Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΙΩΒ, κεφαλίς 28

ἔστιν γὰρ ἀργυρίω̨ τόπος ὅθεν γίνεται τόπος δὲ χρυσίω̨ ὅθεν διηθει̃ται
σίδηρος μὲν γὰρ ἐκ γη̃ς γίνεται χαλκὸς δὲ ἴσα λίθω̨ λατομει̃ται
τάξιν ἔθετο σκότει καὶ πα̃ν πέρας αὐτὸς ἐξακριβάζεται λίθος σκοτία καὶ σκιὰ θανάτου
διακοπὴ χειμάρρου ἀπὸ κονίας οἱ δὲ ἐπιλανθανόμενοι ὁδὸν δικαίαν ἠσθένησαν ἐκ βροτω̃ν
γη̃ ἐξ αὐτη̃ς ἐξελεύσεται ἄρτος ὑποκάτω αὐτη̃ς ἐστράφη ὡσεὶ πυ̃ρ
τόπος σαπφείρου οἱ λίθοι αὐτη̃ς καὶ χω̃μα χρυσίον αὐτω̨̃
τρίβος οὐκ ἔγνω αὐτὴν πετεινόν καὶ οὐ παρέβλεψεν αὐτὴν ὀφθαλμὸς γυπός
οὐκ ἐπάτησαν αὐτὴν υἱοὶ ἀλαζόνων οὐ παρη̃λθεν ἐπ' αὐτη̃ς λέων
ἐν ἀκροτόμω̨ ἐξέτεινεν χει̃ρα αὐτου̃ κατέστρεψεν δὲ ἐκ ῥιζω̃ν ὄρη
10 δίνας δὲ ποταμω̃ν ἔρρηξεν πα̃ν δὲ ἔντιμον εἰ̃δέν μου ὁ ὀφθαλμός
11 βάθη δὲ ποταμω̃ν ἀνεκάλυψεν ἔδειξεν δὲ ἑαυτου̃ δύναμιν εἰς φω̃ς
12 ἡ δὲ σοφία πόθεν εὑρέθη ποι̃ος δὲ τόπος ἐστὶν τη̃ς ἐπιστήμης
13 οὐκ οἰ̃δεν βροτὸς ὁδὸν αὐτη̃ς οὐδὲ μὴ εὑρεθη̨̃ ἐν ἀνθρώποις
14 ἄβυσσος εἰ̃πεν οὐκ ἔστιν ἐν ἐμοί καὶ θάλασσα εἰ̃πεν οὐκ ἔστιν μετ' ἐμου̃
15 οὐ δώσει συγκλεισμὸν ἀντ' αὐτη̃ς καὶ οὐ σταθήσεται ἀργύριον ἀντάλλαγμα αὐτη̃ς
16 καὶ οὐ συμβασταχθήσεται χρυσίω̨ Ωφιρ ἐν ὄνυχι τιμίω̨ καὶ σαπφείρω̨
17 οὐκ ἰσωθήσεται αὐτη̨̃ χρυσίον καὶ ὕαλος καὶ τὸ ἄλλαγμα αὐτη̃ς σκεύη χρυσα̃
18 μετέωρα καὶ γαβις οὐ μνησθήσεται καὶ ἕλκυσον σοφίαν ὑπὲρ τὰ ἐσώτατα
19 οὐκ ἰσωθήσεται αὐτη̨̃ τοπάζιον Αἰθιοπίας χρυσίω̨ καθαρω̨̃ οὐ συμβασταχθήσεται
20 ἡ δὲ σοφία πόθεν εὑρέθη ποι̃ος δὲ τόπος ἐστὶν τη̃ς συνέσεως
21 λέληθεν πάντα ἄνθρωπον καὶ ἀπὸ πετεινω̃ν του̃ οὐρανου̃ ἐκρύβη
22 ἡ ἀπώλεια καὶ ὁ θάνατος εἰ̃παν ἀκηκόαμεν δὲ αὐτη̃ς τὸ κλέος
23 ὁ θεὸς εὐ̃ συνέστησεν αὐτη̃ς τὴν ὁδόν αὐτὸς δὲ οἰ̃δεν τὸν τόπον αὐτη̃ς
24 αὐτὸς γὰρ τὴν ὑπ' οὐρανὸν πα̃σαν ἐφορα̨̃ εἰδὼς τὰ ἐν τη̨̃ γη̨̃ πάντα ἃ ἐποίησεν
25 ἀνέμων σταθμὸν ὕδατός τε μέτρα
26 ὅτε ἐποίησεν οὕτως ὑετὸν ἠρίθμησεν καὶ ὁδὸν ἐν τινάγματι φωνάς
27 τότε εἰ̃δεν αὐτὴν καὶ ἐξηγήσατο αὐτήν ἑτοιμάσας ἐξιχνίασεν
28 εἰ̃πεν δὲ ἀνθρώπω̨ ἰδοὺ ἡ θεοσέβειά ἐστιν σοφία τὸ δὲ ἀπέχεσθαι ἀπὸ κακω̃ν ἐστιν ἐπιστήμη
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.