Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΙΩΒ, κεφαλίς 35

ὑπολαβὼν δὲ Ελιους λέγει
τί του̃το ἡγήσω ἐν κρίσει σὺ τίς εἰ̃ ὅτι εἰ̃πας δίκαιός εἰμι ἔναντι κυρίου
ἢ ἐρει̃ς τί ποιήσω ἁμαρτών
ἐγὼ σοὶ δώσω ἀπόκρισιν καὶ τοι̃ς τρισὶν φίλοις σου
ἀνάβλεψον εἰς τὸν οὐρανὸν καὶ ἰδέ κατάμαθε δὲ νέφη ὡς ὑψηλὰ ἀπὸ σου̃
εἰ ἥμαρτες τί πράξεις εἰ δὲ καὶ πολλὰ ἠνόμησας τί δύνασαι ποιη̃σαι
ἐπεὶ δὲ οὐ̃ν δίκαιος εἰ̃ τί δώσεις αὐτω̨̃ ἢ τί ἐκ χειρός σου λήμψεται
ἀνδρὶ τω̨̃ ὁμοίω̨ σου ἡ ἀσέβειά σου καὶ υἱω̨̃ ἀνθρώπου ἡ δικαιοσύνη σου
ἀπὸ πλήθους συκοφαντούμενοι κεκράξονται βοήσονται ἀπὸ βραχίονος πολλω̃ν
10 καὶ οὐκ εἰ̃πεν που̃ ἐστιν ὁ θεὸς ὁ ποιήσας με ὁ κατατάσσων φυλακὰς νυκτερινάς
11 ὁ διορίζων με ἀπὸ τετραπόδων γη̃ς ἀπὸ δὲ πετεινω̃ν οὐρανου̃
12 ἐκει̃ κεκράξονται καὶ οὐ μὴ εἰσακούση̨ καὶ ἀπὸ ὕβρεως πονηρω̃ν
13 ἄτοπα γὰρ οὐ βούλεται ὁ κύριος ἰδει̃ν αὐτὸς γὰρ ὁ παντοκράτωρ ὁρατής ἐστιν
14 τω̃ν συντελούντων τὰ ἄνομα καὶ σώσει με κρίθητι δὲ ἐναντίον αὐτου̃ εἰ δύνασαι αἰνέσαι αὐτόν ὡς ἔστιν
15 καὶ νυ̃ν ὅτι οὐκ ἔστιν ἐπισκεπτόμενος ὀργὴν αὐτου̃ καὶ οὐκ ἔγνω παραπτώματι σφόδρα
16 καὶ Ιωβ ματαίως ἀνοίγει τὸ στόμα αὐτου̃ ἐν ἀγνωσία̨ ῥήματα βαρύνει
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.