί με ἰδοὺ δύναμις Φαραω ἡ ἐξελθου̃σα ὑμι̃ν εἰς βοήθειαν ἀποστρέψουσιν εἰς γη̃ν Αἰγύπτου |
8 καὶ ἀναστρέψουσιν αὐτοὶ οἱ Χαλδαι̃οι καὶ πολεμήσουσιν ἐπὶ τὴν πόλιν ταύτην καὶ συλλήμψονται αὐτὴν καὶ καύσουσιν αὐτὴν ἐν πυρί |
9 ὅτι οὕτως εἰ̃πεν κύριος μὴ ὑπολάβητε ται̃ς ψυχαι̃ς ὑμω̃ν λέγοντες ἀποτρέχοντες ἀπελεύσονται ἀφ' ἡμω̃ν οἱ Χαλδαι̃οι ὅτι οὐ μὴ ἀπέλθωσιν |
10 καὶ ἐὰν πατάξητε πα̃σαν δύναμιν τω̃ν Χαλδαίων τοὺς πολεμου̃ντας ὑμα̃ς καὶ καταλειφθω̃σίν τινες ἐκκεκεντημένοι ἕκαστος ἐν τω̨̃ τόπω̨ αὐτου̃ οὑ̃τοι ἀναστήσονται καὶ καύσουσιν τὴν πόλιν ταύτην ἐν πυρί |
11 καὶ ἐγένετο ὅτε ἀνέβη ἡ δύναμις τω̃ν Χαλδαίων ἀπὸ Ιερουσαλημ ἀπὸ προσώπου τη̃ς δυνάμεως Φαραω |
12 ἐξη̃λθεν Ιερεμιας ἀπὸ Ιερουσαλημ του̃ πορευθη̃ναι εἰς γη̃ν Βενιαμιν του̃ ἀγοράσαι ἐκει̃θεν ἐν μέσω̨ του̃ λαου̃ |
13 καὶ ἐγένετο αὐτὸς ἐν πύλη̨ Βενιαμιν καὶ ἐκει̃ ἄνθρωπος παρ' ὡ̨̃ κατέλυεν Σαρουιας υἱὸς Σελεμιου υἱου̃ Ανανιου καὶ συνέλαβεν τὸν Ιερεμιαν λέγων πρὸς τοὺς Χαλδαίους σὺ φεύγεις |
14 καὶ εἰ̃πεν ψευ̃δος οὐκ εἰς τοὺς Χαλδαίους ἐγὼ φεύγω καὶ οὐκ ἤκουσεν αὐτου̃ καὶ συνέλαβεν Σαρουιας τὸν Ιερεμιαν καὶ εἰσήγαγεν αὐτὸν πρὸς τοὺς ἄρχοντας |
15 καὶ ἐπικράνθησαν οἱ ἄρχοντες ἐπὶ Ιερεμιαν καὶ ἐπάταξαν αὐτὸν καὶ ἀπέστειλαν αὐτὸν εἰς τὴν οἰκίαν Ιωναθαν του̃ γραμματέως ὅτι ταύτην ἐποίησαν εἰς οἰκίαν φυλακη̃ς |
16 καὶ ἠ̃λθεν Ιερεμιας εἰς οἰκίαν του̃ λάκκου καὶ εἰς τὴν χερεθ καὶ ἐκάθισεν ἐκει̃ ἡμέρας πολλάς |
17 καὶ ἀπέστειλεν Σεδεκιας καὶ ἐκάλεσεν αὐτόν καὶ ἠρώτα αὐτὸν ὁ βασιλεὺς κρυφαίως εἰπει̃ν εἰ ἔστιν λόγος παρὰ κυρίου καὶ εἰ̃πεν ἔστιν εἰς χει̃ρας βασιλέως Βαβυλω̃νος παραδοθήση̨ |
18 καὶ εἰ̃πεν Ιερεμιας τω̨̃ βασιλει̃ τί ἠδίκησά σε καὶ τοὺς παι̃δάς σου καὶ τὸν λαὸν του̃τον ὅτι σὺ δίδως με εἰς οἰκίαν φυλακη̃ς |
19 καὶ που̃ εἰσιν οἱ προφη̃ται ὑμω̃ν οἱ προφητεύσαντες ὑμι̃ν λέγοντες ὅτι οὐ μὴ ἔλθη̨ βασιλεὺς Βαβυλω̃νος ἐπὶ τὴν γη̃ν ταύτην |
20 καὶ νυ̃ν κύριε βασιλευ̃ πεσέτω τὸ ἔλεός μου κατὰ πρόσωπόν σου καὶ τί ἀποστρέφεις με εἰς οἰκίαν Ιωναθαν του̃ γραμματέως καὶ οὐ μὴ ἀποθάνω ἐκει̃ |
21 καὶ συνέταξεν ὁ βασιλεὺς καὶ ἐνεβάλοσαν αὐτὸν εἰς οἰκίαν τη̃ς φυλακη̃ς καὶ ἐδίδοσαν αὐτω̨̃ ἄρτον ἕνα τη̃ς ἡμέρας ἔξωθεν οὑ̃ πέσσουσιν ἕως ἐξέλιπον οἱ ἄρτοι ἐκ τη̃ς πόλεως καὶ ἐκάθισεν Ιερεμιας ἐν τη̨̃ αὐλη̨̃ τη̃ς φυλακη̃ς |