Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΙΩΒ, κεφαλίς 33

1 οὐ μὴν δὲ ἀλλὰ ἄκουσον Ιωβ τὰ ῥήματά μου καὶ λαλιὰν ἐνωτίζου μου
2 ἰδοὺ γὰρ ἤνοιξα τὸ στόμα μου καὶ ἐλάλησεν ἡ γλω̃σσά μου
3 καθαρά μου ἡ καρδία ῥήμασιν σύνεσις δὲ χειλέων μου καθαρὰ νοήσει
4 πνευ̃μα θει̃ον τὸ ποιη̃σάν με πνοὴ δὲ παντοκράτορος ἡ διδάσκουσά με
5 ἐὰν δύνη̨ δός μοι ἀπόκρισιν πρὸς ταυ̃τα ὑπόμεινον στη̃θι κατ' ἐμὲ καὶ ἐγὼ κατὰ σέ
6 ἐκ πηλου̃ διήρτισαι σὺ ὡς καὶ ἐγώ ἐκ του̃ αὐτου̃ διηρτίσμεθα
7 οὐχ ὁ φόβος μού σε στροβήσει οὐδὲ ἡ χείρ μου βαρει̃α ἔσται ἐπὶ σοί
8 πλὴν εἰ̃πας ἐν ὠσίν μου φωνὴν ῥημάτων σου ἀκήκοα
9 διότι λέγεις καθαρός εἰμι οὐχ ἁμαρτών ἄμεμπτος δέ εἰμι οὐ γὰρ ἠνόμησα
10 μέμψιν δὲ κατ' ἐμου̃ εὑ̃ρεν ἥγηται δέ με ὥσπερ ὑπεναντίον
11 ἔθετο δὲ ἐν ξύλω̨ τὸν πόδα μου ἐφύλαξεν δέ μου πάσας τὰς ὁδούς
12 πω̃ς γὰρ λέγεις δίκαιός εἰμι καὶ οὐκ ἐπακήκοέν μου αἰώνιος γάρ ἐστιν ὁ ἐπάνω βροτω̃ν
13 λέγεις δέ διὰ τί τη̃ς δίκης μου οὐκ ἐπακήκοεν πα̃ν ῥη̃μα
14 ἐν γὰρ τω̨̃ ἅπαξ λαλήσαι ὁ κύριος ἐν δὲ τω̨̃ δευτέρω̨ ἐνύπνιον
15 ἢ ἐν μελέτη̨ νυκτερινη̨̃ ὡς ὅταν ἐπιπίπτη̨ δεινὸς φόβος ἐπ' ἀνθρώπους ἐπὶ νυσταγμάτων ἐπὶ κοίτης
16 τότε ἀνακαλύπτει νου̃ν ἀνθρώπων ἐν εἴδεσιν φόβου τοιούτοις αὐτοὺς ἐξεφόβησεν
17 ἀποστρέψαι ἄνθρωπον ἐξ ἀδικίας τὸ δὲ σω̃μα αὐτου̃ ἀπὸ πτώματος ἐρρύσατο
18 ἐφείσατο δὲ τη̃ς ψυχη̃ς αὐτου̃ ἀπὸ θανάτου καὶ μὴ πεσει̃ν αὐτὸν ἐν πολέμω̨
19 πάλιν δὲ ἤλεγξεν αὐτὸν ἐν μαλακία̨ ἐπὶ κοίτης καὶ πλη̃θος ὀστω̃ν αὐτου̃ ἐνάρκησεν
20 πα̃ν δὲ βρωτὸν σίτου οὐ μὴ δύνηται προσδέξασθαι καὶ ἡ ψυχὴ αὐτου̃ βρω̃σιν ἐπιθυμήσει
21 ἕως ἂν σαπω̃σιν αὐτου̃ αἱ σάρκες καὶ ἀποδείξη̨ τὰ ὀστα̃ αὐτου̃ κενά
22 ἤγγισεν δὲ εἰς θάνατον ἡ ψυχὴ αὐτου̃ ἡ δὲ ζωὴ αὐτου̃ ἐν ἅ̨δη̨
23 ἐὰν ὠ̃σιν χίλιοι ἄγγελοι θανατηφόροι εἱ̃ς αὐτω̃ν οὐ μὴ τρώση̨ αὐτόν ἐὰν νοήση̨ τη̨̃ καρδία̨ ἐπιστραφη̃ναι ἐπὶ κύριον ἀναγγείλη̨ δὲ ἀνθρώπω̨ τὴν ἑαυτου̃ μέμψιν τὴν δὲ ἄνοιαν αὐτου̃ δείξη̨
24 ἀνθέξεται του̃ μὴ πεσει̃ν αὐτὸν εἰς θάνατον ἀνανεώσει δὲ αὐτου̃ τὸ σω̃μα ὥσπερ ἀλοιφὴν ἐπὶ τοίχου τὰ δὲ ὀστα̃ αὐτου̃ ἐμπλήσει μυελου̃
25 ἁπαλυνει̃ δὲ αὐτου̃ τὰς σάρκας ὥσπερ νηπίου ἀποκαταστήσει δὲ αὐτὸν ἀνδρωθέντα ἐν ἀνθρώποις
26 εὐξάμενος δὲ πρὸς κύριον καὶ δεκτὰ αὐτω̨̃ ἔσται εἰσελεύσεται δὲ προσώπω̨ καθαρω̨̃ σὺν ἐξηγορία̨ ἀποδώσει δὲ ἀνθρώποις δικαιοσύνην
27 εἰ̃τα τότε ἀπομέμψεται ἄνθρωπος αὐτὸς ἑαυτω̨̃ λέγων οἱ̃α συνετέλουν καὶ οὐκ ἄξια ἤτασέν με ὡ̃ν ἥμαρτον
28 σω̃σον ψυχήν μου του̃ μὴ ἐλθει̃ν εἰς διαφθοράν καὶ ἡ ζωή μου φω̃ς ὄψεται
29 ἰδοὺ πάντα ταυ̃τα ἐργα̃ται ὁ ἰσχυρὸς ὁδοὺς τρει̃ς μετὰ ἀνδρός
30 ἀλλ' ἐρρύσατο τὴν ψυχήν μου ἐκ θανάτου ἵνα ἡ ζωή μου ἐν φωτὶ αἰνη̨̃ αὐτόν
31 ἐνωτίζου Ιωβ καὶ ἄκουέ μου κώφευσον καὶ ἐγώ εἰμι λαλήσω
32 εἰ εἰσὶν λόγοι ἀποκρίθητί μοι λάλησον θέλω γὰρ δικαιωθη̃ναί σε
33 εἰ μή σὺ ἄκουσόν μου κώφευσον καὶ διδάξω σε σοφίαν

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.