ΙΕΡΕΜΊΑΣ,
κεφαλίς 47
1 ὁ λόγος ὁ γενόμενος παρὰ κυρίου πρὸς Ιερεμιαν ὕστερον μετὰ τὸ ἀποστει̃λαι αὐτὸν Ναβουζαρδαν τὸν ἀρχιμάγειρον τὸν ἐκ Δαμαν ἐν τω̨̃ λαβει̃ν αὐτὸν ἐν χειροπέδαις ἐν μέσω̨ ἀποικίας Ιουδα τω̃ν ἠγμένων εἰς Βαβυλω̃να |
2 καὶ ἔλαβεν αὐτὸν ὁ ἀρχιμάγειρος καὶ εἰ̃πεν αὐτω̨̃ κύριος ὁ θεός σου ἐλάλησεν τὰ κακὰ ταυ̃τα ἐπὶ τὸν τόπον του̃τον |
3 καὶ ἐποίησεν κύριος ὅτι ἡμάρτετε αὐτω̨̃ καὶ οὐκ ἠκούσατε αὐτου̃ τη̃ς φωνη̃ς |
4 ἰδοὺ ἔλυσά σε ἀπὸ τω̃ν χειροπέδων τω̃ν ἐπὶ τὰς χει̃ράς σου εἰ καλὸν ἐναντίον σου ἐλθει̃ν μετ' ἐμου̃ εἰς Βαβυλω̃να ἡ̃κε καὶ θήσω τοὺς ὀφθαλμούς μου ἐπὶ σέ |
5 εἰ δὲ μή ἀπότρεχε καὶ ἀνάστρεψον πρὸς Γοδολιαν υἱὸν Αχικαμ υἱου̃ Σαφαν ὃν κατέστησεν βασιλεὺς Βαβυλω̃νος ἐν γη̨̃ Ιουδα καὶ οἴκησον μετ' αὐτου̃ ἐν μέσω̨ του̃ λαου̃ ἐν γη̨̃ Ιουδα εἰς ἅπαντα τὰ ἀγαθὰ ἐν ὀφθαλμοι̃ς σου του̃ πορευθη̃ναι πορεύου καὶ ἔδωκεν αὐτω̨̃ ὁ ἀρχιμάγειρος δω̃ρα καὶ ἀπέστειλεν αὐτόν |
6 καὶ ἠ̃λθεν πρὸς Γοδολιαν εἰς Μασσηφα καὶ ἐκάθισεν ἐν μέσω̨ του̃ λαου̃ του̃ καταλειφθέντος ἐν τη̨̃ γη̨̃ |
7 καὶ ἤκουσαν πάντες οἱ ἡγεμόνες τη̃ς δυνάμεως τη̃ς ἐν ἀγρω̨̃ αὐτοὶ καὶ οἱ ἄνδρες αὐτω̃ν ὅτι κατέστησεν βασιλεὺς Βαβυλω̃νος τὸν Γοδολιαν ἐν τη̨̃ γη̨̃ καὶ παρεκατέθετο αὐτω̨̃ ἄνδρας καὶ γυναι̃κας αὐτω̃ν οὓς οὐκ ἀπώ̨κισεν εἰς Βαβυλω̃να |
8 καὶ ἠ̃λθεν πρὸς Γοδολιαν εἰς Μασσηφα Ισμαηλ υἱὸς Ναθανιου καὶ Ιωαναν υἱὸς Καρηε καὶ Σαραιας υἱὸς Θαναεμεθ καὶ υἱοὶ Ωφε του̃ Νετωφατι καὶ Ιεζονιας υἱὸς του̃ Μοχατι αὐτοὶ καὶ οἱ ἄνδρες αὐτω̃ν |
9 καὶ ὤμοσεν αὐτοι̃ς Γοδολιας καὶ τοι̃ς ἀνδράσιν αὐτω̃ν λέγων μὴ φοβηθη̃τε ἀπὸ προσώπου τω̃ν παίδων τω̃ν Χαλδαίων κατοικήσατε ἐν τη̨̃ γη̨̃ καὶ ἐργάσασθε τω̨̃ βασιλει̃ Βαβυλω̃νος καὶ βέλτιον ἔσται ὑμι̃ν |
10 καὶ ἰδοὺ ἐγὼ κάθημαι ἐναντίον ὑμω̃ν εἰς Μασσηφα στη̃ναι κατὰ πρόσωπον τω̃ν Χαλδαίων οἳ ἂν ἔλθωσιν ἐφ' ὑμα̃ς καὶ ὑμει̃ς συναγάγετε οἰ̃νον καὶ ὀπώραν καὶ συναγάγετε ἔλαιον καὶ βάλετε εἰς τὰ ἀγγει̃α ὑμω̃ν καὶ οἰκήσατε ἐν ται̃ς πόλεσιν αἱ̃ς κατεκρατήσατε |
11 καὶ πάντες οἱ Ιουδαι̃οι οἱ ἐν γη̨̃ Μωαβ καὶ ἐν υἱοι̃ς Αμμων καὶ οἱ ἐν τη̨̃ Ιδουμαία̨ καὶ οἱ ἐν πάση̨ τη̨̃ γη̨̃ ἤκουσαν ὅτι ἔδωκεν βασιλεὺς Βαβυλω̃νος κατάλειμμα τω̨̃ Ιουδα καὶ ὅτι κατέστησεν ἐπ' αὐτοὺς τὸν Γοδολιαν υἱὸν Αχικαμ |
12 καὶ ἠ̃λθον πρὸς Γοδολιαν εἰς γη̃ν Ιουδα εἰς Μασσηφα καὶ συνήγαγον οἰ̃νον καὶ ὀπώραν πολλὴν σφόδρα καὶ ἔλαιον |
13 καὶ Ιωαναν υἱὸς Καρηε καὶ πάντες οἱ ἡγεμόνες τη̃ς δυνάμεως οἱ ἐν τοι̃ς ἀγροι̃ς ἠ̃λθον πρὸς Γοδολιαν εἰς Μασσηφα |
14 καὶ εἰ̃παν αὐτω̨̃ εἰ γνώσει γινώσκεις ὅτι Βελισα βασιλεὺς υἱω̃ν Αμμων ἀπέστειλεν πρὸς σὲ τὸν Ισμαηλ πατάξαι σου ψυχήν καὶ οὐκ ἐπίστευσεν αὐτοι̃ς Γοδολιας |
15 καὶ Ιωαναν εἰ̃πεν τω̨̃ Γοδολια κρυφαίως ἐν Μασσηφα πορεύσομαι δὴ καὶ πατάξω τὸν Ισμαηλ καὶ μηθεὶς γνώτω μὴ πατάξη̨ σου ψυχὴν καὶ διασπαρη̨̃ πα̃ς Ιουδα οἱ συνηγμένοι πρὸς σὲ καὶ ἀπολου̃νται οἱ κατάλοιποι Ιουδα |
16 καὶ εἰ̃πεν Γοδολιας πρὸς Ιωαναν μὴ ποιήση̨ς τὸ πρα̃γμα του̃το ὅτι ψευδη̃ σὺ λέγεις περὶ Ισμαηλ |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.